← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§253.21-254.20

行不义与遭不义作为对中道的背离

欧斯特拉提乌斯注疏亚里士多德《尼各马可伦理学》1138a28及以下,阐明行不义与遭受不义作为对中道的背离皆是不良的,解释了医学中的健康与体操中的体魄之比喻,并剖析了本质之恶与偶性之恶的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46

" Φανερὸν δὲ ὅτι καὶ ἄμφω μὲν φαῦλα καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν." Τοῦτο τοιοῦτόν ἐστι· παράβασις γὰρ τοῦ μέσου καὶ τοῦ συμμέτρου. εἰ γὰρ τὸ ἴσον καὶ τὸ μέσον ἀγαθόν, ἡ τούτου παράβασις κακόν, τὸ δὲ πλεῖον ἔχειν ἐστὶ 〈παράβασις〉 τοῦ μέσου, τοῦ ἴσου δηλονότι καὶ ἀγαθοῦ. καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικῇ. διὰ τῶν παραδειγμάτων συνέστησεν, ὅτι ἀμφότερα οὕτως ἔχει. ὡς γὰρ τὸ ὑγιεινὸν τὸ ἐν ἰατρικῇ,1 ὃ ἔστιν ἐν συμμετρίᾳ τινῶν, 〈οὗ〉 ὅ τε τὸ πλέον καὶ 〈ὁ〉 τὸ ἔλαττον ἔχων ἐκπεπτώκασιν, ὁμοίως καὶ τοῦ εὐεκτικοῦ τοῦ ἐν γυμναστικῇ (καὶ γὰρ καὶ τοῦτο ἐν συμμετρίᾳ τινῶν), οὕτω δὴ καὶ ἐπὶ τοῦ μέσου τε καὶ ἴσου, ὅπερ ἐστὶ δίκαιον, ἔχει. ἔστι δὲ συμμετρία ἐν ἰατρικῇ τυχὸν ὁμοιομερῶν τινῶν ἢ δυνάμεων ὁρατῶν, θερμοῦ εἰ τύχοι ἢ ψυχροῦ ἢ ξηροῦ ἢ ὑγροῦ. καὶ κακίας, τουτέστιν ἀπὸ κακίας τῆς ἀδικίας γίνεται. μέγιστα δὲ τῶν κακῶν αἱ κακίαι ὥσπερ τῶν ἀγαθῶν αἱ ἀρεταί. τελείας δὲ εἶπεν οἱονεὶ μετὰ παρανόμου ἢ τῆς κυρίως ἀδικίας. ἡ γὰρ μετὰ προαιρέσεως τὸ ἑκούσιον ἔχει. ὅτι γὰρ οὕτω λέγει νῦν τὴν τελείαν κακίαν, δῆλον ἐξ ὧν ἐπήνεγκεν· οὐ γὰρ πᾶν τὸ ἑκούσιον μετὰ ἀδικίας· οἱ γὰρ δι’ ὀργὴν ἑκόντες μὲν ποιοῦσιν, οὐ μήν γε καὶ κατὰ προαίρεσιν. οἱ δὲ οὕτω ποιοῦντες οὐδέπω μὲν κατὰ κακίαν ποιοῦσιν. ἐγγὺς γάρ εἰσι τοῦ εἶναι τοιοῦτοι ἡττώμενοί γε τῶν παθῶν. ἢ τῆς τελείας καὶ ἁπλῶς· ἢ τῆς τελείας κακίας. τελεία γὰρ καὶ αὕτη κακία ἐστὶ πάσας περιέχουσα τὰς κακίας, διὸ καὶ ἁπλῶς κακία ἐστὶ καὶ λέγεται. ἢ νῦν οὐκ ἐκείνην λέγει τὴν τελείαν κακίαν ἀλλὰ τὴν κυρίως κακίαν καὶ ἀδικίαν· αὕτη δὲ ἦν ἡ μετὰ προαιρέσεως τὸ ἑκούσιον ἔχουσα. οὐ γὰρ ἅπαν τὸ ἑκούσιον μετὰ ἀδικίας. ἐπὶ πλέον γὰρ τὸ ἑκούσιον καὶ τὸ βούλεσθαι καὶ θέλειν. κατὰ συμβεβηκὸς δ’ οὐθὲν κωλύει μεῖζον κακόν· εἰ οἱ ἀδικήσαντες τούτους μὴ κατ’ ἄκραν ἀδικίαν ἠδικήκασιν ἀλλ’ ὡς οἱ ἑκόντες μέν, οὐ μὴν καὶ προαιρούμενοι. τῶν γὰρ καθ’ αὑτό ἐστιν ἐξεταστικὴ ἡ τέχνη. τὸ δὲ μεῖζον κακὸν πρόσκειται οἱονεὶ τῷ ἀδικηθῆναί τις ὑπερλυπηθεὶς κατέσφαξεν ἑαυτόν.2 ἀλλὰ πλευρῖτιν. καίτοι δύναταί ποτε κατὰ συμβεβηκὸς τὸ πρόσπταισμα μεῖζον γενέσθαι κακόν. ὁ γὰρ προσπταίσας καὶ καταπεσὼν καὶ διὰ τοῦτο ληφθεὶς ὑπὸ τῶν πολεμίων κατὰ συμβεβηκὸς † μετὰ ἀδικίαν φρενῶν, ἐν μείζονι κακῷ γέγονε διὰ τὸ πρόσπταισμα. τοῦ δὲ * * * τί δέοντος ἢ πλεῖ * * * οὐκοῦν καὶ ὁ περὶ τῶν τοιούτων ἀγαθῶν καὶ κακῶν διαλαμβάνων καὶ κριτὴς ὢν καὶ τεχνίτης τοῦ καθ’ αὑτὰ καὶ τῇ αὑτοῦ φύσει φευκτότερα ἁπλῶς μεῖζον κακὸν λέγει τοῦ τῇ μὲν οἰκείᾳ φύσει ἐλάττονος, δυναμένου δέ ποτε κατὰ συμβεβηκὸς γενέσθαι μείζονος κακοῦ.

“显然,两者皆是不良的,无论是遭受不义还是行不义。” 这是如下的意思:因为这是对中道和适度的违背。因为如果平等和中道是善,那么对此的违背就是恶,而拥有更多则是对中道,即显然是对平等与善的[违背]。“正如医学中的健康。”他通过实例确证了两者都是如此。因为正如医学中的健康在于某些事物的适度对称,拥有更多者与拥有更少者都已从中脱离,在体操中的健壮也是同样(因为这也同样在于某些事物的对称),在中道与平等(即正义之物)上也是完全如此。而医学中的对称,或许是指某些同质部分,或者是可见的能力,如热、冷、燥或湿。“以及出于恶习”:也就是说,产生于不义这一恶习。而在恶中恶习最大,正如在善中德性最大。“完全的[恶习]”,他如此说,仿佛是指伴随着违法行为或固有意义上的不义。因为伴随选择的行为包含着自愿。因为他现在如此称呼完全的恶习,从他接下来所说的话中也是显而易见的:“因为并非所有自愿的行为都伴随着不义。”因为那些因愤怒而行事的人虽然是自愿行事,但决非依选择行事。而如此行事的人尚未依恶习行事;因为他们屈服于激情,已接近于成为这样的人。“或完全且无条件的”:即出于完全的恶习。因为这也是包罗所有恶习的完全恶习,所以是且被称为无条件的恶习。或者,他现在说的不是那完全的恶习,而是固有意义上的恶习与不义;而这正是伴随选择而具有自愿性的东西。“因为并非所有自愿的行为都伴随着不义。”因为自愿、愿望与意欲具有更广泛的范围。“但在偶性上,没有什么阻止它成为更大的恶”:即使那些对这些人行不义者并未依照极端的不义行不义,而是像那些虽是自愿却并非出于选择的人那样行不义。因为技艺是对自身本质之物的考察者。而附加“更大的恶”,好比有人因遭受不义而过度悲痛,刺杀了自己。“而是胸膜炎。”然而,在偶性上,跌跤有时也可能成为更大的恶。因为跌跤并摔倒,且因此被敌人捕获的人,在偶性上失去了心智,因跌跤而陷入了更大的恶中。……因此,对这类善与恶加以辨析、作为评判者和技艺家的人,将就自身而言且依其自身本性更当规避之物,无条件地称为更大的恶,而胜过那在固有本性上较小、但有时在偶性上可能成为更大的恶的东西。

语法注2 条
  1. 5.46ὡς γὰρ τὸ ὑγιεινὸν τὸ ἐν ἰατρικῇ

    该句句法骨架为一个比较结构:ὡς γὰρ τὸ ὑγιεινὸν ... ὁμοίως καὶ τοῦ εὐεκτικοῦ ... οὕτω δὴ καὶ ἐπὶ τοῦ μέσου ... ἔχει。在关系代词 ὃ ἔστιν ἐν συμμετρίᾳ τινῶν 之后的分句 〈οὗ〉 ὅ τε τὸ πλέον καὶ 〈ὁ〉 τὸ ἔλαττον ἔχων ἐκπεπτώκασιν 是表示多者与少者皆从此适度对称(συμμετρία)中脱离出来的从属从句。

  2. 5.46τὸ δὲ μεῖζον κακὸν πρόσκειται οἱονεὶ τῷ ἀδικηθῆναί τις ὑπερλυπηθεὶς κατέσφαξεν ἑαυτόν

    τῷ ἀδικηθῆναι 是不带前置词的定冠词与格不定词,表示原因或契机(“因遭受不义”)。οἱονεὶ 用以引出比喻或例证,其后紧接的从句(τις ὑπερλυπηθεὶς κατέσφαξεν ἑαυτόν)以直接从句的形式给出了偶性上导致更大恶的具体事例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:253.21-254.20