← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§264.32-266.4

向理智德性的过渡与灵魂的划分

厄斯特拉条评述《尼各马可伦理学》卷六开篇的引文(1138b35),阐明了从实践德性向理智德性(尤其是实践智慧与正确理性)过渡的论辩总体布局,进而考察了亚里士多德对卷二中灵魂划分的回溯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5

" Τὰς δὴ τῆς ψυχῆς ἀρετὰς διείλομεν καὶ τὰς μὲν τοῦ ἤθους ἔφαμεν, τὰς δὲ τῆς διανοίας. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν, περὶ ψυχῆς πρῶτον εἰπόντες, λέγομεν οὕτως." Πρὶν ἢ τὴν προκειμένην ῥῆσιν ἐξηγήσασθαι τοῦ Ἀριστοτέλους ἀναγκαῖον εἰπεῖν τι περὶ τῆς τοῦ λόγου διαθέσεως, ἣν ἐν τῷ Ζ τῶν Νικομαχείων Ἠθικῶν1 ὁ φιλόσοφος ἐξειργάσατο. προέθετο μὲν γὰρ ἐν αὐτῷ περὶ τῶν διανοητικῶν ἀρετῶν διδάξαι, ἱκανῶς ἡμῖν ἐν τοῖς πρὸ τούτου βιβλίοις περὶ τῶν πρακτικῶν παραδούς, ὡς ἂν εἴη αὐτῷ ἐντελὴς ἡ περὶ ἀρετῶν πραγματεία,2 μηδενὸς λειπομένη τῶν ἀνηκόντων αὐτῷ. ἀλλ’ ἐπεὶ περὶ τῶν πρακτικῶν ἀρετῶν λέγων πρὸ τούτου, τοῦ ὀρθοῦ λόγου πολλάκις ἐμνημόνευσεν, ὡς κατ’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ κατορθουμένων τῶν πράξεων (οὐκ ἦν δὲ αὐτόθεν γνώριμον, τίς τε ὁ ὀρθὸς λόγος ἐστὶ καὶ πῶς κατ’ αὐτὸν αἱ πράξεις εὐθύνονται καὶ ὑπ’ αὐτοῦ κατορθοῦνται καὶ πῶς ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁδὶ περιγίνεσθαι πέφυκεν), ἀναγκαίως ὁ περὶ τούτου λόγος ἐπηκολούθησε. διὰ τοῦτο καὶ περὶ τῆς φρονήσεως διδάξαι προέθετο, ἥτις ὁ ὀρθὸς λόγος ἐστίν. ἐπεὶ δὲ διανοητική ἐστιν ἡ φρόνησις ἀρετὴ καὶ ὁμογενεῖς ἑαυτῇ ἔχει καὶ ἑτέρας τῆς ψυχῆς ἕξεις, ἀκολούθως διδάσκει καὶ περὶ τούτων. αὗται δέ εἰσι τέσσαρες, ἵν’ οὕτως ἐροῦμεν ὁλοσχερέστερον, τέχνη ἐπιστήμη σοφία νοῦς. πρῶτον μὲν περὶ τοῦ ὀρθοῦ παραδίδωσι λόγου καὶ τῆς φρονήσεως, ἐπεὶ καὶ πολλάκις περὶ αὐτῆς ἐμνημόνευσεν, ἐν οἷς περὶ τῶν πρακτικῶν ἀρετῶν διελάμβανεν, ὀρθόν τε λόγον κατονομάζων αὐτὴν καὶ φρόνιμον ἄνδρα τὸν κατ’ αὐτὸν ἐνεργοῦντα καὶ πράττοντα. ἵν’ οὖν τά τε λεγόμενα συνεχῆ ὑπάρχῃ καὶ πρὸς ἄλληλα καὶ μὴ ἐπὶ πλεῖον ὦμεν ἀνεννόητοι τοῦ ὀρθοῦ λόγου, οὗ πολλάκις πρότερον ἐμνημόνευσε, διδάσκει πρῶτον περὶ αὐτοῦ καὶ οὕτως ἐφεξῆς περὶ τῶν λοιπῶν διανοητικῶν ἕξεων τῇ προσηκούσῃ τάξει ἐν πάσαις χρώμενος· ἄλλως τε ἐπεὶ καὶ ἡ φρόνησις μεταξὺ διανοητικῶν καὶ πρακτικῶν ἕξεων, καὶ πῇ μὲν λογισμὸς καὶ λογιστικὸν ὀνομάζεται, πῇ δὲ νοῦς πρακτικός, ἐκεῖνο μὲν ὅτι ἐν διανοίᾳ καὶ ἐκ διανοίας ἐστί, τοῦτο δὲ ὅτι περὶ τὰ πρακτὰ καταγίνεται καὶ περὶ τῶν ἀρετῶν συλλογίζεται, ἔδει καὶ μέσην ταχθῆναι3 τὴν περὶ ταύτης διδασκαλίαν τῶν θεωρητικῶν καὶ πρακτικῶν ἕξεων. καὶ ταῦτα μὲν περὶ τῆς διαθέσεως ᾗ Ἀριστοτέλης ἐχρήσατο, μεταβαίνων ἀπὸ τῶν πρακτικῶν ἐπὶ τὰς διανοητικὰς ἀρετάς. ἐπανέλθωμεν δὲ πρὸς τὴν λέξιν καὶ ἐροῦμεν περὶ αὐτῆς θεοῦ διδόντος τὰ προσήκοντα. βουλόμενος τοίνυν ἑαυτὸν ἐμβαλεῖν εἰς τὴν περὶ τοῦ ὀρθοῦ λόγου διδασκαλίαν Ἀριστοτέλης καὶ τῇ διαιρετικῇ χρήσασθαι μεθόδῳ, πρὸς τὸ εὑρεῖν τίς οὗτός ἐστιν, ἀνατρέχει πάλιν ἐπὶ τὰ πρότερον εἰρημένα ἐν τῷ Β ταύτης τῆς πραγματείας,4 ἔνθα διῄρει τὰς ἀρετὰς τῆς ψυχῆς εἰς τὰς ἠθικὰς καὶ διανοητικάς. καὶ τὰς μὲν ἠθικὰς παραιτεῖται νῦν ὡς ἱκανῶς περὶ αὐτῶν εἰρηκώς, προτίθεται δὲ περὶ τῶν ὑπολοίπων διδάξαι, λέγω δὴ τῶν διανοητικῶν· αἷς καὶ τὴν φρόνησιν συντάττει, διότι λόγος τίς ἐστι καὶ αὐτὴ καὶ διάνοια περὶ τῶν πρακτέων συλλογιζομένη καὶ τό τε ἀληθῶς αἱρετὸν ἀνευρίσκουσα καὶ τὸν τρόπον, δι’ οὗ καταλαμβάνεσθαι πέφυκεν. ἐπεὶ δὲ καὶ περὶ ψυχῆς εἶπεν ἐν τῷ Β ὅσα ἦν ἱκανὰ τοῖς περὶ 〈τῶν〉 ἀρετῶν αὐτῆς ἐξετάζουσιν, ἀναμιμνήσκει νῦν ἡμᾶς ἐν συντόμῳ καὶ περὶ ἐκείνων. ἐκεῖ μὲν οὖν διῄρει τὴν ψυχὴν εἰς τὸ λόγον ἔχον καὶ τὸ ἄλογον, ἐνταῦθα δὲ τὸ ἄλογον καταλείπει ὡς περὶ αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ ἀρετῶν ἤδη εἰρηκώς, ὑποδιαίρεσιν δὲ τοῦ λόγου ἔχοντος ποιεῖ καὶ φησί·

