- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:260.11-261.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了理性如何统驭情念以保持中道从而确立实践德性,以及理性如何通过丰富经验与明智(实践智慧)获得正确性,并进而提出了对引文中“让我们将这加以区分辨明”一语的两种解释。
κρατουμένου δὲ καὶ κατασυρομένου ὅ τε λόγος διέστραπται καὶ αἱ ἁμαρτίαι τῶν δεόντων γίνονται. τοίνυν ὁ λογισμὸς τοῦ κρατοῦντος ἐν ἕξει γενόμενος τὰς ἀρετὰς κατορθοῖ καὶ τὸ μέτριον ἀεὶ καὶ τοῖς πάθεσιν ἐπιτίθησι καὶ ταῖς πράξεσι καὶ ἐν συμμετρίᾳ καὶ τὰ πάθη καὶ αἱ πράξεις εἰσὶν ὡς ἐν μέτρῳ γινόμενα. τὸ δὲ μέτρον αὐτοῖς ἡ τοῦ λογισμοῦ ἐπικράτεια καὶ ἐπιστασία δίδωσι. διὰ ταῦτα αἱ ἀρεταὶ περὶ πάθη καὶ πράξεις καταγίνεσθαι λέγονται, ὡς ἕξεις οὖσαι τοῦ τε λογισμοῦ, ὃς καὶ νοῦς πρακτικὸς ὀνομάζεται, καὶ αὐτῶν τῶν παθητικῶν λεγομένων δυνάμεων, θυμοῦ λέγω καὶ ἐπιθυμητικοῦ, τοῦ μὲν ἐπικρατεῖν συνηθίσαντος τῶν ἀλόγων ὁρμῶν καὶ ὀρέξεων διὰ πολλῆς προσοχῆς καὶ τριβῆς καὶ πρὸς τὰ πάθη ἐνστάσεως καὶ κατὰ τὸν συνεθισμὸν τοῦτον τὸ προσῆκον μέτρον αὐτοῖς παρέχοντος, τῶν δὲ ἐπικρατεῖσθαι καὶ ὑπείκειν τῷ κρείττονι. τούτων οὕτω διττῶς διωρισμένων, ἐξ ἀμφοῖν τῶν μεταχειρίσεων εἴη ἂν οἶμαι σαφές, πῶς περὶ πάθη καὶ πράξεις αἱ ἀρεταὶ καταγίνεσθαι λέγονται. ἀλλ’ ἐπανέλθωμεν ἤδη πρὸς τὴν προτεθεῖσαν ῥῆσιν τοῦ Ἀριστοτέλους. φησὶ τοιγαροῦν, ὅτι πρότερον μὲν εἰρήκαμεν ἐν μεσότητι πράξεων καὶ παθῶν τὰς ἀρετὰς θεωρεῖσθαι. πάθη δέ εἰσιν αἱ κατὰ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν τῆς ψυχῆς ὀρέξεις καὶ ὁρμαὶ καὶ πράξεις αἱ ἀπὸ τούτων κατὰ προαίρεσιν προϊοῦσαι ἐνέργειαι, τοῦ μὲν θυμικοῦ πρὸς ἄμυναν κινουμένου, τοῦ δ’ ἐπιθυμητικοῦ πρὸς ἀπόλαυσιν, ὧν δεῖ τὰς κινήσεις συμμέτρως ἔχειν εἰ μέλλοιτο κατορθοῦσθαι ἡ ἀρετή. ἡ δὲ συμμετρία μεταξὺ μετροῦντος καὶ μετρουμένου ἐστί. τὸ μὲν οὖν μετροῦν ὁ λόγος ἐστὶ τῆς ψυχῆς, ὃς καὶ λογικὸν καὶ λογισμὸς καὶ νοῦς πρακτικὸς ὀνομάζεται. λογισμὸς μέν, ὅτι λογίζει ἤγουν λογικὰ ποιεῖ, κατὰ μέθεξιν ἑαυτοῦ τὰ ἄλογα μέρη τῆς ψυχῆς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν πεφυκότα ἐν τῷ ἀνθρώπῳ ἐπιπειθῆ λόγῳ γίνεσθαι, καὶ ὅτι κρίνει καὶ ἐξετάζει πῶς χρηστέον