← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§252.6-253.20

从部分正义看人不可能对自己行不义

厄斯特拉提奥斯注解了亚里士多德在《尼各马可伦理学》卷五第十一章(1138a14–20)中的论述,即在普遍正义之后,又从部分正义(贪欲的反面)的角度论证人不可能对自己行不义。他阐明不正义只存在于多人之间的关系中,从自愿性、伤害的始作、以及通奸与行窃等具体不义行为不可能施加于自身来看,对自己行不义都无法成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.44

" Ἔτι καθ’ ὃ ἄδικος ὁ μόνον ἀδικῶν." Δείξας κατὰ τὴν κοινήν τε καὶ καθόλου δικαιοσύνην τε καὶ ἀδικίαν μὴ οἷόν τε εἶναι ἑαυτὸν ἀδικεῖν, μέτεισιν ἐπὶ τὴν ἑτέραν δικαιοσύνην, ἥτις μία τῶν ἀρετῶν ἐστι, καὶ τὴν ἀντικειμένην αὖ τῇ δικαιοσύνῃ, ἥτις ἐστὶ πλεονεξία· δι’ ὃ οὐ παράνομος· κοινὸς γὰρ οὗτος οὐκ ἐν μόνῳ τῷ ἀδικεῖν ἀλλ’ ἐν πᾶσι φαῦλός ἐστι. τοῦτο γὰρ ἄλλο ἐκείνου· τουτέστι τὸ ἄδικος τοῦ ὡς ὅλου. ὥσπερ ὁ δειλός· τῇ τούτου παραθέσει πῶς ἐστιν ἄλλος ἔδειξεν· οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, τουτέστιν οὐχ ἅπασαν ἀλλὰ δηλονότι μίαν, τὴν ἀντικειμένην τῇ ἀνδρείᾳ. ὥστ’ οὐδὲ κατὰ ταύτην ἀδικεῖ, τὴν ἰδίως δηλονότι λεγομένην ἀδικίαν. τὸ δὲ ἀδικεῖν πρόσκειται ὡσανεὶ τοῦ λόγου δηλοῦντος ὅτι ἑαυτόν τις οὐκ ἀδικεῖ. καὶ διὰ τί λέγει· ἐπεὶ γὰρ ἦν ὁ οὕτως ἄδικος πλεονέκτης καὶ ἄνισος, ὁ δὲ πλεονεκτῶν τινα πλεονεκτεῖ, οὗ πλέον ἔχει (ὁ μὲν γὰρ πλεονεκτῶν πλέον ἔχει ἀγαθοῦ τινος, ὁ δὲ πλεονεκτούμενος ἔλαττον ἔχει), εἰ δή τις ἑαυτὸν ἀδικῶν, κατὰ τὴν ἀδικίαν ταύτην ἑαυτὸν ἂν πλεονεκτοίη.1 εἰ δὲ τοῦτο, καὶ πλέον καὶ ἔλαττον ἅμα ἔχει καὶ ὃ ἀφῄρηται ὡς ἀδικούμενος τοῦτο ἕξει ὡς ἀδικῶν. ἄτοπον δὲ τοῦτο καὶ ἀδύνατον. τὸ γὰρ δίκαιον καὶ τὸ ἄδικον ἐν πλείοσίν ἐστιν, ὡς εἴρηται, καὶ οὐχ ἑνὶ αὐτῷ πρὸς ἑαυτόν. τοῦτο δὲ ἀδύνατον. αὐτὸς γὰρ ἀδικῶν ἑαυτὸν ὑφ’ ἑαυτοῦ ἀδικεῖται. ἅμα γοῦν ὁ αὐτὸς ἀδικῶν ἀδικεῖται εἷς ὢν τῷ ἀριθμῷ· ἀδύνατον οὖν. ἐν πλείοσι γὰρ ἀεὶ καὶ τὸ νεμητικὸν δίκαιον καὶ τὸ διορθωτικόν, ὁμοίως καὶ τὸ τούτῳ ἀντικείμενον ἄδικον. καὶ οὐκ αὐτὸ πρὸς αὐτὸ ἀλλ’ ὁμοίως ἐν πλείοσιν.