“我们已经区分了灵魂的诸德性,并曾说有些属于品格,有些属于理智。因此,关于伦理德性,我们已经论述完毕;而关于其余的德性,在首先谈论了灵魂之后,我们这样来谈论。” 在解释亚里士多德眼前的这段话之前,有必要就哲学家在《尼各马可伦理学》卷六中所构作的论辩布局作一番说明。因为他在此卷中提议讲授理智德性,此前诸卷中已就实践德性向我们作了充分的传授,以便使他关于德性的探讨完备无缺,不遗漏任何属于它的内容。但是,由于在此前谈论实践诸德性时,他屡次提及正确理性,视诸种行为为依循它并由它所达致端正(然而何为正确理性,行为如何依循它而被引导并由它达致端正,以及这般理性如何自然地生成于人类灵魂之中,这些从字面上看并不显明),因而关于此事的论述便必然接续而来。正因如此,他也提议讲授关于实践智慧(明智)的内容,而这正是正确理性。既然实践智慧是一种理智德性,且拥有与自身同类的灵魂的其他诸品质,他随即便顺理成章地也讲授这些品质。粗略地说,这些品质共有四种:技艺、科学知识、智慧、理智。他首先传授关于正确理性与实践智慧,因为他在讨论实践德性之处也多次提及它,称其为正确理性,并称依循它而活动和行事的人为明智之人。因此,为了使所说之事相互连贯,并且使我们不再对他在前文多次提及的正确理性懵然无知,他首先讲授关于它的内容,然后如此依次讲授其余的理智品质,在一切之中运用适宜的秩序;更何况,实践智慧介于理智品质与实践品质之间,有时被称为推论与推论能力,有时被称为实践理智——前者是因为它存于思想中并源于思想,后者是因为它专注于可实践之事并就诸德性进行推演——因此,关于它的讲授也理当被置于理论性品质与实践性品质的中间。以上便是关于亚里士多德从实践诸德性过渡到理智诸德性时所采用的论辩布局。现在让我们回到文本本身,在神赐予启迪的前提下就其言说适宜之理。亚里士多德既然想要投身于关于正确理性的讲授,并运用划分法以探求何为此者,便再次溯及这部探讨的卷二中此前所言的内容;他在那里曾把灵魂的诸德性划分为伦理德性与理智德性。现在他将伦理诸德性置于一旁,视作已就它们作了充分论述,而提议讲授其余的德性,亦即理智德性;他将实践智慧也列入其中,因为实践智慧本身也是某种理性与思想,就应行之事进行推演,并寻获真正值得选择之物以及凭借何种方式使其得以自然把握。既然在卷二中他也就灵魂谈论了对于考察其诸德性的人而言足够充分的内容,他现在也向我们简要地提示那些内容。在彼处,他把灵魂划分为具有理性的部分与无理性的部分,而在此处,他将无理性的部分搁置,视作已论述了它及其相应的诸德性,而对具有理性的部分做进一步的细分,并说道:

