← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§258.31-260.11

正确理性的界定与灵魂诸部分的区分

厄斯特拉齐奥斯着手阐释《尼各马可伦理学》第6卷卷首引文(1138b18),在以往各卷将实践德性定义为中道的基础上,开始解析度量并规定该中道的“正确理性”。他区分了灵魂的有理性部分与非理性部分(气魄与欲望),并从逻辑与自然学角度阐明了它们作为潜在机能与作为现实情念及活动展开时的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#1

" Ἐπειδὴ τυγχάνομεν πρότερον εἰρηκότες ὅτι δεῖ τὸ μέσον αἱρεῖσθαι, μήτε τὴν ὑπερβολὴν μήτε τὴν ἔλλειψιν, τὸ δὲ μέσον ἐστὶν ὡς ὁ λόγος ὁ ὀρθὸς λέγει, τοῦτο διέλωμεν.1" Περὶ τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πρὸ τούτου βιβλίοις λέγων ὁ Ἀριστοτέλης, μεσότητα εἶναι τούτων ἑκάστην ἐτίθετο. ἡ δὲ μεσότης συμμετρία, ὥστε μήτε ὑπερβάλλειν μήτε ἐλλείπειν ἔν τε ταῖς πράξεσι καὶ τοῖς πάθεσι. περὶ ταῦτα γὰρ αἱ πρακτικαὶ ἀρεταὶ καταγίνονται τοῦ ὀρθοῦ λόγου μετροῦντος ἕκαστα. ὀρθὸς δὲ λόγος ὁ ἀπλανὴς καὶ ἀδιάστροφος, περὶ οὗ νῦν βούλεται διδάξαι ἡμᾶς καὶ διαρθρῶσαι προσηκόντως τὴν περὶ τούτου ἔννοιαν. δοκεῖ γὰρ συγκεχύσθαι τὸ οὕτω λεγόμενον. τὰ μὲν οὖν πάθη θυμὸς καὶ ἐπιθυμία, ὀρέξεις ἄμφω ἄλογοι, καθ’ ἃς ἡ ψυχὴ κινεῖται τῶν ὀρεκτῶν ἐφιεμένη τινός. ὁ μὲν θυμὸς κατὰ τὸ γαῦρον αὐτοῦ καὶ ἐπηρμένον, ὥστε ἢ δόξης τυχεῖν ἢ ἀμύνασθαι τὸν λυπήσαντα, ἡ δὲ ἐπιθυμία κατὰ τὸ λίχνον αὐτῆς, ὥστε ἢ ἡδέος ἐφικέσθαι τινὸς καὶ τερπνοῦ ταῖς αἰσθήσεσιν ἢ ἐν κτήσει γενέσθαι τινῶν, ἅπερ ἄνθρωποι κτᾶσθαι πεφύκασιν. ἐπεὶ δὲ ἄλογοι αἱ δυνάμεις αὗται, ἀλόγως καὶ πάσχουσιν, ἀλόγως καὶ ἐνεργοῦσιν, ἀπὸ πάθους πρῶτον ἀρχόμεναι. δεῖ οὖν αὐταῖς μέτρου κατ’ ἄμφω, κατά τε τὸ πάσχειν κατά τε τὸ ἐνεργεῖν, ὃ αὐταὶ ἀφ’ ἑαυτῶν εὑρίσκειν οὐ δύνανται. ὁ δὲ ὀρθὸς λόγος προϊστάμενος μετρεῖ αὐτὰς κατ’ ἀμφότερα, ἵνα καὶ συμμέτρως παθαίνωνται καὶ συμμέτρως τὰς πράξεις καὶ ἐνεργείας ἐνδείκνυνται, καθὰ δὴ καὶ ταῖς ἀρεταῖς τὸ εἶναί ἐστι. λέγεται δὴ τὸ συμμέτρως πάσχειν καὶ συμμέτρως ἐνεργεῖν, ὅταν ἐν ἕξει τῆς τούτων συμμετρίας ὁ ἄνθρωπος γένηται. ἀλλ’ ἐπεὶ καὶ ἔτι σαφηνείας δεῖται τὸ προκείμενον πλείονος, μεταχειρισώμεθα καὶ ἄλλως τὰ εἰρημένα. τὸ λογιστικὸν καὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη λεγόμενα τῆς ἀνθρωπίνης ψυχῆς, τὸ μὲν ὡς λογικῆς οὔσης αὐτῆς λέγεται, τὰ δὲ ὡς συνηρτημένην ἐχούσης ἑαυτῆς τὴν ἄλογον ζωὴν καὶ αἰσθητικήν. ὁ γὰρ θυμὸς καὶ ἡ ἐπιθυμία κοινὰ καὶ τοῖς ἀλόγοις ζῴοις, καὶ διὰ τοῦτο καὶ ἄλογα, ὁ δὲ λογισμὸς ἐπεὶ λογικόν, διὰ τοῦτο καὶ μόνῃ τῇ λογικῇ ψυχῇ πρόσεστι δύναμις ὢν ἐπιστατικὴ καὶ κριτικὴ τῶν ἀλόγων αὐτῆς μερῶν ἢ δυνάμεων· ὥστε οὐδὲ κοινὸν τοῦτο τοῖς ἀλόγοις ἐστίν. ὅταν οὖν λογιστικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικὸν λέγωμεν, κατὰ τὸ πεφυκέναι οὕτως αὐτὰ ὀνομάζομεν, καὶ ὀρεκτικαὶ λέγονται δυνάμεις τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν ἐν τῷ μήπω ὀργίζεσθαι ἀλλὰ πεφυκέναι κατὰ τοῦτο πάσχειν ἢ ἐνεργεῖν.2 ὅταν δὲ τὸ ὀρεκτικὸν ὑπὸ τοῦ ὀρεκτοῦ ὡς ἐφετοῦ κινηθῇ, τότε ἡ κίνησις ἡ μεταξὺ κινοῦντος καὶ κινουμένου, ἤτοι ὀρεκτοῦ καὶ ὀρεκτικοῦ, πάθος ἢ ἐνέργεια λέγεται. τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὁρισμῶν. θυμὸς γάρ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. ἀεὶ γὰρ αἷμα περὶ τὴν καρδίαν ἐστίν, ἐν ᾧ ἡ τοῦ θυμοῦσθαι δύναμις ἔγκειται, ἥτις καὶ θυμικὸν λέγεται. οὐ μὴν ἀεὶ ζέει οὔτ’ ἀεὶ ἀντιλυπῆσαι ὀρέγεται, ἀλλ’ ὅταν τὴν πρὸς τοῦτο πρόφασιν λήψηται. ὁμοίως καὶ ἡ ἐπιθυμία ὄρεξις οὖσα ἀπολαύσεως ἡδονῆς ἢ ἔφεσις τοῦ ἐνδέοντος ἢ πόθος τῆς καθ’ ἡδονὴν ἀπολαύσεως ἢ λύπη ἐπὶ τῷ μὴ κατ’ ἐξουσίαν ὄντι καταθυμίῳ, οὐκ ἀεὶ κατ’ ἐνέργειαν θεωρεῖται. οὔτε γὰρ ἀεὶ ἡδονῆς ἀπολαύειν τὸ ζῷον ὀρέγεται οὔτε λυπεῖσθαι ἀδιακόπως ἐπὶ ἀπουσίᾳ ἡδέος οὔτε τι τοιοῦτον πάσχει κατὰ συνέχειαν, ἀλλ’ ὅταν ἢ παρόντος τοῦ ἡδέος ἐν αἰσθήσει τῆς αὐτοῦ παρουσίας τὸ ζῷον γένηται ἢ ἐν τῇ φαντασίᾳ ἐκεῖνο ἀνατυπώσηται καὶ ὡς πρὸς τὸ παρὸν αὐτὸ κινηθῇ, ὥστε θυμικὸν μὲν καὶ ἐπιθυμητικὸν καὶ ἁπλῶς ὀρεκτὸν καὶ παθητικὸν κατὰ δύναμιν λέγεται, θυμὸς δὲ καὶ ἐπιθυμία καὶ πάθος ὅταν θυμῶται καὶ ἐπιθυμῇ καὶ ὀρέγηται καὶ πάσχῃ, καὶ εἰσὶ ταῦτα ὀνόματα σημαντικὰ τῶν παθῶν, καὶ πράξεις εἰσὶν αἱ κατὰ ταῦτα ἐνέργειαι, τοῦ λογισμοῦ ἐνεργοῦντος ἅμα τοῖς πάθεσι, καὶ ἢ κρατοῦντος αὐτῶν ἢ κρατουμένου ὑπ’ αὐτῶν. κρατοῦντος μὲν οὖν καὶ μετροῦντος ὡς δεῖ3 ὅ τε λόγος ὀρθὸς εἶναι λέγεται καὶ αἱ κατορθώσεις ἀποτελοῦνται.

“既然我们此前恰好说过,应当选择中道,既非过度亦非不及,而中道正是正如正确的理性所言说的那样,那么就让我们将这[正确的理性]加以区分辨明。” 亚里士多德在本书之前的诸卷中论述实践诸德性时,曾设定它们中的每一项都是中道;而中道乃是一种匀称均整,以致在行动与激情中既不产生过度亦不产生不及。因为实践德性正是围绕这些事情展开的,且由正确的理性对各项加以度量。正确的理性乃是无差错、不偏斜的理性,如今他意在就此教导我们,并妥适地分节说明关于它的概念;因为像这样说出的内容似乎是混淆不清的。情念便是气魄与欲望,二者皆是非理性的渴求,灵魂正是依循它们而企求某种欲求之物并被推动。气魄乃是依循其骄傲而激昂的性质[被推动],以便要么获得名声,要么向施加痛苦者实施报复;而欲望则是依循其贪求的性质[被推动],以便要么获得某种对感觉而言甜蜜而令人愉悦之物,要么占有人们天生倾向于获取的某些事物。由于这些机能是非理性的,它们遭受情念是非理性的,展开活动也是非理性的,并且首先始于情念。因此,它们在遭受情念与展开活动这两个方面都需要尺度,而这一尺度是它们依自身无法发现的。正确的理性统摄它们并在两个方面度量它们,以使它们既合度地感受情念,又合度地展现其行动与现实活动,这正是诸德性的本质存在所在。当一个人进入关于这些受动与活动的均整之品质(态势)中时,便被称为合度地遭受情念与合度地活动。然而,既然摆在面前的论题还需要更多的明晰性,就让我们以另一种方式来探讨上述内容。在所谓人类灵魂的“理知部分”、“气魄部分”与“欲望部分”中,前者是就灵魂是有理性的而言说的,而后二者则是就灵魂将非理性的和感觉的生命与自身相连结而言说的。因为气魄与欲望对于无理性的动物也是共通的,因此它们也是非理性的;而推论既然是有理性的,便因此仅属于有理性的灵魂,作为统摄和判定灵魂之非理性部分或机能的机能;因此这一机能对于无理性的动物也绝非共通。所以,当我们说理知的、气魄的与欲望的时,我们是依循其本性潜能来如此称呼它们的;在尚未发怒但具有依此遭受情念或展开活动的自然能力时,气魄部分与欲望部分被称为渴求机能。但是,当渴求机能被欲求对象作为所企求之物推动时,推动者与被推动者之间——即欲求对象与渴求机能之间——的运动便被称为情念或现实活动。这一点从定义中亦显而易见。气魄乃是由于渴求报复而导致的围绕心脏的血液沸腾。因为心脏周围始终有血液,其中蕴含着发怒的能力,这也被称为气魄部分。然而,血液并非始终沸腾,亦非始终渴求报复,而是在获得为此的诱因时才如此。同样,欲望作为对快乐之享受的渴求,或对欠缺之物的企求,或对随顺快乐之享受的向往,或对未能随意获得的合意之物的痛苦,也并非始终在现实活动中被观察到。因为动物既非始终渴望享受快乐,亦非因缺乏令人愉悦之物而无休止地痛苦,亦非连续不断地遭受某种诸如此类的情念;而是在令人愉悦之物现前且动物感知到其现前,或者在表象中将其描绘出来并宛如朝向现前之物那样被推动时,才如此。因此,从潜能的意义上说,说的是“气魄的”、“欲望的”以及纯粹的“渴求的”与“受动的”;而当〔动物〕实际发怒、欲望、渴求和遭受情念时,说的则是“气魄”、“欲望”与“情念”,而且这些是指示诸情念的名称。行动乃是依循这些〔情念〕的现实活动,此时推论与情念一同活动,要么统驭它们,要么被它们所统驭。因此,当推论统驭并依其应当的那样进行度量时,理性便被称为正确的,而正确的作为亦得以完成。

