- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:257.27-258.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯解释了亚里士多德在《尼哥马可伦理学》第六卷中讨论观照德性的缘由,以地基与屋顶的建筑比喻论证了理性自身德性与目的的优越性,并宣布进入逐字解说。
καὶ παραδοὺς ὅπως καὶ αὐταῖς χρώμενος τὸ οἰκεῖον ὁ λόγος κατορθοῦν πέφυκε μὴ δυναμέναις δι’ ἑαυτῶν τὴν τοῦ ἀγαθοῦ εὑρίσκειν ἐπίταξιν ἀλλὰ δεομέναις ἐξ ἀνάγκης τῆς τοῦ λόγου ῥυθμίσεως, ὡς προστατεύειν λαχόντος καὶ δεσπόζειν αὐτῶν, διδάσκει νῦν ἡμᾶς ἐν τῷ παρόντι γράμματι περὶ διανοητικῶν ἤτοι θεωρητικῶν ἀρετῶν, ὥσπερ ἄτοπον κρίνας τὰς μὲν μετὰ χειρόνων ἀρετὰς τοῦ λόγου γινώσκειν ἡμᾶς, ἀγνοεῖν δὲ τὰς τοῦ λόγου καθ’ ἑαυτὸν ὡς ἂν μὴ ἐφιεμένου τοῦ ἀγαθοῦ καὶ καθ’ ἑαυτὸν τοῦ λόγου καὶ τυγχάνοντας1 αὐτοῦ κατὰ τὸ ἄλογον, ὃ καὶ τέλος κοινόν ἐστι τοῖς ὁπωσοῦν τὸ εἶναι λαχοῦσιν ἅπασι. καὶ ὁ λέγων ἀνθρώπῳ εἶναι ἱκανὸν πρὸς τελείωσιν μόνον τὸ κατορθοῦν ἐν ταῖς πράξεσιν ἠγνόηκε χείρω τὸν λόγον τῶν ἀλόγων ποιῶν δυνάμεων. εἰ γὰρ μέχρι τῆς μετ’ αὐτῶν κατορθώσεως τὸ εὖ εἶναι αὐτῷ μὴ καὶ κατ’ ἰδίαν κτῆσιν τούτου τυγχάνοντι, ἔσται τὸ ἀγαθὸν αὐτῷ ἐξ ἐκείνων καὶ κατ’ ἐκείνας, ὡς ἢ μὴ εἶναι αὐτὸν ὅλως τῷ χωρίζεσθαι ἐξ αὐτῶν, εἴ γε μὴ οἰκείαν ἔχει τοῦ ἀγαθοῦ ἔφεσιν, ἢ εἶναι μέν, ἀνενέργητον δὲ καὶ μάταιον τοῦ ἀγαθοῦ ἀποπίπτοντα, ἃ ἄμφω κατὰ τὸ ἄτοπον ὑπερβάλλοντα. ἀναγκαῖον ἄρα καὶ ἀρετὰς εἶναι τοῦ λόγου καθ’ ἑαυτὸν τῶν ἀλόγων δίχα δυνάμεων καὶ ἀνθρώπῳ ταύτας γινώσκεσθαι ὅσαι τε καὶ τίνες καὶ ὁποῖαί εἰσι καὶ ὑπ’ αὐτοῦ ταύτας μεταδιώκεσθαι καὶ ζητεῖν αὐτὸν κατ’ ἄμφω ἔχειν τὸ τέλειον, λέγω δὲ κατὰ πρᾶξιν καὶ θεωρίαν, τὴν μὲν καταβαλλομένην ὡς κρηπῖδά τε καὶ θεμέλιον καὶ βάσιν ἁπλῶς ὑποκειμένην καὶ ὑπερείδουσαν, τὴν δὲ ὡς στέγην καὶ σκέπην, τὸ τέλειον παντὶ ἐπιφέρουσαν τῷ οἰκοδομήματι, ἐπεὶ καὶ τῇ πρακτικῇ διὰ τὴν θεωρίαν τὸ εἶναι ὡς διὰ τὴν στέγην τοῦ οἴκου τοῖς ὑπερείσμασιν. ἵνα γὰρ τὰς ἐκ τοῦ περιέχοντος βλάβας ἐκκλίνωμεν, ἡ οἰκία, τὰ δὲ ὑπ’ αὐτὴν ὡς ὑπηρετοῦντά τε καὶ ἀνέχοντα, καὶ ἡ πρακτικὴ ἀρετή, ἵνα τὰ πάθη καταδαρθάνηται καὶ ὁ λόγος ἐξάντης ᾖ τῶν ἐξ αὐτῶν ἐνοχλήσεων καὶ τὰ οἰκεῖα ἐνεργῇ, μὴ παρά του ἐμποδιζόμενος. ἄλλως τε ἢ χείρους αἱ ἄλογοι δυνάμεις ἢ κρείττους τοῦ λόγου. ἀλλὰ τὸ μὲν κρείττους ταύτας εἰπεῖν, ἄτοπον καὶ ἄλογον. ἢ ἔσονται2 τῶν λογικῶν κρείττους τὰ ἄλογα κατ’ αὐτὰς τῶν λογικῶν ὑπάρχοντα δραστικώτερα. θυμοειδέστερα