- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:261.25-262.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德《尼各马可伦理学》卷六开篇文句(1138b21),阐明有理性的人如何在行动与情念中通过调节拉紧与放松来保持中道,并指出中道与匀称的维持不仅适用于伦理德性,亦通用于技艺与诸科学。
" Ἐν ἁπάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσιν ὡς καὶ ἐπὶ τῶν ἄλλων ἔστι τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων ἐπιτείνει τε καὶ ἀνίησι, καί τις ὅρος ἐστὶ τῶν μεσοτήτων, ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως οὔσας κατὰ τὸν ὀρθὸν λόγον." Εἰρημένας ἕξεις φησὶ περὶ ὧν ἤδη ἐδίδαξεν· αὗται δ’ εἰσὶν αἱ πρακτικαὶ ἀρεταί, αἵ τε γενικαὶ ὀνομαζόμεναι τέσσαρες καὶ αἱ ὑπ’ αὐτὰς ὡς εἴδη ἀναφερόμεναι. λέγει τοίνυν ὅτι ἐν πάσαις ταύταις σκοπός ἐστί τις, ὅτε τις κατ’ αὐτὰς ἐνεργεῖ· οὗτος δ’ ἐστὶν ὁ λόγον ἔχων, οὗτος δ’ ἐστὶν ὁ ἄνθρωπος, ὃς λογικὸς ὢν καὶ ὡς μέτρῳ τινὶ τῷ λόγῳ ἐν ταῖς πράξεσι χρώμενος.1 ἐπιτείνει μὲν ὅταν ἐλλιπῶς ἔχῃ τοῦ δέοντος ἡ ἐκ τοῦ πάθους προβαίνουσα κίνησις, ἀνίησι δὲ ὅταν ὑπερβάλλῃ, οἷον εἰ ἀμύνασθαι δέοι τὸν ἡμαρτηκότα, σκοπὸν ἔχει κατὰ τὸ σύμμετρον θέσθαι τὴν ἄμυναν. οὐκοῦν ἀκολουθήσει τῇ ὁρμῇ τοῦ θυμοῦ, ἀλλ’ ἐλαττώσει μὲν αὐτήν,2 εἰ πλέον τοῦ δέοντος διεγείροιτο, αὐξήσει δ’ αὖθις εἰ χαυνότερον ἢ δεῖ ἐρεθίζοιτο, καὶ οὕτως ἑκατέρωθεν ἐκκλίνων τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν ἐν τῷ μέσῳ στήσεται, καὶ προσήκουσαν τὴν παιδείαν 〈ἂν〉 ἐπενέγκῃ τῷ ἁμαρτήσαντι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς ἐπιθυμίας ἂν γένοιτο, οἷον εἴ τις τροφῆς ὀρέγοιτο εἴτε πόσεως οὔτε ἐνδώσειεν ἂν ἁπλῶς ἠθικὸς ἀνὴρ καὶ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργῶν τῇ τῆς ἐπιθυμίας ὁρμῇ, οὔτε μὴν ὡς ἔτυχεν ἀναχαιτίσει αὐτὴν ἀλλὰ τῷ τοῦ λόγου μέτρῳ χρησάμενος ἐν τῷ μέσῳ στήσει τὴν ὄρεξιν καὶ βρώσεται μὲν ὅτε δεῖ καὶ ὅπου δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὅπως δεῖ καὶ ὃ δεῖ καὶ ὅσα ἕτερα παρατηρεῖσθαι ἐν τούτοις πεφύκασιν ἄνθρωποι. ἐν τούτοις δὲ καὶ νόμοι προΐστανται καὶ ἔθη ἐθνῶν τε καὶ πόλεων, ὡς μέτρα καὶ αὐτὰ τεθειμένα τῶν παθῶν καὶ τῶν πράξεων. τὸ δὲ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων εἴρηται, ὅτι οὐ μόνον τῶν κατὰ τὰς ἀρετὰς ἕξεων τὰς ὑπερβολὰς καὶ ἐλλείψεις ἐκκλίνομεν κατορθοῦν βουλόμενοι τὸ ἁρμόδιον, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν. οἰκοδόμος τε γὰρ καὶ τέκτων καὶ ἀνδριαντοποιὸς σπουδάσει πανταχοῦ τὸ σύμμετρον τηρῆσαι ἔν τε πλήθει καὶ μεγέθει καὶ ἄλλοις ὅσοις ἐνδέχεται ἢ τὴν φύσιν μιμούμενος ἢ πρὸς τὴν χρῆσιν ἀφορῶν τοῦ κατασκευάσματος. οὐδὲν δὲ ἧττον καὶ ταῖς ἐπιστήμαις τηρεῖται τὸ σύμμετρον. μουσικὸς γὰρ ἀνὴρ καθ’ ἕκαστον τρόπον τὸ ἁρμόδιον αὐτῷ σπουδάσει κατὰ τὸ μέτρον, ἄλλο μὲν ἐπὶ τοῦ Δωρίου εἰ τύχοι τρόπου, ἄλλο δ’ ἐπὶ τοῦ Φρυγίου καὶ ἄλλο ἐπὶ τοῦ Λυδίου, κἀπὶ τῶν ἄλλων ὡσαύτως, ὡς ἐπὶ τοῦδε μὲν τήνδε ἀνιέναι τὴν χορδήν, τὴν δ’ ἐπιτείνειν, ἐπὶ τούτῳ δ’ ἄλλην, ὅπως πληττόμεναι οἰκείως τῷ τρόπῳ τὸ μέλος καὶ τὴν ᾠδὴν ἀπαρτίζωσιν, ἀποτελουμένων ἁρμοδίως τῶν ἀπηχήσεων κατὰ ὀξύτητα καὶ βαρύτητα. ἀλλὰ καὶ εἰ σύμμετρον ἐρεῖς ἐπὶ τῶν ἐπιστημῶν τὸ ἀψευδές τε καὶ ἀληθές, οὐδὲ τοῦτο ἀνοίκειον. ταῖς γὰρ ἐπιστήμαις οὐδὲν ἁρμοδιώτερον οὐδὲ σκοπιμώτερον ὡς τὸ εἰδέναι τὸ ἀληθὲς διὰ μέσης τῆς αἰτίας τοῦ πράγματος.3 τριῶν δὲ λαμβανομένων καθ’ ἃ αἱ ἐνέργειαι τῶν ψυχικῶν δυνάμεων, ὑπερβολῆς καὶ ἐλλείψεως καὶ τῆς μεταξὺ τούτων μεσότητος, τὰς μεσότητας ἔφη μόνον κατὰ τὸν ὀρθὸν εἶναι λόγον. αἱ γὰρ ἀκρότητες κἂν ὑπ’ αὐτοῦ καὶ αὐταὶ κρίνωνται, ἀλλ’ ὡς γνωστὰ μόνον αὐτοῦ οὖσαι κρίνονται, οὐ μὴν οὐδ’ ὡς αἱρετά, ἐπεὶ καὶ παρ’ αὐτόν εἰσι καὶ ἔξω αὐτοῦ, ὡς καὶ πᾶν ἔξω τοῦ μέτρου τὸ ἄμετρον.
