← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§263.1-264.13

医术的比喻与中道具体适用的必要性

埃乌斯特拉提奥斯注解了亚里士多德在1138b25处通过医术的类比指出关于中道与正确理性的普遍论述虽然真实却并不明晰的论点,阐明了在伦理德性中正如在身体医治中一样,必须将普遍尺度具体细分并适用于各个不同领域与个别情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3

" Ἔστι δὲ τὸ μὲν εἰπεῖν οὕτως ἀληθές, οὐδὲν δὲ σαφές. καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις ἐπιμελείαις, περὶ ὅσας ἐστὶν ἐπιστήμη, τοῦτο ἀληθὲς εἰπεῖν, ὅτι οὔτε πλείω οὔτε ἐλάττω δεῖ πονεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος. τοῦτο δὲ μόνον ἔχων ἄν τις οὐθὲν ἂν εἰδείη πλέον, οἷον ποῖα δεῖ πρὸς τὸ σῶμα, εἴ τις εἴποι ὅτι ὅσα ἡ ἰατρικὴ κελεύει καὶ ὡς ὁ ταύτην ἔχων." Ἐπειδὴ εἶπε, τί ὁ ὀρθὸς λόγος ἐστίν, ὃν ἔχων ὁ ἄνθρωπος καὶ χρώμενος αὐτῷ τὰς ἐνεργείας μετρεῖ καὶ τὰς ὁρμὰς τῶν παθῶν καὶ τὸ μέσον εὑρίσκει καὶ αὐτὸ κατορθοῖ τὰς ἑκατέρωθεν ὑπερβολὰς καὶ ἐλλείψεις ἀποπεμπόμενος καὶ οὕτως ἑαυτῷ περιποιεῖται τὰς κατὰ τὰς ἀρετὰς ἕξεις, ἦν δὲ συγκεχυμένον τὸ οὕτω λεγόμενον καὶ οὔπω δῆλον ἦν τίς τε ὁ ὀρθὸς λόγος καὶ ὅπως χρηστέον ὡς μέτρῳ αὐτῷ, ἵνα κατὰ σκοπὸν ἐνεργοῦντες τὸ μέσον εὑρίσκωμεν, ἔδει δὲ διελεῖν καὶ τὸ ῥηθὲν ποιῆσαι σαφέστερον, διὰ τοῦτό φησιν1 ὅτι τὸ οὕτως εἰπεῖν, ὡς εἴπομεν, ἀληθὲς μέν, οὐχὶ δὲ καὶ σαφές, διότι καὶ ταῖς ἄλλαις σπουδαῖς, περὶ ὅσας λόγος τις τεχνικὸς ἢ ἐπιστημονικός ἐστιν, ἀληθὲς τὸ οὕτως εἰπεῖν, ὥστε μηδὲ εἶναι πονεῖν ἢ ἀνίεσθαι τοῦ συμμέτρου ἐλάττονα ἢ πλείονα, ἀλλ’ ἀρχομένους τῆς ἐνεργείας ἥκειν μέχρι τοῦ μέσου μηδὲν ἐλλείποντας, περαιτέρω δὲ προστιθέναι μηδέν, καὶ ἐπεὶ κοινὸν τοῦτο πάσαις ταῖς ἐπιμελείαις καὶ ταῖς σπουδαῖς, ταῖς τε κατὰ πρᾶξιν ταῖς τε κατὰ μόνην διάνοιαν, συγκέχυται διὰ τὴν κοινότητα καὶ ἀσαφές ἐστι πρὸς ἑκάστην σπουδὴν διὰ τὸ μηδεμιᾶς ἴδιον θεωρεῖσθαι μέσον καὶ σύμμετρον ἐκ μόνου τοῦ λέγειν οὑτωσί, ὥστε δεῖ τοῦτον τὸν λόγον ὁλοσχερῶς ἔχοντας εἰδέναι, διελόντας καὶ καθ’ ἑκάστην ἐπιμέλειαν τί τὸ ἴδιον αὑτῆς ἐστι μέτρον καὶ σύμμετρον, καὶ τοῦτο σκοπὸν ἔχοντας, πρὸς αὐτὸ τὴν σπουδὴν καταβάλλεσθαι. διότι δὲ πολλὰ τὰ πάθη καὶ πολλαὶ αἱ νόσοι αἱ τοῖς ἀνθρώποις συμβαίνουσαι, αἱ μὲν τὰ σώματα παρὰ φύσιν διατιθέμεναι, αἱ δὲ καὶ αὐτῶν τῶν ψυχῶν ἐφαπτόμεναι, ὡς καὶ τὰς δυνάμεις αὐτῶν ἐνίοτε βλάπτεσθαι, καὶ αὗται ἐναργεῖς καὶ δῆλαι καὶ αὐταῖς αἰσθήσεσι, διὰ τοῦτο ἐκ τῆς ἰατρικῆς εἰσάγει τὸ παράδειγμα σαφὲς ποιῶν τὸ λεγόμενον, ὅτι οὐκ ἔστιν ἱκανὸν τὸ κοινῶς ποιεῖσθαι τὰς παραδόσεις, ἀναγκαῖον δὲ καὶ κατ’ εἶδος καταμερίζειν καθ’ ἑκάστην ἐπιμέλειαν τὰ λεγόμενα, ἵν’ οὕτως ὁ λόγος σαφέστερος γίνοιτο ἑκάστῃ ἐφαρμοζόμενος. ὃ καὶ αὐτὸς ποιήσει ἐνταῦθα περὶ τῶν πρακτικῶν ἀρετῶν τὸν ὀρθὸν λόγον καὶ τὸ μέσον παραδιδούς. ἐπιμέλειαν δὲ ὀνομάζει τὴν οἱονεὶ θεραπείαν καὶ περιποίησιν καὶ εἰς τὴν κατὰ φύσιν ἀγωγὴν παντὸς πράγματος, ἀκολούθως τῷ κατὰ τὴν ἰατρικὴν παραδείγματι τὸ ὄνομα θέμενος. εἰ γάρ τις ἐρομένου τινός, ποῖα δεῖ πρὸς τὸ σῶμα προφέρεσθαι ὥστε ἢ παροῦσαν τὴν ὑγίειαν συντηρεῖν ἑαυτῷ ἢ ἀπογινομένην ἀνακαλεῖσθαι, εἴπῃ ὁ ἀποκρινόμενος,2 ὅτι ἐκεῖνα ὅσα ἡ ἰατρικὴ κελεύει καὶ οὕτως ὡς κελεύει ὁ ἰατρὸς ὁ ταύτην ἔχων τὴν τέχνην, οἷον εἴτε δεόντως παραμιγνύντας αὐτὰ εἴτε ὥραν καὶ χώραν καὶ ἡλικίαν καὶ νόσον σκοποῦντας εἴτε τινὰ παρατηρήματα ἕτερα, οὐκ ἀρκεῖ οὗτος ὁ λόγος εἰς ὑγίειαν τοῖς σώμασι διὰ τὸ κοινὸς εἶναι πᾶσι καὶ ἀδιάκριτος. πολυειδεῖς γὰρ αἱ ἐπιμέλειαι καὶ τῶν ὑποκειμένων περὶ ἃ ἑκάστην αὐτῶν δεῖ ἐνδείκνυσθαι, πολλὴ καὶ πολυσχιδὴς ἡ διαφορὰ καὶ ἄλλα καὶ ἄλλα ἐφ’ ἑκάστης ἐστὶ καὶ ἐφ’ ἑκάστου τὰ ὠφέλιμα καὶ πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κατὰ φύσιν κατόρθωσιν συμβαλλόμενα καὶ δεῖ τῆς ἁρμοττούσης ἐπιμελείας ἰδίᾳ καθ’ ἕκαστα.

