← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§254.21-255.13

灵魂中的隐喻正义与偶性上的更大之恶

厄斯特拉齐奥指出,亚里士多德针对柏拉图的定义将灵魂各部分之间的正义称为隐喻意义上的正义,并结合主奴性与治家性正义的比照,阐明了遭受不义在偶性上何以可能成为更大的恶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.47

" Κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητά ἔστι." Δοκεῖ διὰ τοῦτο μνημονευκέναι καὶ δεδειχέναι, ὅτι τὸ οὕτως λεγόμενον δίκαιον κατὰ μεταφοράν τε λέγεται καὶ οὐ κυρίως διὰ τοὺς τὴν δικαιοσύνην ὁριζομένους ἐν τῇ ἰδιοπραγίᾳ τῶν τῆς ψυχῆς μερῶν. λέγει δὲ τοῦτο Πλάτων. οὐ πᾶν δὲ δίκαιον. οὐ γὰρ τὸ πολιτικὸν καὶ κυρίως λεγόμενον, ἀλλ’ ἤτοι τὸ δεσποτικόν, ὃ οὐ, φησίν, ἐν τοῖς κυρίως δικαίοις ἠριθμεῖτο. οὐ γὰρ ἔστι τι δίκαιον οἰκέτῃ πρὸς δεσπότην, καθὼς ἀνώτερον εἴρηται. ἀλλὰ τὸ δεσποτικόν. μεῖζον κακόν. ἐπιστῆσαι ἄξιον, πῶς τοῦτο εἴη ἂν ἀληθές. πᾶσα γὰρ καὶ ἡ μεγίστη βλάβη ἐλάττων ἐστὶν ἀδικίας καθ’ ἣν ἀδικεῖ ὁ ἀδικῶν. ἢ τοῦτο ἔσται, ὅταν ὁ ἀδικηθεὶς εἰς κακίαν καὶ ὠμότητα ἐξέχῃ λέγειν πόθῳ τοῦ τὸν ἀδικήσαντα πολλὰ καὶ ἀνήκεστα ποιῆσαι κακά,1 ὡς ἤδη τινὲς ἀδικηθέντες ὑπό τινων εἰς λῃστείαν μετέβαλον καὶ δράσαντες τὰ ὠμότατα καὶ ἀδικώτατα καὶ τελευταῖον αὐτοὶ ληφθέντες ἀνεσκολοπίσθησαν. ἐν τούτοις γὰρ τὸ ἀδικηθῆναι κατὰ συμβεβηκὸς μεῖζον κακὸν ἦν † τοῖς ἀδικήσασιν αὐτοὺς τοῦ ἀδικηθῆναι, εἴ γε πρὸς τῇ τῆς κακίας ἐπιτάσει, ἣν ἔσχον διὰ τὸ ἀδικηθῆναι, πρόσεστι καὶ ἡ εἰς τὸ σῶμα κόλασις τε καὶ κακία καὶ ἡ ἐξ ἀρχῆς βλάβη. ἐν τούτοις γὰρ τοῖς λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον. τὸ μὲν γὰρ λόγον ἔχει τῆς ψυχῆς, τὸ δὲ ἄλογον· τοιαύτην δὲ ἔσχηκε διάστασιν ἀπ’ ἀλλήλων, ὡς εἶναι κατὰ φύσιν τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. τοῦτο δὲ τὸ δίκαιόν φησιν ἢ δεσποτικὸν ἢ οἰκονομικόν. εἰς γὰρ ταῦτα ἀποβλέπουσι δοκεῖν ἔστι τῷ πρὸς ἑαυτὸν δίκαιον εἶναί τι ἢ ἄδικον.2 δίκαιον μὲν γάρ, ὅταν τὸ μὲν πεφυκὸς ἐν αὑτῷ τὴν ἀρχὴν ἔχῃ, τὸ δὲ ἄρχηται, ὅταν δ’ ἀνάπαλιν γίνηται καὶ ἄρχῃ μὲν τὸ ἄλογον, ἄρχηται δὲ τὸ λογικόν, ἀδικία· ὡς ἂν ὁ δοῦλος τοῦ δεσπότου ἄρχῃ. ἐν γὰρ τῷ ἀκρατεῖ ἡ τῶν προειρημένων μερῶν ἀδικία, ὡς ἐν τῷ ἐγκρατεῖ καὶ σώφρονι ἡ τῶν αὐτῶν τούτων δικαιοσύνη. ὑπείκει γὰρ τὰ πάθη τῷ λόγῳ ἢ τῷ δεσποτικῷ δικαίῳ κυριευόμενα, ὡς ἐπὶ τῷ ἐγκρατεῖ, ἢ τῷ οἰκονομικῷ διαταττόμενα καὶ τῷ κρείττονι παραχωροῦντα, ὡς ἐπὶ τοῦ σώφρονος ἔστιν ἰδεῖν.

