- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:251.1-252.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注释了亚里士多德在《尼各马可伦理学》卷五第11章开头(1138a4)从普遍正义的角度重新探讨“人是否可能对自己行不义”这一遗留问题,论证自杀并非对自己行不义,而是对城邦行不义,城邦因而以死后耻辱对其施加惩罚。
" Πότερον δὲ ἐνδέχεται αὑτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ τῶν εἰρημένων." Φθάνει μὲν οὖν ἤδη περὶ τούτου τοῦ προβλήματος διειληφέναι, ἀλλ’ ἐκεῖ μὲν οὐ καθόλου ἐζήτει προηγουμένως, εἰ ἐνδέχεται αὑτὸν ἀδικεῖν, ἀλλ’ ἐπὶ τοῦ ἀκρατοῦς ἐζήτησεν, ὅτι εἰ ὁ ἀκρατὴς ἑκὼν βλάπτων ἑαυτὸν ἀδικεῖ ἑαυτόν. ὅτι γὰρ μὴ καθόλου περὶ τοῦ προβλήματος ἐζήτησεν ἐκεῖ, ὀλίγον προελθὼν μετὰ τὸ δεῖξαι ὅτι ὁ ἀκρατὴς οὐκ ἀδικεῖ ἑαυτόν, δύο εἶπε προβλήματα καταλείπεσθαι, τό τε πότερον ἀδικεῖ ὁ παρ’ ἀξίαν νέμων ἢ ὁ τὸ πλέον ἔχων, καὶ εἰ ἔστι τινὰ ἑαυτὸν ἀδικεῖν, ὡς οὐδέπω τὸν περὶ τούτου τοῦ προβλήματος λόγον πεποιημένος. εἰπὼν δὴ περὶ τοῦ ἑτέρου προβλήματος ὧν εἶπε δύο λοιπῶν καταλείπεσθαι διὰ μέσου, ἄλλα τινὰ προσθεὶς ἐπὶ τὸ καταλειπόμενον πρόβλημα τῶν περὶ δικαιοσύνης, ὡς αὐτὸς εἶπε, μέτεισιν, ὅπερ ἐστὶν τὸ εἰ ἐνδέχεταί τινα ἑαυτὸν ἀδικεῖν. τὰ μὲν γάρ ἐστιν αὐτῶν τῶν δικαίων περὶ ἑκατέρας δικαιοσύνης τε καὶ ἀδικίας φησί. προείρηται γὰρ αὐτῷ, ὅτι διττή ἐστιν ἡ δικαιοσύνη, ἡ μέν τις ὡς νομιμότης λεγομένη, ἥτις πάσης ἀρετῆς ἐστι περιεκτική, ἡ δέ τις ὡς μερική, μία τις τῶν πασῶν ἀρετή. ὁμοίως τῇ δικαιοσύνῃ καὶ ἡ ἀδικία διττή. ἐφ’ ἑκατέρας δὴ τὸν λόγον ποιήσεται καὶ δείξει ὅτι κατὰ μηδέτερον ἔστιν ἀδικεῖν ἑαυτόν. καὶ πρῶτόν γε ὅτι μὴ κατὰ τὴν καθόλου. ἐπιχειρεῖ δὲ πρῶτον εἰς τὸ ἐναντίον, ὅτι ἀδικεῖ ἑαυτὸν οὕτως, εἰ κατὰ τὴν δικαιοσύνην ἐκείνην πᾶν τὸ κατὰ νόμον καθ’ ἡντιναοῦν ἀρετὴν γινόμενον δίκαιόν ἐστι καὶ τὸ παρὰ τὸν νόμον γινόμενον πᾶν ἄδικον. οὐ κελεύει δὲ ὁ νόμος ἀποκτιννύναι ἑαυτόν. ὁ δὴ παρανομῶν ἀδικεῖ. ἐπεὶ δὲ ὁ ἀδικῶν τινα ἀδικεῖ, ὁ δὲ ἑαυτὸν ἀναιρῶν ἐν τῷ τοῦτο ποιεῖν παρανομεῖ, παρανομῶν δὲ ἀδικεῖ, ἑαυτὸν ἄρα εἴη ἂν ἀδικῶν. ἔτι