- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:266.5-267.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德在《尼各马可伦理学》卷六开篇(1139a3)中根据对象(必然之物与偶然之物)将灵魂具理性部分一分为二的做法,运用动物依栖息地分类的比喻进行阐释,并说明了该区分作为公认前提而毋需证明的自明性。
" Πρότερον μὲν οὖν ἐλέχθη δύο μέρη εἶναι τῆς ψυχῆς, τὸ λόγον ἔχον καὶ τὸ ἄλογον· νῦν δὲ περὶ τοῦ λόγον ἔχοντος τὸν αὐτὸν τρόπον διαιρετέον, καὶ ὑποκείσθω δύο τὰ λόγον ἔχοντα, ἓν μὲν ᾧ θεωροῦμεν τὰ τοιαῦτα τῶν ὄντων, ὧν αἱ ἀρχαὶ μὴ ἐνδέχονται ἄλλως ἔχειν, ἓν δὲ ᾧ τὰ ἐνδεχόμενα." Καὶ ἐν τοῖς προτέροις βιβλίοις εἴρηκεν ὁ φιλόσοφος, διττῶς λαμβάνεσθαι καὶ ἐν τῷ ἀνθρώπῳ τὸ λογικόν, τὸ μὲν ὡς λόγον ἔχον καὶ χρώμενον, τὸ δ’ ὡς λόγῳ ἐπιπειθές, ἅτε μὴ ἔχον αὐτὸ λόγον οἰκεῖον καὶ διὰ τοῦτο οὐδὲ χρῆσθαι λόγῳ δυνάμενον (πῶς γὰρ τὸ χεῖρον τῷ κρείττονι χρήσεται;) ἀλλ’ ὑπεῖκον ὡς χεῖρον τῷ κρείττονι καὶ πειθόμενον καὶ διὰ τοῦτο οὐ λογικόν, τὸ μὲν κατὰ θάτερον τῶν τρόπων, τὸ δὲ κατὰ θάτερον. πρότερον μὲν οὖν περὶ τοῦ τῷ λόγῳ ἐπιπειθοῦς καὶ τῶν μετ’ αὐτοῦ κατορθουμένων ἀρετῶν ὑπὸ τοῦ λόγου ἐδίδαξε, πείθοντος αὐτῷ καὶ εἰς τὸ ἀγαθὸν καὶ λυσιτελὲς καὶ ὠφέλιμον ἄγοντος, νῦν δὲ τὸ λόγον ἔχον ὑποδιαιρεῖ τῆς ψυχῆς καὶ δύο λαμβάνει εἴδη, ἤτοι μέρη αὐτοῦ. καὶ τούτου λέγει διαφορὰς εἶναι διαιρετικὰς κατὰ τὰ ὑποκείμενα, περὶ ἃ ἰδίᾳ μὲν θάτερον, ἰδίᾳ δὲ θάτερον τῶν μερῶν καταγίνεται. ἐπεὶ γὰρ τῶν πραγμάτων τὰ μὲν ἀναγκαῖα, τὰ δ’ ἐνδεχόμενα, τὸ μὲν εἶναί φησι τῶν εἰδῶν ἢ μερῶν περὶ τὰ ἀναγκαῖα, τὸ δὲ περὶ τὰ ἐνδεχόμενα. ὡς γὰρ ἐπὶ τῆς τοῦ ζῴου διαιρέσεως κατὰ διαφόρους τρόπους λαμβάνοντες τὰς διαφορὰς ἔστιν οὗ καὶ κατὰ τὰς κατὰ τόπους διατριβὰς διαιροῦμεν εἰς τὰ εἴδη αὐτῶν, τὰ μὲν τῶν ζῴων χερσαῖα λέγοντες, τὰ δ’ ἔνυδρα, οὕτω καὶ ἐπὶ τῶν δυνάμεων, ἤτοι μερῶν τῆς ψυχῆς οὐκ ἀνοίκειον ποιεῖσθαι διαίρεσιν ἀπὸ γένους εἰς εἴδη ἢ ἀπὸ ὁλικωτέρου εἰς μερικώτερον κατὰ τὰ ὑποκείμενα, περὶ ἃ ἐνεργοῦσι καὶ περὶ ἃ καταγίνονται. οἷον γάρ τινες τοπικαί εἰσι διατριβαὶ τὰ ὑποκείμενα ταῖς δυνάμεσι, περὶ ἃ τὰς οἰκείας ἐνεργείας ἐνδείκνυνται. ἐπεὶ δὲ τοῦτο οὐκ ἀποδείκνυσιν ἢ τῇ ἐναργείᾳ τῶν πραγμάτων ἀρκούμενον,1 ἢ ὡς πολλοῦ λόγου δεόμενον καὶ παρέλκουσαν πρὸς τὴν παροῦσαν πραγματείαν τὴν μεταχείρισιν τῆς τούτου