- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:268.5-269.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者针对亚里士多德《尼各马可伦理学》1139a8的提要,论述了认识对象(必然或偶然)的性质与认识能力在种上的差异之间的对应关系,并通过非同质整体及其部分的概念,化解了同一批能力既作为灵魂的“部分”又在彼此之间构成不同“种”的疑难。
" Πρὸς γὰρ τὰ τῷ γένει ἕτερα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῷ γένει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις ὑπάρχει αὐτοῖς." Ὅτι ἕτερον τῷ εἴδει μέρος τῆς ψυχῆς τὸ περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινόμενον καὶ ἕτερον τὸ περὶ τὴν τῶν ἐνδεχομένων, ἐνταυθοῖ δείκνυσι. τοῖς γὰρ γινώσκουσι, φησίν, ἡ γνῶσις τοῖς γινωσκομένοις ἐξομοιοῦται,1 ὡς εἶναι τῶν μὲν ἀναγκαίων ἀναγκαίαν καὶ τὴν γνῶσιν, ἐνδεχομένην δὲ τῶν ἐνδεχομένων. πῶς γὰρ ἂν εἴη ἀναγκαία τῶν ἐνδεχομένων ἡ γνῶσις, ἢ ἐνδεχομένη τῶν ἀναγκαίων; ὡς γὰρ εἴ τις ἀποφαίνοιτο ἀναγκαῖον εἶναι τὸ ἁπλῶς ἐνδεχόμενον καὶ εἴ τις τὸ ἀνάπαλιν ἁπλῶς ἐνδεχόμενον〈τὸ ἀναγκαῖον〉 ψεύδεται, οὕτω ψεύδεται καὶ ἡ γνῶσις ἡ τὸ ἀναγκαῖον ὡς ἁπλῶς ἐνδεχόμενον γινώσκουσα καὶ τὸ ἐνδεχόμενον ὡς ἀναγκαῖον. τὴν γὰρ ἀληθεύουσαν γνῶσιν, ὡς ἔχει κατὰ τρόπον τὸ πρᾶγμα, δεῖ γινώσκειν αὐτό. ἢ εἰ μὴ οὕτως ἔχει, ἀληθεύσει καὶ ὁ τὸ μὴ ὂν εἶναι λέγων καὶ τὸ ὂν μὴ εἶναι, ὅπερ ἀδύνατον. ὡς γὰρ ἐπὶ τοῦ εἶναι ἁπλῶς τὸ ψεῦδος καὶ ἡ ἀλήθεια, οὕτω καὶ ἐπὶ τοῦ πῶς εἶναι, ὅπερ ὁ τρόπος ἐστὶ τῆς ὀντότητος· ἄλλως τε καὶ ὥσπερ ἐπαφή τις καὶ ἐφαρμογὴ γίνεται τοῦ γινώσκοντος καὶ τοῦ γινωσκομένου πρὸς ἄλληλα, ὅτε τις ἀποτελεῖται γνῶσις ἑτέρου πρὸς ἕτερον. ὥσπερ τὸ εὐθὺ πρὸς τὸ καμπύλον ἐφαρμόσαι ἀδύνατον διὰ τὸ τῶν σχημάτων ἀνόμοιον, οὕτως ἀδύνατον ἐφαρμοσθῆναι τὴν ἐνδεχομένην γνῶσιν πρὸς τὴν ἀναγκαίαν ὕπαρξιν τοῦ γνωστοῦ, ὡς ἀνάπαλιν τὴν ἀναγκαίαν γνῶσιν πρὸς τὴν ἐνδεχομένην τοῦ πράγματος ὕπαρξιν. οὕτω γὰρ καὶ παρὰ τῷ θεῷ φαμεν μηδὲν εἶναι μελλόντων πραγμάτων μηδὲ ἐνδεχόμενον, ὡς τῆς γνώσεως αὐτῷ κατὰ τὸ νῦν τε οὔσης καὶ ἀναγκαίας, εἰ μή τις φαίη τοῦτο μὲν ἐφαρμόττειν τῷ νῷ καὶ γνώσει τῇ νοερᾷ, τῷ δὲ πρώτῳ ἑνιαίαν εἶναι τὴν γνῶσιν, ὡς αὐτὸ τοῦτο ἑνὶ καὶ ὡς αἰτίῳ πάντων ὑπερηπλωμένῳ τε καὶ ὑπερουσίῳ καὶ διὰ τοῦτο πάντα περιέχοντι ἀνεννοήτως τε καὶ ὑπερουσίως2 ‘‘τά τ’ ἐόντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα’’, ἵνα καὶ καθομηρίσω μικρόν, καὶ μηδὲ τοὺς αἰῶνας ἐκεῖ ἐφαρμόζεσθαι δευτέρους ὄντας, καὶ τὸ εἶναι τῷ μετέχειν τοῦ πρώτου ἔχοντας. πῶς δὲ μόριά φησιν εἶναι τῆς ψυχῆς τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα, πάλιν εἴδει λέγων διαφέρειν αὐτὰ πρὸς ἄλληλα; ἔσται γὰρ τὰ αὐτὰ καὶ μέρη καὶ εἴδη τό τε ἄλογον καὶ τὸ λόγον ἔχον, ἃ μέρη πρότερον ἐλέγομεν τῆς ψυχῆς, καὶ τὸ περὶ τὰ ἐνδεχόμενα καὶ τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον, ἃ νῦν ὡς τῆς ψυχῆς λαμβάνομεν μόρια, μέρη λέγοντες εἶναι αὐτὰ τοῦ λόγον ἔχοντος αὐτῆς μέρους. εἰ γὰρ εἴδει διαφέρουσι καὶ πρὸς τὴν ψυχὴν ὡς ἐκείνης ὄντα λαμβάνονται, εἴδη ἔσονται τῆς ψυχῆς. ἢ οὐδὲν ἄτοπον πρὸς ἄλλο καὶ ἄλλο λαμβάνοντας αὐτὰ πρὸς μὲν τόδε μέρη λέγειν ἢ μόρια, πρὸς δὲ τόδε εἴδη. πρὸς μὲν γὰρ τὴν ψυχὴν μέρη ἢ μόρια ὡς συμπληροῦντα τὴν ταύτης ὁλότητα ἐν συνθέσει θεωρούμενα κατὰ τὰς διαφόρους δυνάμεις καὶ ἐνεργείας αὐτῆς, ὡς δὲ πράγματα καὶ ὡς δυνάμεις λαμβανόμενα τῷ εἴδει διάφορά εἰσιν.3 ἕτερα γὰρ κατ’ εἶδος ἀλλήλων τὸ λογικὸν καὶ ἄλογον, καὶ αὖθις ἕτερα τῷ εἴδει τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα, ὡς καὶ ἐπὶ τῶν ἐπιστημῶν ἔστι θεωρεῖν. μέρη γὰρ γεωμετρίας ἡ περὶ τὰ ἐπίπεδα θεωρία καὶ ἡ περὶ τὰ στερεά, ἀλλ’ ὡς θεωρίαι ἁπλῶς τῷ εἴδει διάφοροι· καὶ μέρη γραμματικῆς ἀναγνωστικὸν ἐξηγητικὸν κριτικόν, ὡς δὲ θεωρίαι τινὲς καὶ γνώσεις τῷ εἴδει ἀλλήλων διενηνόχασιν. ἀλλὰ καὶ ἁπλῶς ἐπὶ τῶν ἀνομοιομερῶν μέρη ὄντα τὰ μέρη τοῦ ὅλου τῷ εἴδει ἀλλήλων διέστηκε. διὸ καὶ ἀνομοιομερὲς τὸ ὅλον λέγεται, ὡς ἐξ ἀνομοίων ἀλλήλοις συνερχομένων ἀποτελούμενον. οὐδὲν ἄρα ἄτοπον εἰ τὰ αὐτὰ πῇ μὲν μέρη λέγονταί τινος, πῇ δὲ τῷ εἴδει ἀλλήλων διάφορα ἄλλως καὶ ἄλλως λαμβανόμενα.
