- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:25.3-26.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了年轻人不适合作为政治学听众的两个论据,即缺乏生活中诸实践的经验以及跟从情感而无法落实为行动,并指出不仅是年龄幼小者,凡被情感所支配的老年人亦同样不适宜。
" Διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος." Προθέμενος ἐν τῷ τρίτῳ προοιμίῳ περὶ ἀκροατοῦ εἰπεῖν ὁποῖον δεῖ εἶναι, πρότερον μὲν καθόλου διέλαβε περὶ τοῦ ὁποῖον δεῖ εἶναι τὸν κρίνοντα τὰ καθ’ ἑκάστην τέχνην ἢ ἐπιστήμην ἐνεργούμενα καὶ ἀποτελούμενα, εἶτα ἦλθεν εἰς τὸ προκείμενον διὰ τῶν κοινῶς εἰρημένων δεικνὺς καὶ αὐτὸ ὅτι τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ νέος. καὶ δείκνυσιν αὐτὸ διὰ δύο ἐπιχειρημάτων· πρῶτον μὲν ἐκ τῆς τοῦ χρόνου βραχύτητος, ἣν ὡς νέος ἔτι διήνυσεν ἐν τῷ βίῳ, μὴ δυνηθεὶς δι’ ὀλίγου πεῖραν λαβεῖν τῶν κατ’ αὐτὸν πράξεων, ἐξ ὧν καὶ περὶ ὧν οἱ λόγοι·1 ὅθεν οὐδὲ δύναται κρίνειν ὀρθῶς ταῦτα. ὁ δὲ συλλογισμὸς ἐν πρώτῳ σχήματι. ὁ νέος ἄπειρος τῶν κατὰ τὸν βίον πράξεων· πᾶς ἄπειρος τινων οὐ δύναται κρίνειν ἐκεῖνα ὧν ἄπειρός ἐστιν· ὁ νέος ἄρα οὐ δύναται κρίνειν καλῶς τὰς κατὰ τὸν βίον πράξεις· ἀλλ’ οὐδὲ τὰ ἐξ αὐτῶν καὶ περὶ αὐτῶν λεγόμενα, εἴτε εὖ εἴτε μὴ λέγεται. ἐξ αὐτῶν δὲ λέγεται, ὅταν ὡς προτάσεις λαμβάνωμεν, περὶ αὐτῶν δέ, ὅταν ὡς προβλήματα καὶ συμπεράσματα. τὸ δὲ δεύτερον ἐπιχείρημα τὸ ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν καὶ τὰ ἑξῆς ματαίαν δείκνυσι καὶ ἀνωφελῆ τῷ νέῳ τὴν τῶν τοιούτων λόγων ἀκρόασιν. πᾶς γὰρ λόγος καὶ πᾶσα πρᾶξις καὶ ἐνέργεια πρὸς τέλος τι ὁρῶντα,2 εἰ μὴ τυγχάνοι τούτου, μάτην λέγεται γίνεσθαι. ἐπεὶ τοίνυν οἱ περὶ ἀρετῆς λόγοι οὐ πρὸς θεωρίαν ἁπλῶς ἀποβλέπουσιν ἀλλὰ πρὸς τὸ πράττειν τὰ σπουδαῖα καὶ μεταδιώκειν τὸ ἀγαθόν, εἰ μὴ τοῦ τέλους ἐπιτυγχάνουσι, μάτην λέγονται καὶ μάτην ἀκούονται. ἐπεὶ τοίνυν ὁ ἄνθρωπος ἐξ ἀρχῆς ἐν τῷ βίῳ γενόμενος τὸν μὲν λόγον ἔχει ἀργόν, προλαμβανούσας δὲ τὰς αἰσθήσεις καὶ τὰς ἀλόγους ὀρέξεις καὶ τὰ ἴδια ἐπιζητούσας ἡδέα καὶ τερπνά, φθάνει κατακρατούμενος3 ὑπ’ αὐτῶν σφοδρῶς ἐπεγειρομένων διὰ τὴν