ἀποδείξεως λογιζόμενος, διὰ τοῦτο ὑποκείσθω φησὶ δύο τὰ λόγον ἔχοντα, οἷον λαμβανέσθω ὡς ὁμολογούμενα. ὅτι γὰρ τῶν πραγμάτων τὰ μὲν ὄντα, τὰ δὲ καὶ τῶν γινομένων τὰ μὲν ἀναγκαίως τὰ δ’ ἐνδεχομένως γινόμενα, δῆλον παντὶ2 τῷ πρὸς μικρὸν μετεσχηκότι συνέσεως. ὅτι γὰρ εἰσί τινα νοητὰ καὶ ἕτερα αἰσθητά, πάνυ ὀλίγοι ἠγνόησαν τῶν ἐπιστησάντων τοῖς πράγμασιν, ὥσπερ καὶ ὅτι εἰσὶ τὰ μὲν ἀναγκαίως τὰ δ’ ἐνδεχόμενα, ἀναγκαίως μὲν ὡς ἀνατολαὶ καὶ δύσεις ἀστέρων καί τινων ἐκ τούτων πλησιασμοὶ καὶ ἀποστάσεις πρὸς τὰ τῆς γῆς διάφορα κλίματα, ὧραι τε τοῦ ἔτους καὶ ἡμέραι καὶ νύκτες ἀλλήλας διαδεχόμεναι καὶ ὅσα ἕτερα τούτοις σύστοιχα· νῖκαι δὲ καὶ ἧτται τῶν μαχομένων ἐνδεχόμεναι καὶ ἐξ ἑτέρων εἰς ἑτέρους μεταβαλλόμεναι καὶ ἐνέργειαι καὶ πράξεις ἀνθρώπιναι καὶ ἄλλα τοιαῦτα πολλά, ὧν περιττὸν ἦν ἀπαριθμεῖν τὸ καθέκαστον.
“因此,先前曾说过灵魂有两个部分,具有理性的部分和无理性的部分;但现在关于具有理性的部分,须以同样的方式进行划分,且设具有理性的部分有两个:其一是我们借以观照其本原不可能处于其他状态的那类存在者,其二则是借以[观照]可能处于其他状态的存在者。” 哲学家在前几卷中也曾说过,在人身上,理性之物亦作双重理解:一者作为具有并运用理性,另一者作为顺从理性,因为它自身并不具有固有的理性,由此甚至不能运用理性(因为较劣者何以能运用较优者呢?),而是作为较劣者顺服并遵从较优者,由此并非[固有意义上的]理性之物;一者依两种方式之一,另一者依另一种方式。因此,先前他阐述了顺从理性的部分,以及由理性在劝导它并将其引向善、有利和有益之物时同它一道促成的那些德性;而现在他则对灵魂中具有理性的部分作进一步划分,取其两个种,亦即两个部分。他说,此[具有理性的部分]的划分性差异取决于各部分各自所从事的底层对象。因为在事物中,有些是必然的,有些是偶然的,故他说,诸种或诸部分之一关涉必然之物,另一者则关涉偶然之物。正如在动物的划分中,我们以不同方式选取种差,有时亦根据各地域的栖息地划分出它们的种,称某些动物为陆生动物,某些为水生动物;同样,就灵魂的诸能力即诸部分而言,依其所活动并从事的底层对象,从属到种,或从更概括者到更局部者进行划分,并非不当。因为诸能力借以展现其固有活动的底层对象,就像是某种地域性的栖息地。但他并未对此进行论证,或是满足于事物的自明性,或是考虑到对此进行证明的处理需要冗长论述且对当前的论著而言实属拖沓,因此他说“设具有理性的部分有两个”,意即当作已被公认之事来接受。因为在事物中,有些是[恒常之]存在,而在生成之物中,有些必然生成,有些则偶然生成,这对任何稍具见识之人都是显而易见的。因为存在某些理智对象以及另一些感觉对象,凡曾用心于事物者极少有人不知晓;同样,事物有些是必然的,有些是偶然的:必然者如星辰的升落、其中某些星辰相对于地球各气候带的接近与远离、交替循环的四季以及昼夜,以及凡与这些属于同一系列的事物;而交战双方的胜败是偶然的且在彼此间转换的,人间的活动与实践以及许多其他此类事物〔亦是偶然的〕,将这些一一列举实属多余。
- 6.6ἀρκούμενον
该分词修饰主动词 ἀποδείκνυσιν 的主语(亚里士多德),并与后文的主格分词 λογιζόμενος 并列。此处未用预期的主格 ἀρκούμενος 而出现了宾格 ἀρκούμενον,应视为受前置代词 τοῦτο 的吸引同化,或是句法脱节(破格)现象。
- 6.6ὅτι γὰρ τῶν πραγμάτων τὰ μὲν ὄντα, τὰ δὲ καὶ τῶν γινομένων τὰ μὲν ἀναγκαίως τὰ δ’ ἐνδεχομένως γινόμενα, δῆλον παντὶ
这是 ὅτι 从句中省略系动词(εἰσί)的紧缩破格结构。在 τῶν πραγμάτων(事物)之下,恒常存在者(τὰ μὲν ὄντα)与生成者(τῶν γινομένων)相对立,后者又被进一步细分为必然生成的与偶然生成的。
