- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:270.21-271.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯提出了一个针对依据认识对象的差异划分理性灵魂的疑难(即单一的感觉或科学能把握对立事物,因此单一的理性亦可把握必然之物与偶然之物),并依据现实活动、潜能与实体的差异,以及必然事物与偶然事物在属上的根本差异对该疑难进行反驳。
ἀπορήσειε δ’ ἄν τις εἰκότως μηδεμίαν ἀνάγκην εἶναι λέγων εἰς δύο μερίζειν τὸ λόγον ἔχον τῆς ψυχῆς ἀπὸ τῆς τῶν ὑποκειμένων διαφορᾶς περὶ ἃ καταγίνεται,1 ἕτερον μὲν εἶναι λέγοντας μέρος τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα ἕτερον, ἀλλ’ ὥσπερ αἴσθησις ἡ αὐτὴ τῶν ἐναντίων ἐστίν, οἷον λευκοῦ μὲν καὶ μέλανος ὅρασις καὶ τῶν μεταξύ, καὶ ἀκοὴ ὡσαύτως ὀξέος τε καὶ βαρέος καὶ ὅσα τούτων ἐστὶν ἀνὰ μέσον κατὰ τὸ μᾶλλον, καὶ αὖθις ἀριθμητικὴ περιττοῦ καὶ ἀρτίου, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, οὕτω καὶ τὸ λόγον ἔχον τῆς ψυχῆς ἐνδέχεται ἓν ὑπάρχον καὶ ἀδιαίρετον καταγίνεσθαι περὶ τὰ κατ’ εἶδος διάφορα, ἤγουν τά τ’ ἀναγκαῖα τά τ’ ἐνδεχόμενα, κἀκεῖ μὲν γινώσκειν ὡς ἀεὶ ὄντα ὡσαύτως ἢ ὡς ἀεὶ ὡσαύτως γινόμενα, τὰ δ’ ὡς ἐνδεχόμενα καὶ ἄλλως εἶναι ἢ γίνεσθαι. ἡ μὲν οὖν ζήτησις αὕτη. ἔστι δὲ αὐτῆς κατὰ διαφόρους τρόπους εὑρεῖν τὴν ἐπίλυσιν, καὶ πρῶτον μέν, ὧν αἱ ἐνέργειαι διάφοροι, τούτων καὶ αἱ δυνάμεις διάφοροι, καὶ ὧν ἄμφω ταῦτα ἕτερα, καὶ αἱ οὐσίαι ἕτεραι. ἐπεὶ τοίνυν τοῦ μὲν ἐπιστημονικοῦ τὸ ἐξ ἀναγκαίων ἴδιον συλλογίζεσθαι καὶ ἀναγκαῖα ἔχειν τὰ τοῖς τεθειμένοις ἑπόμενα, τοῦ δὲ λογιστικοῦ τὸ ἐξ ἐνδεχομένων καὶ ἐνδεχόμενα, δῆλον ὅτι διάφοροι τοῦ ἐπιστημονικοῦ καὶ βουλευτικοῦ αἱ δυνάμεις καὶ ἐνέργειαι. εἰ δὲ τοῦτο, καὶ αἱ οὐσίαι. διάφορα ἄρα κατ’ οὐσίαν μέρη τοῦ λόγον ἔχοντος τῆς ψυχῆς, τὸ ἐπιστημονικὸν καὶ λογιστικόν. τοῦτο δὲ εἰπεῖν ἐπὶ τῆς μιᾶς τῶν ἐναντίων αἰσθήσεων ἢ τῆς ἐπιστήμης οὐκ ἔνεστι, καὶ γυμνασάτω ἐπ’ αὐτῶν τῶν πραγμάτων ὁ βουλόμενος τὸ λεγόμενον. ὡς γὰρ περὶ τὸ λευκὸν ἡ ὅρασις ἐνεργεῖ εἴτε εἰσδεχομένη εἴτε ἐκπέμπουσα κατὰ τὰς διαφόρους δόξας τῶν περὶ τῆς ὀπτικῆς φιλοσοφησάντων, καὶ περὶ τὸ μέλαν ὡσαύτως. καὶ ἡ γεωμετρικὴ ἐπιστήμη ὡς περὶ τῶν εὐθυγράμμων σχημάτων ἀποδείκνυσιν αἰεὶ μέσῳ τῷ αἰτίῳ χρωμένη τοῦ πράγματος, ἀλλ’ οὐ μόνον τοῦ συμπεράσματος,2 οὕτω δὴ καὶ περὶ τῶν περιφερογράμμων καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἀλλ’ οὐδὲ οὕτως ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἀλλήλων ἀφίστανται καὶ ὡς τὸ εὐθύγραμμον καὶ περιφερόγραμμον, τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον. ἐκεῖνα γὰρ εἰ καὶ ἀλλήλων τῷ εἴδει ἕτερα, ἀλλὰ τῷ γένει ταὐτά, ταῦτα δὲ πάντῃ ἀλλήλων διέστηκεν, ὅταν καὶ τὸν τρόπον τοῦ εἶναι ἔχῃ διάφορον,3 ὡς καὶ τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀναγκαίως ὑπεναντίως ἔχειν, τοὺς μὲν ἐξ ἀναγκαίων καὶ ἀναγκαίως περαινομένους, τοὺς δὲ ἐξ ἐνδεχομένων καὶ ἐνδεχομένως, ὡς ἀναγκαῖον εἶναι καὶ τὰς γνωστικὰς δυνάμεις διαφόρους κατ’ εἶδος, αἳ τοῖς διαφόρως κατὰ γένος γνωστοῖς ἐφαρμόσουσι. καλῶς ἄρα ὁ Ἀριστοτέλης τοῦ λόγον ἔχοντος τῆς ψυχῆς ἄλλο καὶ ἄλλο εἴρηκεν εἶναι μόριον τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα. ἦν καὶ ἄλλα εἰπεῖν τὴν ζήτησιν ἐπιλύοντα, ἀλλ’ ἀρκεῖ ταῦτα, ὡς μὴ ἀκαίρως φιλοτιμεῖσθαι δόξωμεν.