ταῖς ὁρμαῖς τῶν παθητικῶν τούτων δυνάμεων, πρακτικὸς δὲ νοῦς ὅτι λογικὴ οὖσα καὶ νοερὰ δύναμις, ὅταν τὰς παθητικὰς δυνάμεις μεταχειρίζηται, τότε τὰς πράξεις ἀποτελεῖ. πράξεις δέ εἰσιν αἱ κατὰ προαίρεσιν τοῦ λόγου ἐνέργειαι. τὸ δὲ μετρούμενον ἡ τῶν παθῶν ἐστι κίνησις καὶ ἐνέργεια. δεῖ οὖν τὸν λόγον ἔχειν ὀρθῶς, ἵνα ὀρθῶς μετρῶν καὶ τῇ ἑαυτοῦ εὐθύτητι τὰ πάθη καὶ τὰς πράξεις παρατιθεὶς τὸ μέσον εὑρίσκῃ καὶ σύμμετρον καὶ τὸ ἀγαθὸν κατορθοῖ, ἐκκλίνων τὰ ἐφ’ ἑκάτερα, ἤτοι τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν. πῶς δ’ ἂν ὀρθῶς ἕξει ὁ λόγος ἐν τῷ ἀνθρώπῳ, ὥστε μέτρον γίνεσθαι τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἢ πρῶτον μὲν ἔφεσιν λαβόντι τοῦ ἀγαθοῦ καὶ βδελυξαμένῳ μὲν τὰς ἀμετρίας τῶν παθητικῶν ὁρμῶν καὶ ὀρέξεων, ποθήσαντι δὲ τὸ μετρίως καὶ ὡς δεῖ ἐνεργεῖν κατ’ αὐτὰ πειθηνίως πρὸς τὸν λόγον καὶ ὑπεικτικῶς ἔχοντα. ἔπειτα δὲ πολλὰ παθόντι1 καὶ πολλὰ μογήσαντι καὶ προσχόντι φιλοπόνως τοῖς κατὰ τὸν βίον πράγμασι καὶ διὰ πολυπειρίας μαθόντι ποῦ καὶ πότε καὶ πῶς αἱ ἀποπτώσεις καὶ κατορθώσεις ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι γίνονται. οὕτω γὰρ ἐν φρονήσει γενόμενος ὀρθόν τε ἕξει τὸν λόγον καὶ ἕκαστα παραμετροῦντα ὀρθῶς, ὡς μήτε τὴν ὑπερβολὴν αὐτὸν λανθάνειν μήτε τὴν ἔλλειψιν, ἃ φεύγων ἑκατέρᾳ περὶ τὸ μέσον καὶ σύμμετρον ἵσταται ἀμεταθέτως τούτου ἐχόμενος. τὸ δὲ τοῦτο διέλωμεν διχῶς ἔστιν ἐκλαβεῖν.2 ἢ γὰρ πῶς ὁ ὀρθὸς λέγεται καὶ διορίζεται, ἢ αὐτὸν τὸν ὀρθὸν λόγον λέγει. τὸ γὰρ ὁ ὀρθὸς λόγος· καὶ ἔστιν ὁ ὀρθὸς λόγος καὶ ἐν πράξεσι καὶ θεωρήμασιν· ἐκεῖ μέν, ἤγουν ἐν ταῖς πράξεσι, τὸ ἀγαθὸν ἀνευρίσκων καὶ περαίνων τὸ αἱρετὸν εἶναι αὐτόν (τοῦτο δέ ἐστι τὸ μέσον καὶ σύμμετρον), ἐκεῖ δὲ συνάγων τἀληθὲς καὶ ἐν ἑαυτῷ ἔχων αὐτὸ καὶ ἑτέροις παραδιδούς. ἢ τὸ διέλωμεν ἀντὶ τοῦ λεπτομερῶς διαιρήσομεν. ἃ γὰρ προλαβὼν περὶ τοῦ ὀρθοῦ λόγου εἴρηκε, παχυμερῶς λέλεκται καὶ συγκεχυμένως, νῦν δὲ διαιρήσει τὸν ἐν ψυχῇ λόγον εἰς τὸ λογιστικὸν καὶ θεωρητικόν, καὶ τοῦτο αὖθις εἰς τὰ ὑπ’ αὐτὰ εἴδη, καὶ οἰκείαν ἑκάστῳ ποιήσει τὴν περὶ ἑκάστου διδασκαλίαν.
