- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:267.9-268.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯解释了亚里士多德为何无需论证便设定必然之物与偶然之物的区分,阐明两类领域中知识与存在的本原,并探讨了将灵魂作为整体划分为部分的方式以及状态与活动之间的区别。
διὰ τοῦτο ὑποκείσθω ταῦτα εἶπεν, ὡς μὴ ἀποδόσεως χρῄζοντα τοῖς μικρὸν παιδείας μετεσχηκόσιν. ὅτι δὲ καὶ ἐπιστήμης τελεωτέρας καὶ μείζονος τοῖς ἐν λόγοις δεομένη δυνάμεως ἡ περὶ τούτων σύστασις καὶ ἀπόδειξις ὡς εἰς θεωρίαν ἄγουσα μείζω, οὐδὲ τοῦτο ἄδηλον. διὰ ταῦτα οὖν ἄμφω ὥσπερ χαρισθῆναι αὐτῷ τὴν περὶ τούτων ὁμολογίαν ᾐτήσατο. γνώρισμα δὲ παραδίδωσι τῶν μὲν ἀναγκαίων τὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν αὐτῶν τὰς ἀρχάς, τῶν δὲ ἐνδεχομένων οὐδέν, ἀλλὰ μόνον ὀνομάζει αὐτὰ ἐνδεχόμενα. τοῦτο δὲ πεποίηκεν, ὡς προχείρου πᾶσι προκειμένης τῆς γνώσεως τῶν ἐνδεχομένων, ἅτε καὶ οἰκείων ὄντων μάλα τοῖς γενητοῖς ἡμῖν καὶ φθαρτοῖς. ἀρχὰς δὲ ὠνόμασεν ἢ τὰς τῆς γνώσεως ἢ τὰς τῆς ὑπάρξεως. τῆς μὲν γὰρ γνώσεως ἀρχαὶ οἱ ὅροι καὶ τὰ ἀξιώματα ἐπί γε τῶν ἀναγκαίων, τῆς δὲ ὑπάρξεως τὰ ποιητικὰ καὶ τὰ τελικά. ταῦτα γὰρ μόνα κυρίως αἴτια, ὅτι καὶ μόνα τῶν αἰτιατῶν ἐξήρτηται.1 τῶν δὲ ἐνδεχομένων, εἰ καὶ μὴ αὐτὸς εἶπεν, ἐνδεχόμεναι καὶ αἱ ἀρχαὶ τῆς γνώσεως ἅμα καὶ τῆς ὑπάρξεως, τῆς μὲν γνώσεως αἱ ἔνδοξοι τῶν προτάσεων, τῆς δὲ ὑπάρξεως ὅσα τῶν ποιητικῶν καὶ τῶν τελικῶν καὶ μὴ εἶναι καὶ ἐνεργεῖν ἐνδέχεται ποτε, ὡς τὸν οἰκοδόμον καὶ τὸν ἀνδριαντοποιόν·2 ἃ δὴ ποιητικά ἐστιν ἢ ταῦτά ἐστιν. εἰ δὲ καὶ εἰδικὰ αἴτια ταῦτα λέγεται, οὐδὲν ἄτοπον· πολλάκις γὰρ εἰς αὐτὸν ἄμφω ταῦτα συνέτρεχον. καὶ ἰατρὸς μὲν καὶ ὑγίεια, ὁ μὲν ποιητικόν, ἡ δὲ τελικόν. τὸ δὲ τὸν αὐτὸν τρόπον διαιρετέον εἴρηται, διότι διάφοροι τρόποι τῆς διαιρέσεως, οἷον ἀπὸ γένους εἰς εἴδη καὶ ἀπὸ εἴδους εἰς ἄτομα καὶ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα καὶ ἕτεροι πλείονες, ὧν εἷς ἐστι τρόπος καὶ ὁ τὸ ὅλον εἰς τὰ μέρη διαιρῶν· ᾧ καὶ ἐνταῦθα ἐχρήσατο πρότερόν τε καὶ νῦν, ὡς ἀσώματον ὁλότητα συγκειμένην ἐξ ἀσωμάτων μερῶν τῶν ἐν αὐτῇ θεωρουμένων δυνάμεων τὴν ψυχὴν διαιρῶν,3 ἃ δὴ τῆς μὲν ψυχῆς μέρη καλοῦμεν. τῆς δὲ κοινοτέρας καὶ γενικωτέρας δυνάμεως εἴδη τάττομεν· διὰ τοῦτο καὶ μέρη ταύτας καὶ δυνάμεις καὶ εἴδη λέγομεν, πρὸς ἄλλο καὶ ἄλλο λαμβάνοντες, ἐπεὶ καὶ αὐτὴ ἁπλῶς ἡ ψυχὴ ἐντελέχεια πρώτη σώματος λεγομένη φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ὡς τὸ ἐπίστασθαι λέγεται ἐντελέχεια, ὅπερ ἐστὶν ὡς ἕξις ἀλλ’ οὐχ’ ὡς τὸ θεωρεῖν, ὅπερ ἐστὶ τὸ ἐνεργεῖν καὶ προχειρίζεσθαι. οὕτω γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ Β Περὶ ψυχῆς ἡμῖν παραδίδωσιν. ἡ δὲ ἕξις πρὸς τὴν ἁπλῶς δύναμιν ἐντελέχεια λέγεται, πρὸς δὲ τὴν ἐνέργειαν καὶ προχείρισιν δύναμις, ὡς ἡ ἐν τῷ κοιμωμένῳ γεωμέτρῃ γεωμετρία.