γένεσιν, καὶ ζῇ πολυπαθῶς καὶ ἐμπαθῶς ἔχων καὶ τὴν φύσιν περὶ τὸ εἶναι μάλιστα σπεύδουσαν διὰ τὸ ἀρχοειδὲς τῆς ὑπάρξεως· καὶ δεῖται χρόνου καὶ τῆς ἐκ λόγων παιδείας καὶ κατηχήσεως, ὥστε διασκεδασθῆναι αὐτῷ τὸν κάρον τῆς ἐμπαθείας καὶ διαιρεθῆναι τῆς ἀγνοίας τὸ κάλυμμα, ὥστε γνῶναι τὸ κρεῖττον καὶ ἀποσχέσθαι τοῦ χείρονος καὶ τὴν μὲν ἄλογον ἀποστραφῆναι ζωήν, προελέσθαι δὲ τὴν μετὰ λόγου καὶ ὀρθῆς κρίσεως· ὃ καὶ δυσχερές ἐστι καὶ βίας οὐκ ὀλίγης δεόμενον διὰ τὸ προεθισθῆναι τοῖς χείροσι καὶ μαθεῖν ἤδη τὸ εἶναι ἁπλῶς τοῦ εὖ εἶναι προτίθεσθαι καὶ μὴ ἄλλο εἰδέναι καλὸν ἢ τὸ ἐπιμελεῖσθαι σαρκός. καὶ διὰ τοῦτο οὐ μόνον νουθεσιῶν ἀλλὰ καὶ σκωμμάτων πολλάκις καὶ ὀνειδῶν καὶ ὕβρεων δέονται, ἵνα τοῦ ῥᾴονος ἀποσχόμενοι βίου τὸ τῆς ἀρετῆς ἐπίπονον προτιμήσωνται. διὰ τοῦτο τοῖς νέοις ἀνόνητος ἡ τούτων τῶν λόγων ἀκρόασις, ὅτι πάθει ἕπονται ἀλόγῳ συνηθείᾳ δουλεύοντες καὶ πράττειν τἀγαθὰ μὴ αἱρούμενοι. καὶ γὰρ ἥδε ἡ τέχνη οὐ θεωρητική ἐστιν ἁπλῶς, ἵνα τῇ γνώσει τῶν λεγομένων ἀρκῶνται οἱ ἀκούοντες, ἀλλὰ πρακτική, καὶ δεῖ τῇ γνώσει τῶν λόγων καὶ τὰς πράξεις προστίθεσθαι· εἰ δὲ μή, μάτην οἱ λόγοι καὶ ἡ τούτων ἀκρόασις.
“因此年轻人不是政治学的适宜听众。” 在第三篇导言中,他意图阐明听众应当是何种样的人,首先全称地论述了评判依循各门技艺或科学所施展与完成之物的人应当是何种样的人,接着便进入手头的主题,通过普遍所论述的事理同样表明了这一点,即年轻人不是政治学的适宜听众。他通过两条论证来表明这一点:首先是从年轻人在生活中迄今度过的短暂时间出发,因为他在短暂的时间内未能获得关于生活中诸实践的经验,而论辩正是出于这些实践并且是关于这些实践的;由此他也无法正确地评判这些事物。该三段论处于第一格:年轻人缺乏关于生活中诸实践的经验;凡在某些事物上缺乏经验的人,皆无法评判自己缺乏经验的那些事物;因此,年轻人无法很好地评判生活中的诸实践;并且对于从这些实践出发以及关于这些实践所说出的道理,他也同样无法很好地评判其说得好还是不好。当我们把它们作为前提来采纳时,便说是“从它们出发”说的;而当我们把它们作为问题和结论时,便是“关于它们”说的。而第二条论证,即“此外,由于易于跟从情感”及下文,表明听取此类论辩对年轻人而言是徒劳且无益的。因为一切论辩、一切实践与活动皆着眼于某种目的,若未能达成这一目的,便被称为是徒劳发生的。既然关于德性的论辩并非单纯着眼于理论沉思,而是着眼于践行优秀之事与追求善,那么若未达成其目的,便是徒劳地被言说和徒劳地被听取了。因此,凡人自最初入世以来,理性处于闲置,而感官与非理性的欲望却抢先一步,寻求各自惬意与愉悦之物,他旋即被由于生成而剧烈萌发出来的这些东西所彻底制服,过着充满情感且沉溺于情感的生活,并且由于生存的始基状态,其本性尤其汲汲于单纯的存活;他需要时间以及由言辞而来的教化与训导,以便排遣情感带来的昏昧,揭开无知的遮蔽,从而认识更优越者而规避更劣下者,转离非理性的生活,拣选伴随理性与正确判断的生活;而这既是艰难的,亦因早已习惯于劣下的事物、已经习得了将单纯的存在置于优良的生存之上、不知肉身顾护之外有何高尚之物,故而需要不小的强力。因此他们不仅需要劝诫,而且往往还需要讥诮、责难与羞辱,以便离弃较安逸的生活而偏好德性的艰辛。正因如此,听取这些论辩对年轻人而言毫无助益,因为他们跟从情感,奴役于非理性的习惯,不拣选践行善行。因为这门技艺并非单纯理论性的、好让听众满足于对所说之事的认识,而是实践性的,并且必须在言辞的认识之外附加上实践;若不然,言辞与其听取便皆属徒劳。