γὰρ τῶν ἀλόγων τὰ πλεῖστα καὶ ἐπιθυμητικώτερα. εἰ δὲ κρείττων ὁ λόγος, πῶς οὐκ ἔσται καὶ κρείττων ἡ τοῦ κρείττονος ἀρετὴ καὶ τελείωσις; ὧν γὰρ αἱ οὐσίαι ὑπέρκεινται, τούτων ἐξ ἀνάγκης καὶ αἱ τελειότητες ὑπερέχουσι. καὶ ἀνάπαλιν· ὧν αἱ τελειότητες τὸ ἔλαττον ἔχουσι, τούτων καὶ αἱ οὐσίαι ἠλάττωνται. καὶ πολλὰ ἄν τις ἐρεῖ ἐπὶ πλεῖον συστῆσαι βουλόμενος τὸ λεγόμενον, αὐτήν τε τῶν πραγμάτων τὴν φύσιν καὶ αὐτὴν τὴν ἐνέργειαν ἔχων συνήγορον. διὰ τοῦτο λοιπὸν ὁ Ἀριστοτέλης τοὺς περὶ τῶν πρακτικῶν λόγους παραδοὺς πρότερον καὶ ὥσπερ προκαταβαλὼν τὸν θεμέλιον ἐπὶ τὴν τῶν θεωρητικῶν παράδοσιν μέτεισιν, ὡσανεὶ τὴν στέγην τῷ θεμελίῳ ἐπιτιθέμενος. καὶ ταῦτα μὲν οὕτως τὸν σκοπὸν τῶν ῥηθησομένων λόγων εἰρήκαμεν ἐξετάζοντες, ἀρξώμεθα δὲ ἤδη τῆς λέξεως μηδ’ ἐνταῦθα τῆς πρὸς θεὸν ἀφεστηκότες ἐλπίδος, ὥστ’ ἐφικέσθαι τῆς διανοίας τῶν παρὰ τοῦ Ἀριστοτέλους ῥηθησομένων.
既然他已经传授了理性在运用这些[非理性]机能时本性上如何成就其自身的正确——这些机能依自身无法发现善的命令,而是必然需要理性的调节,因为理性抽中命运来统领并支配它们——如今他便在当前这一卷中向我们讲授关于理智的、即观照的诸德性,仿佛他判定:如果我们知晓理性与较劣者同在时的诸德性,却对理性依其自身的诸德性一无所知,那将是荒谬的,就好像理性依其自身并不企求善,而我们依照非理性的部分获得善一样,而善正是所有以任何方式分得存在之物的共同终极目的。凡是断言对于人而言仅在行动中成就正确就足以达至完满的人,都未认识到自己使理性沦为比非理性机能更为低劣者。因为,如果对理性而言,福祉仅仅达到与这些机能相伴成就的地步,而非依照对其固有的获取而达成,那么理性的善就将来自它们并依循它们;以至于理性要么因从它们之中分离出来而根本不存在(假使它没有对善的固有企求),要么虽然存在,却处于无活动状态且徒劳地从善中跌落,这二者在荒谬程度上皆是登峰造极的。因此,在非理性机能之外,理性依其自身必然存在诸德性,且人必然要知晓这些德性有多少、是哪些以及具有怎样的性质,人也必然要追求它们,并在两个方面寻求具有完满,我是指在实践与观照两方面;前者作为基石、地基并纯粹作为奠于其下起支撑作用的底座而被奠定,后者则作为屋顶和遮蔽,将完满赋予整座建筑,因为实践德性的存在正是为了观照,正如房屋的各处支撑是为了屋顶而存在一样。因为为了避开来自周围环境的损害,房屋才存在,而房屋之下的各部分则是作为服务与支撑者而存在;同样,实践德性的存在是为了让激情沉睡,使理性免受源于它们的骚扰,并在不受任何人阻碍的情况下从事其固有的活动。此外,非理性机能要么劣于理性,要么优于理性。但若说它们更优,则是荒谬且不合道理的。否则,无理性的动物就将优于有理性的存在者,因为在这些机能方面它们比有理性的存在者更为强悍活跃;多数无理性动物确实更具激情,也更具欲望。然而,如果理性更优,那么更优者的德性与完满怎么可能不更优呢?因为凡是其本质居于上位者,其完满状态必然更为卓越。反之,凡是其完满状态处于劣势者,其本质亦被削弱。若有人希望进一步确立所论之理,还可说出更多的话,因为他拥有事物的自然本身与现实活动本身作为辩护人。正是出于这一缘故,亚里士多德在先前传授了关于实践之事的论述、如同预先奠定了地基之后,便过渡到传授关于观照之事,宛如将屋顶置于地基之上。我们既已在审视将要陈述之言论的目的时作了这番说明,现在就让我们着手进入本文,即便在此处我们亦不放弃对上帝的希望,以便能够领会亚里士多德所将言说之义理。
- 6.0τυγχάνοντας
分词 τυγχάνοντας 为阳性宾格复数,修饰前文不定式从句的主格性宾格主语 ἡμᾶς(“我们”)。在结构上,属格绝对结构 ὡς ἂν μὴ ἐφιεμένου ... τοῦ λόγου(“仿佛理性并不企求……”)与 καὶ τυγχάνοντας αὐτοῦ κατὰ τὸ ἄλογον(“并且[仿佛]我们依非理性部分获得它”)形成并列,共同构成所设想的荒谬前提。
- 6.0ἢ ἔσονται
连词 ἤ 在此处表示“否则(otherwise)”,以将来时直陈语气(ἔσονται)引出针对前述错误前提(即非理性机能优于理性)的反谬性推论。