因此他说“设这些被假定”,因为对于稍受过教育的人而言,这些并不需要阐明。而关于这些事物的确立与论证由于导向更重大的观照,因而需要更完备的知识以及对于从事论辩的人而言更大的能力,这一点亦非不明显。因此由于这两重原因,他请求关于这些事物的认同能够如同恩惠一般被赋予他。他给出的关于必然之物的特征是其本原不可能处于其他状态,而关于偶然之物则没有给出任何特征,只是称它们为偶然的。他之所以这样做,是因为关于偶然之物的知识对于所有人而言都唾手可得,毕竟它们对于我们这些生成与消灭之物而言极为切近。而他所说的本原,或是指知识的本原,或是指存在的本原。因为至少就必然之物而言,知识的本原是定义和公理,而存在的本原是动力因和目的因。因为只有这些才是严格意义上的原因,因为也只有结果是依附于它们的。而在偶然之物中,即便他自己没有言明,知识的本原与存在的本原同样都是偶然的,知识的本原是公认的命题,而存在的本原是动力因与目的因中那些有时可能不存在且不活动的因,例如建筑师和雕刻家;这些确实是动力因,或者属于此类。若这些亦被称为形式因,也并无荒谬之处;因为这两者往往汇聚于同一事物。例如医生与健康,前者是动力因,后者是目的因。至于说“须以同样的方式进行划分”,是因为划分的方式多种多样,例如从属到种、从种到个体、从同音异义词到不同含义,以及其他诸多方式,其中一种方式就是将整体划分为部分;他在此处先前和现在也都使用了这种方式,将灵魂作为一个由无形体的部分即其内部被观察到的诸能力所构成的无形体的整体来进行划分,我们确实称这些为灵魂的部分,而将其归为更普遍、更具属的地位的能力的种;为此我们将这些称为部分、能力和种,依不同的关联来理解它们,因为单纯而言的灵魂自身亦被称为“潜能上具有生命的自然的有机身体的第一现实性”,正如具有知识被称为现实性一样,这种现实性是作为一种状态,而不是作为观照,后者乃是现实活动并将其付诸实施;因为亚里士多德本人在《论灵魂》第二卷中亦如此传授给我们。而状态相对于单纯的潜能被称为现实性,但相对于活动和实施则被称为潜能,如同沉睡中的几何学家身上的几何学一样。
- 6.6ταῦτα γὰρ μόνα κυρίως αἴτια, ὅτι καὶ μόνα τῶν αἰτιατῶν ἐξήρτηται
ἐξήρτηται 是完成时被动/中动态形式,因其前缀 ἐξ- 而支配属格 τῶν αἰτιατῶν,表达结果对原因的依附关系(即“结果依附于/悬于它们之上”)。主语 ταῦτα(动力因与目的因)由此被表述为诸结果所悬属的基础。
- 6.6ὡς τὸν οἰκοδόμον καὶ τὸν ἀνδριαντοποιόν
尽管前句使用的是主格结构(ὅσα τῶν ποιητικῶν καὶ τῶν τελικῶν ... ἐνδέχεται),但在通过 ὡς 引入具体例证时却使用了宾格。这是举例时的省略结构,可理解为省略了言说动词(如 λέγω)的宾语,或是受潜在不定词结构影响的宾格。
- 6.6ὡς ἀσώματον ὁλότητα συγκειμένην ἐξ ἀσωμάτων μερῶν τῶν ἐν αὐτῇ θεωρουμένων δυνάμεων τὴν ψυχὴν διαιρῶν
分词 διαιρῶν 的直接宾语是后置的 τὴν ψυχὴν,而置于其前的 ἀσώματον ὁλότητα 构成了宾语的同位语或补足语(“将灵魂作为一个无形体的整体来划分……”)。συγκειμένην 修饰 ὁλότητα,其后由 ἐξ 引导的介词短语具体阐明其构成成分。