然而,当理性被统驭并被拖拽沉沦时,理性便被歪曲,偏离应行之事的情形便会发生。因此,当支配者的推论进入某种品质(态势)中时,它便成就诸德性,并始终将适度赋予情念与行动;而情念与行动亦因处于度量之中而存在于匀称均整之中。推论的统辖与治理为它们赋予了这一度量。正因如此,诸德性被说成是围绕情念与行动展开的,因为它们既是推论——它亦被称为实践理智——的品质,亦是所谓受动机能本身——我指的是气魄与欲望机能——的品质:前者通过高度的警觉、历练以及对情念的抵御,习惯于统驭非理性的冲动与渴求,并依循这种习惯赋予它们妥适的尺度;而后者则习惯于被统驭并顺从于更优越者。既然这些事情已如此被双重地界定,我想,从这两种论述中都可以清楚看出,诸德性为何被说成是围绕情念与行动展开的。不过,现在让我们回到亚里士多德所提出的文句。因此他说,我们此前说过,德性是在行动与情念的中道中被观察到的。情念是顺从灵魂的气魄与欲望部分的渴求与冲动,而行动则是依循选择从这些情念中生发出来的现实活动;其中气魄部分被推动去报复,欲望部分被推动去享受;若德性要得以完成,它们的运动就必须保持匀称。而匀称存在于度量者与被度量者之间。度量者乃是灵魂的理性,它亦被称为理知部分、推论与实践理智。被称为推论,是因为它进行推论,即通过使非理性部分分有自身,从而使人类灵魂中本性适于顺从理性的非理性部分——气魄与欲望部分——变得具有理性,且因为它判定并审查应当如何运用这些受动机能的冲动;被称为实践理智,则是因为它虽是有理性的和理智的机能,但当它处理受动机能时,便成就各项行动。行动乃是顺从理性的选择而展开的现实活动。另一方面,被度量者乃是情念的运动与现实活动。因此,理性必须处于正确的状态,以便通过正确地度量,并将情念与行动与自身的正直相对照,从而发现中道与匀称,并成就善,避开处于两端的事物——即过度与不及。然而,在人身上,理性怎能处于正确状态以致成为情念与行动的尺度呢?这无非在于:首先,对善怀有企求,厌弃受动的冲动与渴求的无节度,并渴望顺从且臣服于理性,依照它们适度且如其应当的那样展开活动;其次,在于经历诸多磨砺,历尽艰辛,勤勉地关注生活中的实际事务,并通过丰富的经验获知情念与行动中的失误与正确成就在何处、何时以及如何产生。因为这样进入明智中的人,便会拥有正确的、能正确度量各事的理性,以致过度与不及都无法逃过它的审察;它避开这两端,围绕中道与匀称而确立,不可动摇地坚持着它。至于“让我们将这加以区分辨明”这句文句,可以从两种方式来理解:因为它要么指的是正确的理性是如何被言说和界定的,要么指的就是正确的理性本身。因为就“正确的理性”而言,正确的理性既存在于行动中,亦存在于观照的对象中:在前者,即在行动中,它探寻善并断定其自身是值得选择的(这便是中道与匀称);在后者中,它总结真理,将其保持于自身之中并传授给他人。或者,“让我们区分”是用来代替“我们将详细区分”;因为他此前关于正确的理性所说的话,乃是粗略且混淆地表述的,但如今他将把灵魂中的理性区分为推论的与观照的,并进而将此区分为归属于其下的诸种,并针对每一项作出适于每一项的教导。
- 6.1πῶς δ’ ἂν ὀρθῶς ἕξει ὁ λόγος ἐν τῷ ἀνθρώπῳ, ὥστε μέτρον γίνεσθαι τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἢ πρῶτον μὲν ἔφεσιν λαβόντι ... ἔπειτα δὲ πολλὰ παθόντι
此处采用了反问句式“πῶς ἂν ... ἢ ...”(“除了通过……之外,怎能……呢?”)。连词 ἢ 之后的一连串与格分词(λαβόντι, βδελυξαμένῳ, ποθήσαντι, παθόντι, μογήσαντι, προσχόντι, μαθόντι)在语法上呼应前文的“在人身上”(ἐν τῷ ἀνθρώπῳ),详细说明了人若要使其理性正确发挥功能所必须具备的条件。
- 6.1τὸ δὲ τοῦτο διέλωμεν διχῶς ἔστιν ἐκλαβεῖν
关于引文词句“τοῦτο διέλωμεν”(“让我们将这加以区分辨明”)的注解。厄斯特拉齐奥就指示代词 τοῦτο 的所指提出了两种解释:指“正确的理性是如何被言说与界定的”,还是指“正确的理性本身”,并进一步阐释了动词 διέλωμεν 的涵义(即从粗略的论述进展到详细的区分)。