语法注4 条
  1. 6.5ἐν τῷ Ζ τῶν Νικομαχείων Ἠθικῶν

    希腊字母 Ζ(Zeta)代表数字 6,指《尼各马可伦理学》第六卷。

  2. 6.5ὡς ἂν εἴη αὐτῷ ἐντελὴς ἡ περὶ ἀρετῶν πραγματεία

    由连词 ὡς ἄν 引导并后接希求式动词 εἴη 的目的从句,意为“以便使他关于德性的探讨完备无缺”。

  3. 6.5ἄλλως τε ἐπεὶ καὶ ἡ φρόνησις μεταξὺ διανοητικῶν καὶ πρακτικῶν ἕξεων ... ἔδει καὶ μέσην ταχθῆναι

    长因果句的句法结构。主句为 ἔδει καὶ μέσην ταχθῆναι(“关于它的讲授也理当被置于中间”),其前面由 ἄλλως τε ἐπεὶ(“尤其是因为……”)直至 συλλογίζεται 的整个长从句构成原因说明。其中 ἐκεῖνο μέν 与 τοῦτο δέ 分别对应并解释了前文为何称其为“推论的”以及为何称其为“实践理智”。

  4. 6.5ἐν τῷ Β ταύτης τῆς πραγματείας

    字母 Β(Beta)代表数字 2,指《尼各马可伦理学》第二卷(卷二 1103a14 及卷一末尾 1102a26 起关于灵魂与德性划分的讨论)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:264.32-266.4