"Διαφέρει δ’ οὐδὲν νέος τὴν ἡλικίαν." Ἐπεὶ τὸν νέον εἶπεν ἀνοίκειον ἀκροατὴν τῶν προκειμένων λόγων διά τε τὴν ἀπειρίαν καὶ ἐμπάθειαν, προστίθησι νῦν ὡς οὐδὲ ὑπερήλιξ ἅπας ἢ ἁπλῶς ὑπερβὰς τὴν νεότητα ἱκανῶς ἔχει διὰ τὸν χρόνον τῆς τῶν προκειμένων λόγων ἀκροάσεως. ἀλλὰ δεῖ καὶ αὐτόν, εἰ μέλλει οἰκείως ἀκούειν, ἐκτὸς ὑπάρχειν τῆς τῶν παθῶν δουλώσεως. καὶ γὰρ ὁ νέος οὐ τοσοῦτον διὰ τὴν ἡλικίαν τῶν λόγων τούτων ἀνοίκειος, ὅσον διὰ τὴν τῶν παθῶν κατακράτησιν, ὥσπερ κύφωνι τῇ μοχθηρίᾳ4 τὸν λογισμὸν βαρυνόμενος καὶ πρὸς γῆν ὁρῶν καὶ τὴν ταύτης ἀπόλαυσιν, ἀνανεῦσαι δὲ πρὸς τὸ ἄνω μὴ συγχωρούμενος ἢ ὡς νέφους παχύτητι τῇ ἐμπαθείᾳ τὸν ὀφθαλμὸν τῆς διανοίας ἐπιπροσθούμενος καὶ διαβλέψαι πρὸς τὸ ἀγαθὸν μὴ δυνάμενος· ὥστε κἂν γέρων τις εἴη ἐμπαθῶς ἔχων, οὐδὲ οὗτος οἰκεῖος ἀκροατὴς τούτων τῶν λόγων διὰ τὸ καὶ ἐν γήρᾳ τῆς ἡλικίας νεαρὸς τὸ ἦθος εἶναι καὶ κατὰ πάθος ζῆν καὶ τῆς ὀρέξεως ἔχειν ἀλόγως καὶ ἐμπαθῶς.
“在年龄上年轻并无任何差别。” 既然他曾说年轻人因缺乏经验和沉溺情感而是手头论辩的不适宜听众,现在他便补充道,并非凡年高者或单纯越过青年时期的人,凭借时间就足以胜任听取手头的论辩。相反,他若要适宜地听取,亦必须脱离情感的奴役。因为年轻人不适合这些论辩,与其说是由于年龄,毋宁说是由于情感的制服,其理性宛如被恶劣性如颈枷般沉沉压迫,俯视大地及其享乐,而不被允许仰首向上;抑或宛如其思想之眼被沉溺情感如浓云般障蔽,无法透视向善;以至于纵使某人已至老年而沉溺情感,此人亦非这些论辩的适宜听众,因为即便在年龄的老年之中,其品格仍属年轻,依循情感生活,且在欲望上处于非理性与沉溺情感的状态。
- 1.24ἐξ ὧν καὶ περὶ ὧν οἱ λόγοι
关系代词 ὧν 的先行词为紧接其前的 τῶν κατ’ αὐτὸν πράξεων(“生活中的诸实践”)。正如厄斯特拉齐奥本人在下文中所明确解释的那样,将实践作为前提采纳时即为 ἐξ ὧν(“从它们出发”),而作为课题和结论采纳时即为 περὶ ὧν(“关于它们”),两者构成了精准的对置。
- 1.24ὁρῶντα
中性复数现在分词。语法上与前面不同性别的复合主语(阳性的 πᾶς γὰρ λόγος、阴性的 πᾶσα πρᾶξις 与 ἐνέργεια)发生意念一致(constructio ad sensum),将这一系列不同性质的事物概括性地视为中性复数。
- 1.24φθάνει κατακρατούμενος
动词 φθάνω 与补足分词 κατακρατούμενος 连用,表示时间与逻辑上的先占或迅速发生:在理性得以发挥作用之前,人便已经迅即为欲望所制服。
- 1.25ὥσπερ κύφωνι τῇ μοχθηρίᾳ
τῇ μοχθηρίᾳ(“通过恶劣性”)为工具与格,而比喻性的 ὥσπερ κύφωνι(“宛如通过颈枷”)与其构成同位语,生动描绘了理性(τὸν λογισμὸν)如同被带上重枷的罪犯一般被沉沉压向地面、无法仰首的景象。