“但通过隐喻和相似性,存在着[正义]。” 他似乎因此提及并指出,如此被称谓的正义是借隐喻而言的,而非固有意义上的,这是由于那些将正义定义为灵魂各部分各司其职的人。而柏拉图便持此说。“但并非所有的正义”:因为这不是城邦的且按固有意义被称为的正义,而是主奴性的正义,他说,这种正义并不列于固有意义的正义之中。因为正如前文所述,奴仆与主人之间并无正义可言。“而是主奴性的正义。”“更大的恶”:值得注意的是,这如何可能是真的。因为任何损害,即便是最大的损害,也小于行不义者据以行不义的不义。或者,这种情况发生在当遭受不义者出于对行不义者施加诸多无法挽回的恶之渴望,而过度偏向邪恶与残暴之时;正如有些人因遭受某些人的不义对待而沦为强盗,在犯下最残暴和极不义的行为后,最终自己被捕并被刺死在木桩上。因为在这些人身上,遭受不义在偶性上成了更大的恶,只要在他们因遭受不义而加剧的恶习之外,还附加了针对肉体的惩罚与摧残,以及最初的损害。“因为在这些道理上,灵魂具有理性的部分与无理性的部分被区分开来。”因为灵魂的一部分具有理性,另一部分则是无理性的;它们彼此之间具有这样的区分,以至于依本性而言一部分是统治者,另一部分是被统治者。他说,这种正义要么是主奴性的,要么是治家性的。因为对于着眼于这些事物的人来说,可能显得存在着某种针对自身的正义或不义。因为当依本性者在自身中拥有统治权而另一部分受统治时,就是正义;但当情况相反,无理性部分统治而理性部分受统治时,便是不义,好比奴隶统治主人。因为在无自制力者身上存在着上述各部分的不义,正如在有自制力者和节制者身上存在着这些相同部分的正义。因为激情顺从理性,或者如在有自制力者身上那样依主奴性正义被支配,或者如在节制者身上所能见到的那样依治家性[正义]被整饬并让位给更优胜者。

语法注2 条
  1. 5.47πόθῳ τοῦ τὸν ἀδικήσαντα πολλὰ καὶ ἀνήκεστα ποιῆσαι κακά

    带冠词的不定式属格 τοῦ ... ποιῆσαι 作为宾格性属格依附于名词 πόθῳ。不定式在逻辑上的主语是前面的 ὁ ἀδικηθεὶς,而 τὸν ἀδικήσαντα 则是 ποιῆσαι 的直接宾语(宾格)。

  2. 5.47εἰς γὰρ ταῦτα ἀποβλέπουσι δοκεῖν ἔστι τῷ πρὸς ἑαυτὸν δίκαιον εἶναί τι ἢ ἄδικον

    分词与格复数 ἀποβλέπουσι 作为评判者或关涉者的与格,修饰表示可能性的非人称句式 ἔστι(相当于 ἔξεστι)。紧接其后的 τῷ 是不定代词 τινί 的简略形式(与格单数,“对某人而言”),作为与不定式 δοκεῖν(或 εἶναι)连用的关涉者或体验者与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:254.21-255.13