语法注3 条
  1. 6.1τοῦτο διέλωμεν

    引文中的指示代词 τοῦτο 为宾格,指代前句的核心要点“正确的理性(ὁ λόγος ὁ ὀρθός)”或“中道正如正确的理性所言说这一命题”。第一人称复数不定过去时虚拟式 διέλωμεν 为劝勉用法(“让我们辨析/区分”),为后文注释者着手分节辨明正确理性究竟为何做出了铺垫。

  2. 6.1ἐν τῷ μήπω ὀργίζεσθαι ἀλλὰ πεφυκέναι κατὰ τοῦτο πάσχειν ἢ ἐνεργεῖν

    介词短语 ἐν τῷ 搭配定冠词不定式(μήπω ὀργίζεσθαι ... ἀλλὰ πεφυκέναι)表示时间及状态/条件(“在尚未实际发怒、但具备依此遭受情念或展开活动的自然能力的状态下”)。该结构在句法上确立了潜能(δύναμις)与现实的情念或活动(ἐνέργεια / πάθος)之间的严格区分。

  3. 6.1κρατοῦντος μὲν οὖν καὶ μετροῦντος ὡς δεῖ

    独立属格结构。其逻辑主语由前句中的 τοῦ λογισμοῦ(推论/理性)顺承而来(“当推论统驭并依其应当地进行度量时”)。它与后文主句 ὅ τε λόγος ὀρθὸς εἶναι λέγεται 中的 λόγος 在逻辑上紧密相连,表达了理性正确控制非理性情念的条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:258.31-260.11