“因为对应于在属上相异的事物,灵魂各部分中自然适合于各者的部分在属上亦相异,如果认识确实凭借某种相似性与亲近性而属于它们的话。” 在此他指出,灵魂中从事于认识必然之物的部分与从事于认识偶然之物的部分在种上是相异的。因为他说,认识对于认知者而言是被同化于被认知者的,以至于对于必然之物而言认识也是必然的,而对于偶然之物而言认识也是偶然的。因为对于偶然之物的认识何以可能是必然的,或者对于必然之物的认识何以可能是偶然的呢?因为正如某人若断言单纯偶然之物是必然的,或者反过来断言必然之物是单纯偶然的,他便是在说谎;同样,将必然之物作为单纯偶然之物来认识、将偶然之物作为必然之物来认识的认识,亦是在说谎。因为真实认识必须按照事物在样态上如何所是来认识该事物本身。否则,说非存在存在、说存在不存在的人亦将说出真话,而这是不可能的。因为正如假与真关涉单纯的存在一样,它们亦关涉以何种方式存在,即实体性的样态;尤其是因为,每当一方对另一方的某种认识得以成就时,认知者与被认知者之间就会发生彼此的一种接触与契合。正如由于形状的不同不可能将直线契合于曲线一样,亦不可能将偶然的认识契合于可知之物的必然存在,或反之将必然的认识契合于事物的偶然存在。因为我们亦如此说,在神那里既无未来的事物亦无偶然的事物,因为他的认识处于现在且是必然的;除非有人会说,这契合于理智与理智的认识,而对于第一者而言认识是统合的,因其自身就是一者,且作为超越展开、超实体的万物的原因,并因此以超越思虑且超实体的方式包容一切,“现在存在的事物、将来存在的事物以及先前存在的事物”——借用一下荷马的诗句——连诸世代亦无法在那里契合,因为它们是第二位的,且通过分有第一者而具有存在。然而,他既说从事于必然之物的部分与从事于偶然之物的部分是灵魂的部分,为何又说它们在种上彼此相异呢?因为无理性部分和具有逻各斯的部分(我们先前称它们为灵魂的部分),以及从事于偶然之物的部分与从事于必然之物的部分(我们现在将它们视作灵魂的部分,并称它们是其具有逻各斯之部分的部分),将作为同一批事物而既是部分又是种。因为若它们在种上相异,且相对于灵魂作为属于灵魂者被把握,它们就将是灵魂的种。或者,将它们联系于不同事物来把握,相对于此者称为部分或细部,而相对于彼者称为种,并无任何荒谬之处?因为相对于灵魂而言,作为按照其不同能力与现实活动在复合中被观照以充实灵魂整体性者,它们是部分或细部;但作为事物和能力被把握时,它们在种上是相异的。因为理性的与无理性的在种上彼此相异,而从事于必然之物的与从事于偶然之物的亦在种上相异,正如在诸学问中亦可观照到的那样。因为几何学的部分是关于平面的观照和关于立体的观照,但单纯作为观照而言它们在种上相异;而文法学的部分是阅读部分、解释部分和批评部分,但作为某些观照和认识而言它们在种上彼此相异。然而单纯在非同质整体的情形中,作为整体之部分的诸部分在种上亦彼此相异。因此该整体亦被称为非同质整体,因为它是从彼此不同者的汇聚中成就的。可见,同一批事物以不同方式被把握时,在一方面被称为某物的诸部分,在另一方面在种上彼此相异,并无任何荒谬之处。
- 6.7τοῖς γὰρ γινώσκουσι, φησίν, ἡ γνῶσις τοῖς γινωσκομένοις ἐξομοιοῦται
τοῖς γινώσκουσι 为关涉或所有与格(“对认知者而言”),τοῖς γινωσκομένοις 则是由动词 ἐξομοιοῦται(中动态/被动态,“被同化于……”)所支配的宾语与格。主语为 ἡ γνῶσις,表明在认知主体中产生的认识同构于被认识的客体。
- 6.7ὡς αὐτὸ τοῦτο ἑνὶ καὶ ὡς αἰτίῳ πάντων ὑπερηπλωμένῳ τε καὶ ὑπερουσίῳ καὶ διὰ τοῦτο πάντα περιέχοντι ἀνεννοήτως τε καὶ ὑπερουσίως
此句为接在前面的 τῷ πρώτῳ(“对于第一者而言”)之后的同格说明性与格结构。αὐτὸ τοῦτο ἑνὶ(“因其自身便是一者”)与 αἰτίῳ(“作为原因”)均与 τῷ πρώτῳ 构成同格,并由修饰性分词 ὑπερηπλωμένῳ(超越展开的)与 περιέχοντι(包容的)共同修饰,在句法上强调了第一本原的超越统一性。
- 6.7πρὸς μὲν γὰρ τὴν ψυχὴν μέρη ἢ μόρια ὡς συμπληροῦντα τὴν ταύτης ὁλότητα ἐν συνθέσει θεωρούμενα κατὰ τὰς διαφόρους δυνάμεις καὶ ἐνεργείας αὐτῆς, ὡς δὲ πράγματα καὶ ὡς δυνάμεις λαμβανόμενα τῷ εἴδει διάφορά εἰσιν.
在此对举结构(πρὸς μὲν... ὡς δέ...)中,前一个分句省略了系动词 εἰσί,中性复数补足主格 μέρη ἢ μόρια 充当表语;中性复数分词 συμπληροῦντα 和 θεωρούμενα 修饰未明言的主语(灵魂的诸能力),与后半句的 ὡς δὲ πράγματα... διάφορά εἰσιν 形成严整对仗。