“再者,依据那仅行不义者因之是不公正的[不正义]。” 在表明了依共通且普遍的正义与不正义而言不可能对自己行不义之后,他转向另一种正义,即诸德性中的一种德性,以及反过来与这种正义相对立的不正义,即贪欲;因此[此人]“不是违法者”。因为后者是共通的,不仅在行不义这一件事上,而且在一切恶习上都是恶劣的。因为这与那是不同的,即部分意义上的不公正者不同于整体意义上的不公正者。“如同怯懦者”:通过将怯懦者并列提出,他表明了这如何不同;并非具有整体的邪恶,即并非具有全部的邪恶,而显然只具有一种,即与勇敢相对立的那种邪恶。因此,依这种不正义而言,即依显然在固有意义上被言说的不正义而言,[人]也不对自己行不义。而“行不义”被附加上去,仿佛该论证表明人并不对自己行不义。而且他说明了原因:因为既然如此不公正者是贪得无厌且不平等的,而贪心者是对某人贪心,即对那自己比之拥有更多的人贪心(因为贪心者拥有某种善物较多,而被贪心相待者拥有较少),因此如果某人对自己行不义,依这种不正义而言,他就将对自己表现出贪心。而如果这样,他就同时拥有更多和更少,并且他作为被伤害者所被剥夺之物,将作为施害者而拥有。但这荒谬且不可能。因为正如所言,公正与不公正在于多人之间,而非单个同一者对自己成立。而这是不可能的。因为他自己在对自己行不义时,乃是被自己行不义。无论如何,同一者在数目上为一,却同时施加不义又遭受不义;所以是不可能的。因为无论是分配的公正还是纠正的公正,同样还有与它们相对立的不公正,都总是在多人之间的。并且不是自身对自己,而是同样在多人之间。

§5.45

"Ἔτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαιρέσεως." Καὶ τοῦτο δεικτικὸν τοῦ ὡς οὐχ οἷόν τέ ἐστιν αὐτὸν ἑαυτὸν ἀδικεῖν. καὶ πρότερον, τουτέστι τὴν ἀρχὴν ἔχοντος ἐν αὑτῷ τοῦ ἀδικοῦντος καὶ τοῦ ἀρχομένου.2 ὁ γὰρ ἀρχόμενος τοῦ βλάπτειν οὗτος ἀδικεῖ, ὁ δὲ ἀμυνόμενος καὶ διότι ἔπαθε τὰ αὐτὰ ἀντιποιῶν τὸν δράσαντα3 οὐ δοκεῖ ἀδικεῖν. ταῦτα γὰρ παρέθετο τοῦ προτέρου ἐξηγητικά. εἰ δὴ δεῖ τῆς βλάβης τὴν ἀρχὴν ἐν τῷ ἀδικοῦντι εἶναι καὶ οὐκ ἐν τῷ ἀδικουμένῳ καὶ δὴ ἄλλον εἶναι τὸν ἐν ᾧ ἐστιν ἡ ἀρχὴ τῆς βλάβης παρὰ τὸν ἀδικούμενον, οὐκ ἂν εἴη αὐτὸν ἀδικεῖν. ἕτερος γὰρ αὐτὸς ἑαυτοῦ. καὶ διὰ τοῦτο πλείους ὁ αὐτὸς εἷς ὢν ὑπάρξει, ὃ ἀδύνατον. εἰ γὰρ ἅμα βλάπτει καὶ βλάπτεται, εἴη ἂν ἀντιποιῶν καὶ οὐ καταρχόμενος. οὕτω δὲ οὐκ ἂν ἀδικοίη τις ἑαυτόν· τί γὰρ μᾶλλον ἄρχεται ἢ ἀμύνεται; ἡ γὰρ αὐτὴ ἀρχὴ τοῦ τε πάσχειν καὶ τοῦ ποιεῖν ἐστιν· εἰ οὐδεὶς ἑκὼν ἀδικεῖται, οὐδὲ ἑαυτὸν οὐδεὶς ἀδικεῖ. τὸ δὲ πρῶτον, καὶ τὸ δεύτερον ἄρα· ὁ ἑαυτὸν ἀδικῶν ἑαυτὸν πλεονεκτεῖ, ὁ ἑαυτὸν πλεονεκτῶν ἅμα πλέον καὶ ἔλαττον ἔχει, ὁ ἄρα ἑαυτὸν ἀδικῶν οὗτος ἅμα πλέον ἔχει καὶ ἔλαττον, ὅπερ ἀδύνατον. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖσθαι. ἐχρήσατο ταύτῃ τῇ ἐπιχειρήσει καὶ ὅτε ἐδείκνυτο ὅτι ὁ ἑαυτὸν σφάττων οὐκ ἀδικεῖ ἑαυτὸν ἀλλὰ τὴν πόλιν. διὸ καὶ νῦν βραχέως αὐτοῦ ἐμνημόνευσε. πρὸς δὲ τούτοις ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων οὐδεὶς ἀδικεῖ. ἡ ἐπιχείρησις τοιαύτη ἐστίν· εἰ τὸ ἀδικεῖν ἐνεργεῖν ἐστι περὶ τὰ καθ’ ἕκαστα, εἴη ἂν τὸ ἀδικεῖν ἐν τοῖς κατὰ μέρος ἀδικήμασι γινόμενον· ἀλλὰ μὴν τῶν κατὰ μέρος ἀδικημάτων οὐδὲν οἷόν τε πρὸς αὑτὸν γίνεσθαι· ὥστε οὐδ’ ἂν ὅλως τὸ ἀδικεῖν πρὸς ἑαυτὸν εἴη. ὡς γὰρ οὐδεὶς τὴν ἑαυτοῦ γυναῖκα μοιχεύει, οὕτως οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ οἶκον· εἰ δὲ μηδὲν τῶν κατὰ μέρος ἀδίκων οἷόν τε πρὸς ἑαυτὸν ποιεῖν οὐδὲ ἑαυτὸν ἀδικεῖν ὅλως εἴη ἄν. ὅλως δὲ λύεται τὸ ἑαυτὸν ἀδικεῖν κατὰ τὸν διορισμὸν τὸν περὶ τοῦ ἑκουσίως ἀδικεῖσθαι. τὸ γὰρ παρὰ τὴν αὐτοῦ βούλησιν κατὰ τὸ ἑκούσιον βλαπτόμενον εἶπεν ἀδικεῖσθαι· οὐχ οἷόν τε δὲ παρὰ τὴν αὐτοῦ βούλησιν ἀδικεῖσθαι τὸν αὐτὸν ὑφ’ ἑαυτοῦ ἀδικούμενον ἑκουσίως.