“然而,这样说虽是真实的,却丝毫不明晰。因为在其他只要存在科学的关照事务中,这样说是真实的:既不可过多也不可过少地劳作或懈怠,而应当适中,且遵循正确理性的规定。但若仅仅持有这一点,人不会有更多的认识;正如在应当对身体施加何种事物的情形中,如果有人说:即医术所要求的一切,并且按照拥有医术者所要求的那样。” 在他阐明了何为正确理性——即人持有它并运用它来度量诸活动与情念的冲动,并寻获中道且成就它,摒弃两端的过度与不及,从而为自身获得符合德性的品质——之后,由于如此所说的内容仍是模糊的,且尚不清楚何为正确理性、应当如何将其作为尺度来运用以便我们依循目标展开活动而寻获中道,加之有必要对所说之物加以区分并使之更为明晰,因此他说,正如我们所说的那样去表述,固然是真实的,却并非同时是明晰的。因为在其他只要具有某种技艺性或科学性说明的追求中,如此表述亦是真实的:即既不可比匀称之度更少或更多地劳作与放松,而是在开始活动后达到中道而无所欠缺,亦不再增添任何多余之物。并且,既然这对于一切关照事务与追求而言——无论涉及实践还是仅涉及理知思考——都是共通的,那么它便因这种共通性而处于含混状态,且由于仅凭这种泛泛之言无法审视任何一门追求特有的中道与匀称,它对每一种具体的追求而言都是不明确的。因此,人在总括地掌握这一定义之后,还必须区分并认识在每一种关照事务中其特有的尺度与匀称究竟是什么,并以此为目标,向其投入自身的努力。又因为降临于人类的许多情念与疾病——其中一些使身体陷于反常状态,另一些甚至触及灵魂本身以致其机能有时遭受损害——即便对感官本身而言也是昭著而显然的,因此他从医术中引入范例,使所说的道理明晰起来:即单单普遍地进行讲授是不足够的,还有必要按照每一种关照事务将所说之物按种属加以细分,以便当说明契合于每一具体对象时能够变得更为明晰。他自己在此处传授关于实践德性的正确理性与中道时,亦将践行这一点。他将对任何事物所作的犹如治疗、调理与引导至顺从自然状态的活动称为“关照事务”,这是依循来自医术的范例而确立这一名称的。因为如果有人询问应当向身体施加何种事物以维护现有的健康或挽回正在失去的健康,而回答者却说:即医术所命令的一切事物,并且按照拥有此门技艺的医生所命令的方式——例如合宜地调配药物,或者考察季节、地域、年龄、病情以及某些其他观测条件——这一说明由于对所有人都是普遍且未加区分的,对于身体的健康而言便并不充分。因为关照事务是多样的,每一关照事务必须于其上展现自身的基础主体的差异亦是巨大且繁杂的,在每一种事务与每一个具体对象上,有益且有助于成就善与顺从自然之物各不相同,因而对每一个别对象都需要有与之相称的专门关照。

语法注2 条
  1. 6.3Ἐπειδὴ εἶπε, τί ὁ ὀρθὸς λόγος ἐστίν... ἦν δὲ συγκεχυμένον... ἔδει δὲ διελεῖν... διὰ τοῦτό φησιν

    主句为 διὰ τοῦτό φησιν ὅτι...。开头的 Ἐπειδὴ εἶπε... 是时间/原因从句,但随着注文篇幅的展开,插入了并列叙述成分(ἦν δὲ συγκεχυμένον... 和 ἔδει δὲ διελεῖν...),最终通过 διὰ τοῦτο(正因如此)重新引出主句动词 φησιν。

  2. 6.3εἰ γάρ τις ἐρομένου τινός, ποῖα δεῖ πρὸς τὸ σῶμα προφέρεσθαι... εἴπῃ ὁ ἀποκρινόμενος

    此处出现句法脱节(破格现象):句首假定句的主语本为 τις,但在插入属格独立结构 ἐρομένου τινός(有人询问时)之后,谓语动词 εἴπῃ 前重新补充了明确的主语 ὁ ἀποκρινόμενος(回答者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:263.1-264.13