“因为在所有述及的品质中,如同在其他情形中一样,存在着某种目标,具有理性者注视着它来施加拉紧与放松;并且存在着中道的某种界限,我们说这些中道处于过度与不及之间,顺从正确的理性。” 他所谓的“述及的品质”,是指他已经讲授过的那些品质;这些就是实践的诸德性,即被称为类性的四种德性以及作为种归属于其下的诸德性。因此他说,在所有这些德性中,当有人依循它们展开活动时,都存在着某种目标;而这人就是具有理性者,也就是人——他作为理性的存在者,在行动中把理性当作某种尺度来使用。当源自情念的运动不及应有的程度时,他便拉紧;当它过度时,他便放松;例如,如果应当对犯过者施以报复惩诫,他的目标便是按照匀称来实行报复。因此,他绝不会盲从气魄的冲动,反而若它被激起得超过应有的限度,便会减损它;若它被挑动得比应有的更为松弛,便会再次增加它;这样,他从两端避开过度与不及,立足于中道,并对犯过者施加恰当的训诫。在欲望的情形中亦会发生同样的事情:例如有人渴望食物或饮料,一个具备道德且依从正确理性展开活动的人,既不会径直屈从于欲望的冲动,也不会随意地强行遏制它,而是运用理性的尺度将渴求确立在中道,在应当的时间、应当的地点、应当的限度、应当的方式、针对应当的对象而进食,并遵循人们在这类事情中天生所当遵守的其他一切条件。而在这些事情上,法律以及各民族与城邦的习俗亦起着主导作用,它们自身亦被设定为情念与行动的尺度。至于“如同在其他情形中一样”这句话,说的是我们为了成就合宜之物而避开过度与不及,不仅在符合德性的品质中如此,在诸技艺与诸知识(科学)中亦是如此。因为建筑师、木匠与雕塑家都会在数量上、大小上以及其他一切可能的方面,或通过模仿自然,或着眼于制作物的功用,竭力在各处保持匀称。而在诸科学中,匀称亦同样受到保持。因为音乐家在每一种调式中都会按照尺度去追求适于该调式之物:比如在多利亚调式中是一套,在弗里吉亚调式中则是另一套,在吕底亚调式中又是另一套,在其他调式中亦是如此,从而在这一调式中放松这根琴弦而拉紧那根琴弦,在另一调式中对另一根琴弦如此操作,以便当它们以适合该调式的方式被弹奏时,能够成就旋律与歌调,使音响依照高音与低音和谐地得以完成。然而,哪怕你说在诸科学中匀称就是无误与真实,这也并非不妥。因为对于诸科学而言,没有什么比通过事物的中介原因来获知真理更为切合、更具目的性的了。当灵魂机能的现实活动依循而生的三者——过度、不及以及处于其间的中道——被列出时,他说唯有诸中道是顺从正确理性的。因为两极端即使本身亦由理性来判定,却也仅仅是作为理性可认知之物而受到判定,绝非作为可选择之物,因为它们处于理性之外并游离于理性,正如一切无度之物都在尺度之外一样。
- 6.2ὃς λογικὸς ὢν καὶ ὡς μέτρῳ τινὶ τῷ λόγῳ ἐν ταῖς πράξεσι χρώμενος
关系节内部的破格(句法中断)结构:关系代词 ὃς 之后接分词 ὢν 与 χρώμενος,却没有出现直接的限定动词,句意随即由下一句的限定动词 ἐπιτείνει 与 ἀνίησι 承接。在句法上,既可补充系动词 ἐστί(“他是……运用理性者”),亦可视为句意在此中断并直接引出具有理性者的具体行动。
- 6.2οὐκοῦν ἀκολουθήσει τῇ ὁρμῇ τοῦ θυμοῦ, ἀλλ’ ἐλαττώσει μὲν αὐτήν
此处底本虽作推论小辞 οὐκοῦν,但从后文紧接的转折连词 ἀλλά(“因此他不会顺从……反而会减损它……”)来看,此处在句法上当读作带否定的 οὐκ οὖν(“因此……不”),与后文的 ἐλαττώσει 等动词构成否定与肯定的对比。
- 6.2διὰ μέσης τῆς αἰτίας τοῦ πράγματος
形容词 μέσης 处于介词 διά 与名词 τῆς αἰτίας 之间的定语位置,意为“中介的”或“处于中间的”。在此指在科学认识中充当中项或中介原因的原因,科学正是经由这种中介原因而获知事物的真理。