“再者,既是自愿的,又是出于选择的。” 这也是用来表明一个人不可能对自己行不义的。以及“在先的”,即行不义者与始作俑者的本原在自身之内。因为开始造成伤害的人乃是行不义,而自卫的人以及由于受了伤害而以同样的方式回报施害者的,并不被认为是行不义。因为他提出这些是为了解释“在先的”。因此,如果伤害的本原必须在行不义者身上而不在遭受不义者身上,并且拥有伤害本原的人确实必须是不同于遭受不义者的另一个人,那么就不可能对自己行不义了。因为他将成为不同于自己的人。而因着这一点,同一个人在数目为一的情况下将成为多数,这是不可能的。因为如果他同时实施伤害并遭受伤害,他将是回报者而非肇事者。而如此一来,一个人便不会对自己行不义;因为受动与能动的本原是同一个,凭什么他更算开始者而非自卫者呢?如果没有人自愿遭受不义,也没有人对自己行不义。但前者〔成立〕,因此后者亦〔成立〕:对自己行不义者乃是对自己贪心,对自己贪心者乃是同时拥有更多和更少,因此这个对自己行不义者同时拥有更多和更少,而这是不可能的。再者,这会导致人可能自愿遭受不义。当他在前文表明自杀者并非对自己行不义而是对城邦行不义时,他也曾使用了这一论证。因此他现在也简要地提及了它。此外,没有个别的具体不义行为,就没有人能行不义。其论证如下:如果行不义是关于具体事物的活动,那么行不义就将产生于各个具体的不义行为中;然而,各个具体的不义行为没有一件可能对自己产生;因此根本不可能对自己行不义。因为正如没有人能与自己的妻子通奸一样,也没有人会破门进入自己的宅第行窃;如果没有任何具体的不义行为能够对自己做出,那么根本也就不可能对自己行不义了。总之,对自己行不义这一说法,依据关于自愿遭受不义的定义而被完全化解。因为他说,违背自身意愿而依照自愿[的行动]遭受伤害的人乃是遭受不义;但是,同一个人在被自己自愿施加不义的同时,却违背自身意愿而遭受不义,这是不可能的。

语法注3 条
  1. 5.44εἰ δή τις ἑαυτὸν ἀδικῶν, κατὰ τὴν ἀδικίαν ταύτην ἑαυτὸν ἂν πλεονεκτοίη

    在条件从句(εἰ 从句)中,分词 ἀδικῶν 作谓语性用法(或省略了联系动词 εἴη 等),引出假设“如果某人对自己行不义”。它与主句中带有 ἄν 的潜能祈愿气(ἑαυτὸν ἂν πλεονεκτοίη)相呼应,构成与事实相反的逻辑推导。

  2. 5.45καὶ πρότερον, τουτέστι τὴν ἀρχὴν ἔχοντος ἐν αὑτῷ τοῦ ἀδικοῦντος καὶ τοῦ ἀρχομένου

    καὶ πρότερον 是对亚里士多德正文(1138a20–21)词句的引用。在后面的 τουτέστι 之后,使用了以 τοῦ ἀδικοῦντος 与 τοῦ ἀρχομένου 为逻辑主语的属格独立结构,从句法上阐明“在先的”含义即为“施害者与肇事者将本原置于自身之内”。

  3. 5.45ὁ δὲ ἀμυνόμενος καὶ διότι ἔπαθε τὰ αὐτὰ ἀντιποιῶν τὸν δράσαντα

    这里的 ἀντιποιῶν 构成了双宾格结构,同时支配事物的宾格(τὰ αὐτά,“同样的事”)与人的宾格(τὸν δράσαντα,“施事者”),意为“以同样的事回报施事者”;而 διότι ἔπαθε 则是说明原因的状语从句(“因为遭受了伤害”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:252.6-253.20