- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:256.3-257.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯赞颂了笃信上帝的皇后对求知与灵魂美德的追求,叙述了继此前撰写第1卷注解之后受命注解《尼哥马可伦理学》第6卷(文本中称第7卷)的缘由。接着他概述了该书的总体布局,指出在第1卷论述幸福之后,第2至第5卷依次探讨了实践德性。
Εὖ σοι γένοιτο, βασιλὶς θεοσεβής, βασιλὶς φιλολόγε, βασιλὶς φιλάγαθε καὶ φιλόκαλε, ὅτι ψυχὴν καὶ σῶμα παραθεῖσα πρὸς ἄλληλα καὶ τὴν τούτων διαφορὰν ἐξετάσασα προσετέθης τῷ κρείττονί τε καὶ ὑπερέχοντι καὶ καλλωπίζειν τοῦτο προῄρησαι τοῦ ὑφειμένου καταφρονήσασα, διὰ τοῦτο τέχναι σοι λόγων καὶ ἐπιστῆμαι καὶ ἀρεταί, ἐξ ὧν τὸ 〈τῆς〉 ψυχῆς κάλλος συνίστασθαι πέφυκε, περὶ πολλοῦ καὶ διὰ σπουδῆς. χρώματα δὲ περίθετα καὶ ἀρτήματα καὶ ὁρμίσκοι καὶ περιδέραια καὶ ἐνδυμάτων εὐπρέπεια καὶ εἴ τι ἐπίπλαστον ἄλλο καὶ τῇ φυσικῇ διαπλάσει καὶ χρώσει παρὰ τῶν γυναικῶν ταῖς πλείσταις ἐπιτετήδευτο ταῦτα πάντα αἰσχύνης ἄξια κρίνασα, τῆς ψυχικῆς καλλονῆς πρώτης καὶ μόνης ἀντιπεποίησαι, τοῦ θείου κάλλους ἐρῶσα, οὗπερ ἡ ἀνθρώπου ψυχὴ καθ’ ὁμοίωσιν ἐξ ἀρχῆς παρὰ τοῦ ποιήσαντος γέγονε. διὸ καὶ ἀνερευνᾷς πανταχοῦ καὶ ζητεῖς, τί σοι συμβαλεῖται πρὸς τὸ ποθούμενον καὶ τίς ἀπενέγκῃ πρὸς σὲ οὐ μάργαρον οὐδὲ λίθον πολύτιμον, οὐ σκεῦος χρυσοῦν ἢ ἀργύρεον ποικίλην ἐπικείμενον ἐπιτέχνησιν, οὐ περικαλλές, οὐ πολυτελές, οὐκ ἐπιτερπὲς πρὸς αἴσθησιν ὕφασμα, ἀλλὰ λόγους ψυχῇ παρέχοντας ὄνησιν ἢ ψεῦδος ἐλέγχοντας καὶ συνιστῶντας ἀλήθειαν ἢ ἀρετὴν ἐντέχνως εἰσάγοντας καὶ ὁποία τὴν φύσιν καὶ τὸ κάλλος ἐστὶν διδάσκοντας καὶ ὅπως ψυχαῖς ἀνθρώπων περιγίνεσθαι πέφυκε, κακίαν αὖθις ὡς αἰσχρὰν καὶ βλαβερὰν καὶ φευκτὴν ἐξελέγχοντας καὶ παραδιδόντας ὅπως αὐτὴν ἄνθρωπος ἀποφεύξεται. ὥστε καὶ περὶ ἡμῶν τι ὑπολαβοῦσα χρηστὸν πεπείρασαι καὶ ἀφ’ ἡμῶν πορίσασθαί τι τελοῦν εἰς ὄνησιν καίτοι γε ἡμεῖς ὀλιγομαθεῖς καὶ ἀσθενεῖς καὶ γήρᾳ καὶ νόσοις κατακαμπτόμενοι καὶ διανοίας στενότητα περικείμενοι καί τι χαρίεν ἐκθέσθαι καὶ ἄξιον σπουδῆς μὴ δυνάμενοι. τοίνυν ἐπεὶ πρὸ χρόνου τινὸς ἐζήτησας ἡμᾶς ἐκθέσθαι σαφήνειαν εἰς τὸ πρῶτον τῶν Νικομαχείων τοῦ Ἀριστοτέλους Ἠθικῶν, καὶ ἡμεῖς σοι πεισθέντες ὃ ἀπῄτησας πεποιήκαμεν, ᾠήθημεν ἐξ ἐκείνου διαγνῶναί σε τὴν ἡμετέραν περὶ λόγους καὶ νοήσεις ἐλάττωσιν καὶ μηκέτι προσθεῖναι πρὸς ἡμᾶς ζήτησιν περὶ τοιούτου τινός. ἀλλ’ ὡς ἔοικε τὸ ὑπερβάλλον τῆς προσούσης φιλομαθείας τῇ σῇ ψυχῇ πείθει καὶ τὰ μικρὰ καὶ μικροῦ λόγου ἄξια ἡγεῖσθαι ὡς περισπούδαστα. διὸ καὶ ἡμεῖς τῷ σῷ περὶ λόγους ἑπόμενοι ἔρωτι, ὅπερ ὁ θεὸς χορηγεῖ, καταβάλλειν οὐκ ἀπεχόμεθα. ὥστ’ ἐπεὶ καὶ τὸ Ζ τῆς αὐτῆς πραγματείας παρὰ τῆς σῆς φιλομαθείας ἐζήτηται τὴν ἡμῖν δυνατὸν εὑρέσθαι σαφήνειαν,1 πειραθῶμεν καὶ ταύτην, θεοῦ τῶν λόγων προϊσταμένου, ἐργάσασθαι καὶ ἀρκτέον ἤδη τοῦ ἔργου, τὸν σκοπὸν τοῦ βιβλίου πρὸ πάντων τάξαντας. προθέμενος ὁ Ἀριστοτέλης ἐν τῇ πραγματείᾳ τῶν Νικομαχείων Ἠθικῶν περὶ τῶν ἀρετῶν ἁπασῶν διδάξαι, ἐξ ἀρχῆς μὲν τὸν περὶ τῆς πολιτικῆς εὐδαιμονίας λόγον ἡμῖν παρέδωκε, τὸ πρῶτον βιβλίον διηνυκὼς ἐν αὐτῷ ὡς οὔσης τέλους αὐτῆς τῆς κατὰ τὸν ἄνθρωπον οὐσίας καὶ ἐνεργείας καὶ πράξεως. ἀλλ’ ἐπεὶ διάφοροι τῆς ψυχῆς δυνάμεις ἐν τῷ ἀνθρώπῳ τυγχάνουσιν οὖσαι, λέγω δὴ λογικαί τε καὶ ἄλογοι, καὶ τῶν ἀλόγων εἰσί τινες τῷ λόγῳ ἐπιπειθεῖς, ὡς καὶ αὐτὰς ἐξεῖναι τούτῳ τῷ τρόπῳ λογικὰς ὀνομάζεσθαι, κατὰ τὸ πεφυκέναι λόγῳ μετρεῖσθαι καὶ κατ’ αὐτὸν ἐνεργεῖν καὶ ἐν μεθέξει ταύτας τοῦ λόγου γίνεσθαι τὴν κατ’ αὐτὰς ἐργαζομένου κατόρθωσιν καὶ τὰς πρακτικὰς ἀρετὰς ἀποτελοῦντος, εἰσὶ δὲ καὶ ἕτεραι ἀρεταί, ἃς ὁ ἐν τῇ ψυχῇ λόγος κατορθοῖ μονούμενος τῶν ἀλόγων δυνάμεων καὶ καθ’ ἑαυτὸν ἐνεργῶν καὶ κατὰ θεωρίαν τὸ τέλειον κτώμενος, ἐν τοῖς μετὰ τὸ πρῶτον τέσσαρσι γράμμασι περὶ τῶν πρακτικῶν ἐδίδαξεν ἡμᾶς ἀρετῶν2 θυμὸν καὶ ἐπιθυμίαν παραλαβών, δυνάμεις ψυχῆς τοῖς ἀλόγοις ζῴοις ὑπαρχούσας κοινάς, εἰ καὶ μὴ οὕτω καὶ ἐν ἐκείνοις ὡς ἐν ἡμῖν τῷ λόγῳ οὔσας ἐπιπειθεῖς.
