← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§264.14-264.31

正确理性与其界标的两种解释

欧斯特拉提乌斯注解了亚里士多德关于必须规定灵魂诸德性中的正确理性及其界标(1138b32)的论述,对比了将“界标(horos)”理解为正确理性自身的定义,还是理解为被正确理性所规定的中道(目标)这两种语法解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4

" Διὸ δεῖ καὶ περὶ τὰς τῆς ψυχῆς ἕξεις μὴ μόνον ἀληθῶς εἶναι τοῦτ’ εἰρημένον, ἀλλὰ καὶ τὸ διωρισμένον τίς τέ ἐστιν ὁ ὀρθὸς λόγος καὶ τούτου τίς ὅρος." Εἰ καὶ ἀληθές φησι τὸ οὕτω λεγόμενον καθόλου, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ κατὰ τὴν ἰατρικὴν παραδείγματος οὐκ ἀρκεῖ πρὸς τὸ ἰατρικῶς ἐνεργεῖν τὸ τὸ εἰρημένον εἰδέναι καθόλου, οὕτως οὐδὲ ἐπὶ τῶν ψυχικῶν ἕξεων οὐ δεῖ μόνον εἰδέναι1 ὅτι ἀληθὲς τὸ εἰρημένον ἐστίν, ἤγουν ὅτι οὔτε ἐλάττω δεῖ πονεῖν οὔτε ῥαθυμεῖν, τουτέστιν ἀνίεσθαι, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθός, ἀλλ’ ἀναγκαῖον διορίσασθαι τόν τε ὀρθὸν λόγον τίς ἐστιν ἀποδιδόντας, καὶ τίς ὁ ὅρος αὐτοῦ. τοῦτο δὲ διχῶς ἔστι νοῆσαι· ἢ γὰρ ὡς ἐκ παραλλήλου ὂν τὸ αὐτὸ ὡς ταὐτὸν ὑπάρχον εἰδέναι τίς τε ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὁρισμὸς τοῦ ὀρθοῦ λόγου, ἢ τὸ μὲν πρότερον περὶ τοῦ ὀρθοῦ λόγου καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τὸ δὲ δεύτερον περὶ τοῦ μέσου,2 ὃς σκοπός ἐστιν ὑπὸ τοῦ ὀρθοῦ λόγου καταλαμβανόμενός τε καὶ ὁριζόμενος. καὶ ἴσως τοῦτ’ ἂν δόξειεν ἁρμοδιώτερον. δεῖ γὰρ καὶ τὸν ὀρθὸν λόγον εἰδέναι καὶ τὸ μέσον τί ἐστιν ἑκάτερον ἐπὶ τῶν κατὰ ψυχὴν ἕξεων. ἀλλὰ καὶ ὅρος τίς ἐστιν ὁ σκοπὸς τοῦ πρὸς αὐτὸν ἀφορῶντος ὡς περιορίζων τε καὶ ἱστῶν μέχρις ἑαυτοῦ τὴν ἐκείνου ὁρμήν.

“因此,关于灵魂的品质,也不仅应当真实地把这话说出,而且还必须规定何为正确理性,以及它的界标是什么。” 他说,即便这样普遍地说出的道理是真实的,但正如在取自医术的范例中,仅仅普遍地知道所说的事理不足以让人依医术而行动一样,在灵魂的诸品质上,亦不可仅知道所说之事是真实的——即既不可过少地劳作,也不可懈怠(亦即放松),而应当保持适中且遵循正确理性——而是必须通过给出何为正确理性以及何为它的界标,从而加以规定。而这可以从两方面来理解:因为要么是作为并列且同一的事情,把何为正确理性与何为正确理性的定义认作同一者而加以认知;要么是前一部分关于正确理性及其定义,而后一部分关于中道,而这一中道正是被正确理性所把握和规定的目标。或许后一种看法会显得更为切合。因为在关涉灵魂的诸品质上,人们必须同时知道何为正确理性与何为中道这二者。不仅如此,目标对于注视着它的人而言也是某种界标,因为它把那个人的冲动限定到其自身为止并使之停住。

语法注2 条
  1. 6.4οὐδὲ ἐπὶ τῶν ψυχικῶν ἕξεων οὐ δεῖ μόνον εἰδέναι

    双重否定词 οὐδὲ ... οὐ δεῖ 并不表示肯定,而是承接前文的否定句(οὐκ ἀρκεῖ ...),在灵魂品质的语境中引入并强化否定意,即“在……上亦不应当仅仅知道……”。

  2. 6.4ἢ γὰρ ὡς ἐκ παραλλήλου ὂν τὸ αὐτὸ ὡς ταὐτὸν ὑπάρχον εἰδέναι τίς τε ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὁρισμὸς τοῦ ὀρθοῦ λόγου, ἢ τὸ μὲν πρότερον περὶ τοῦ ὀρθοῦ λόγου καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τὸ δὲ δεύτερον περὶ τοῦ μέσου

    析取结构 ἢ ... ἢ ... 提出了对引文的两种理解方式。在第一种解读中,τίς τέ ἐστιν ὁ ὀρθὸς λόγος 与 τούτου τίς ὅρος 被视为同义并列(ἐκ παραλλήλου),意为“何为正确理性,即何为正确理性的定义”;在第二种解读中,前者关涉正确理性及其定义,而后者则指被正确理性所界定的中道(目标)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:264.14-264.31