然而,有人或许会合乎情理地提出疑难,声称完全没有必要根据灵魂中具有逻各斯者所从事对象的差异而将其划分为二,说从事于必然事物的部分是一者,从事于偶然事物的部分是另一者;相反,正如同一感觉关涉对立事物——例如视觉关涉白色、黑色及其居间者,听觉同样关涉高音、低音以及它们之间按程度区分的音,算术又关涉奇数与偶数,其余情况亦依此类推——同样,灵魂中具有逻各斯者亦有可能在其自身为一且不可分的情况下,从事于在种上相异的事物,即从事于必然之物与偶然之物,并且将前者认识为始终以同样方式存在或始终以同样方式生成者,将后者认识为可能处于或生成为其他样态者。这就是该探究。然而,可以通过不同的方式找到对此的解答:首先,凡其现实活动相异者,其潜能亦相异;而这两者皆相异者,其实体亦相异。既然依据必然前提进行推论并使从假定中得出的结论具有必然性是学识部分的特质,而依据偶然前提推论并得出偶然结论是推算部分的特质,那么显然学识部分与深思部分的潜能和现实活动是相异的。如果是这样,其实体亦然。因此,学识部分与推算部分是灵魂中具有逻各斯者在实体上相异的部分。然而,对于关涉对立事物的单一感觉或单一科学而言,不可能这么说;凡有意者皆可在事实本身上检验此说。因为正如视觉关涉白色而施行其活动——无论依照那些对光学进行哲学探讨者的不同主张,是通过接收还是通过发射——它关涉黑色亦是同样施行的。又如几何科学在论证直线图形时,始终使用作为事物本身的客观原因的中项,而不仅是作为结论的原因,它在论证曲线图形时亦完全如此,在其余情况上亦然。此外,必然事物与偶然事物之间的彼此相隔,并不像白色与黑色那样,亦不像直线与曲线那样。因为后者即使在种上彼此相异,但在属上仍是同一的;而前者则在一切方面都彼此相隔,因为它们连存在的样式都相异,以至于关于它们的逻各斯必然具有相反的样态,一者出自必然前提且必然地达到结论,另一者出自偶然前提且偶然地达到结论,因此与在属上相异的被认知对象相吻合的认识潜能,在种上亦必然相异。因此,亚里士多德说从事于必然之物者与从事于偶然之物者是灵魂中具有逻各斯者的不同部分,是完全恰当的。本亦可以提出其他论据来化解这一探究,但这些已经足够,以免我们显得不合时宜地好大喜功。
- 6.8ἀπορήσειε δ’ ἄν τις εἰκότως μηδεμίαν ἀνάγκην εἶναι λέγων εἰς δύο μερίζειν τὸ λόγον ἔχον τῆς ψυχῆς ἀπὸ τῆς τῶν ὑποκειμένων διαφορᾶς περὶ ἃ καταγίνεται
主要动词是表潜能的祈愿语气 ἀπορήσειε ἄν(“或许会提出疑难”),分词 λέγων(“声称/主张”)引导其具体内容。λέγων 统领宾格不定式结构 μηδεμίαν ἀνάγκην εἶναι,随后通过 ἕτερον μὲν εἶναι λέγοντας... 与 ἀλλ’ ὥσπερ... οὕτω καί... 构成长篇的呼应对比结构。
- 6.8αἰεὶ μέσῳ τῷ αἰτίῳ χρωμένη τοῦ πράγματος, ἀλλ’ οὐ μόνον τοῦ συμπεράσματος
μέσῳ 作与格动词 χρωμένη(“使用”)的补足语,指论证三段论中的中项。属格短语 τοῦ πράγματος 与 τοῦ συμπεράσματος 均依附于 αἰτίῳ,该结构表明中项不仅是结论的逻辑根据,更是事物本身的客观原因(揭示“为何”的原因)。
- 6.8ὅταν καὶ τὸν τρόπον τοῦ εἶναι ἔχῃ διάφορον
连词 ὅταν(带虚拟式 ἔχῃ)在此并非纯粹的时间条件句,而是作为具有因果说明意味的副词从句(“既然/鉴于它们具有……”)。διάφορον 为表语性宾格,与 τὸν τρόπον τοῦ εἶναι 构成复合宾语(“连存在的样式都是相异的”)。