愿你吉祥,敬畏神的皇后、爱好文辞的皇后、好善好美的皇后!因为你在将灵魂与肉体相互对照并审视了二者的差异之后,归附于那更为优胜和卓越者,并在鄙视那卑微者的同时选择修饰前者;正因如此,那些依其本性构成灵魂之美的言辞之术、诸门科学以及诸德性,在你看来备受重视并被热切追求。你判定所有佩戴的修饰、吊坠、项圈、项链、华丽的衣饰,以及大多数妇人施加于自然形貌与肤色的任何其他伪饰,皆是可耻之物,从而只将灵魂之美当作第一位的和唯一的追求,热爱那神圣之美——造物主最初正是依其相似性造出了人的灵魂。因此,你也在各处寻索和探求,有什么能对你所渴望的事物有所助益,又有谁能带给你并非珍珠,亦非珍贵的宝石,并非刻有精巧工艺的金银器皿,亦非在感官上绝美、昂贵或令人愉悦的织物,而是能为灵魂提供助益的言论,或是驳斥虚妄并确立真理的言论,或是巧妙地引入德性、教授其本性与美为何物以及它依本性如何赋予人灵魂的言论,或是揭露恶习之可耻、有害与当避并传授人当如何规避它的言论。因此,你对我们抱以某种善意,也试图从我们这里获取某种有助于益处的事物,尽管我们学识浅薄、软弱无力,被年迈与疾病所屈折,被智力的狭隘所困扰,且无法阐发任何优美或值得看重的事物。此前某个时候,你曾要求我们针对亚里士多德《尼哥马可伦理学》的第一卷阐发其清晰的义理,而我们顺从于你并履行了你的要求,我们曾以为由此你定能察觉我们在言辞与思考上的匮乏,从而不再就此类事物向我们提出任何要求。然而正如所见,你灵魂中现存的对学问的极其热爱,促使你甚至将微小和微不足道的事物也视为值得大力钻研的。因此,我们亦追随你对学理的热切渴慕,并不拒绝献出上帝所赐予的一切。因此,既然同一部论著的第七[第六]卷亦经由你对学问的热爱而被要求作出我们力所能及的阐明,那么在上帝掌管言论的庇佑下,就让我们尝试完成此事;而且在将全书的主旨置于一切之前后,我们当下就必须着手这项工作。亚里士多德在《尼哥马可伦理学》这部论著中提议讲授所有德性,他在开篇便传授给我们关于城邦幸福的论述,并在其中完成了第一卷,因为幸福自身乃是依人之本质、现实活动与实践的终极目的。然而,既然在人之中恰好存在着灵魂的不同机能——我是指理性的与非理性的机能——并且在非理性机能之中,有些是顺从于理性的,以至于它们依此方式亦被允许称为理性的,只要它们依本性适于由理性来度量、依理性而活动,并进入对理性的分享之中,而理性正促成依于它们之正确并成就实践德性;同时亦存在着其他的德性,这些德性乃是灵魂中的理性在脱离了非理性机能、依其自身活动并通过沉思获得完满时所成就的;因此,他在第一卷之后的四卷著作中,借由引入激情与欲望——这些灵魂机能亦与无理性动物共有,即便在它们身上不像在我们身上那样易于顺从理性——向我们讲授了关于实践德性的内容。
- 6.0ἐζήτηται τὴν ἡμῖν δυνατὸν εὑρέσθαι σαφήνειαν
完成体被动态动词 ἐζήτηται 支配宾格短语 τὴν ... σαφήνειαν。这属于保留宾格(accusative of retained object)结构:在主动语态中表示“向某人(宾格)要求某事(宾格)”的双宾格动词在转为被动态后,表示所求事物的宾格得以保留。
- 6.0ἀλλ’ ἐπεὶ διάφοροι τῆς ψυχῆς δυνάμεις ... ἐν τοῖς μετὰ τὸ πρῶτον τέσσαρσι γράμμασι περὶ τῶν πρακτικῶν ἐδίδαξεν ἡμᾶς ἀρετῶν
长句骨架梳理:由连词 ἀλλ’ ἐπεὶ 引导的冗长原因从句(详述灵魂的理性与非理性机能的区分,以及顺从理性的机能与纯沉思机能的分别)绵延数行,其对应的主句位于后半部:ἐν τοῖς μετὰ τὸ πρῶτον τέσσαρσι γράμμασι περὶ τῶν πρακτικῶν ἐδίδαξεν ἡμᾶς ἀρετῶν(“他在第一卷之后的四卷著作中向我们讲授了关于实践德性的内容”)。