ὅταν παρὰ τὸν νόμον βλάπτῃ μὴ ἀντιβλάπτων, τουτέστι μὴ ἀμυνόμενος τυχόν τινα ὑβρίσαντα· ἀδικεῖ ἄρα, ἀντὶ τοῦ παρανομεῖ. ἀλλὰ τίνα; οὐ γὰρ ἑαυτὸν ἀδικεῖ (πῶς γὰρ ὁ ἑκὼν αὑτὸν ἀναιρῶν; δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν ὅτι μηδεὶς ἑκὼν ἀδικεῖται), ἀλλὰ δηλονότι τὴν πόλιν. συγχωρῶν γὰρ ἀδικεῖν τὸν παρὰ τὸν νόμον ἑαυτὸν ἀδικοῦντα μὴ μὴν ἑαυτόν, ὅπερ ἦν τὸ ζητούμενον, πειρᾶται δεικνύναι, ὅτι τὴν πόλιν ἀδικεῖ καὶ διὰ τί λέγει. ᾗ μὲν ἀφαιρεῖταί τινα τὴν πόλιν,1 ἄρχοντα ἢ στρατιώτην ἢ ἀστράτευτον ἢ ἀρχόμενον, εἰ οὕτω τύχοι, ταύτῃ δόξαι ἂν τὴν πόλιν ἀδικεῖν, ᾗ δὲ ἑκὼν ἑαυτὸν ἀναιρεῖ, ἀδικῶν διὰ τὸ παρανομεῖν οὐχ ἑαυτὸν ἀδικεῖ, καθὰ λέλεκται, ἀλλὰ τὴν πόλιν. ἢ τὴν πόλιν, τουτέστιν ἑαυτὸν ἀναιρῶν ζημιοῖ πολίτου τὴν πόλιν.2 δι’ ὃ ἡ πόλις ζημιοῖ τοὺς τὰ τοιαῦτα δηλονότι ἄντικρυς αὐτὴν βλάπτοντας. αἱ γὰρ τῶν πόλεων ζημίαι ὑπὲρ τῶν τὰ κοινὰ πλημμελούντων γίνονται. πάντα γὰρ ἐφ’ οἷς αἱ κολάσεις τε καὶ ζημίαι ἐπὶ τῶν κοινῶν ἔχουσι τῆς βλάβης τὴν ἀναφοράν. τίς δὲ ἡ ζημία τῷ ἑαυτὸν ἀποκτείναντι καὶ μηκέτι ὄντι παρὰ τῆς πόλεως, ἐδήλωσε προσθεὶς τὸ καί τις ἀτιμία πρόσεστι τῷ ἑαυτὸν ἀποκτείναντι. ἀτάφους γὰρ αὐτοὺς κελεύουσι ῥίπτεσθαι, ἤ τινα ἄλλην τοιαύτην ἀτιμίαν ὁρίζουσιν οἱ νόμοι κατ’ αὐτῶν.
“一个人是否可能对自己行不义,从已谈过的话中是显而易见的。” 诚然,他此前已经对这一问题做过区分,但他在那里并非首要且普遍地探究是否可能对自己行不义,而是在不能自制者这一事例上探讨,即不能自制者通过自愿伤害自己是否对自己行不义。因为他在那里并非普遍地探究该问题,这一点显而易见,因为他在证明了不能自制者并不对自己行不义之后不久,便说还剩下两个问题:究竟是不依配得进行分配者行不义,还是获取过多者行不义;以及一个人是否可能对自己行不义——仿佛他尚未对这一问题作出说明一样。他在中途论述了他所说剩下的两个问题中的另一个,并补充了其他若干论点之后,正如他自己所言,便转向关于正义的余下问题,即一个人是否可能对自己行不义。因为他说,正当事物中的某些部分是关于各自的正义与不正义的。因为正如他先前所言,正义是双重的:一种被称为遵法性,囊括了一切德性;另一种则是部分性的,是所有德性中的一种德性。与正义相似,不正义也是双重的。因此,他将就这两者展开论述,并证明依任何一种正义而言,都不可能对自己行不义。首先,依普遍的正义而言是不可能的。但他首先针对相反的立场进行论辩,说明按如下方式人对自己行不义:如果在那种正义之下,凡依据任何德性合乎法律而行之事都是正当的,而凡违反法律而行之事都是不正当的。但法律并未命令人自杀。因此,违法者乃是行不义。既然行不义者是对某人行不义,而自杀者在做这事时违反了法律,且因违反法律而行不义,那么他便是在对自己行不义了。再者,当人违反法律进行伤害而非作为还击时,也就是说并非对碰巧实施侮辱者进行自卫时:他因此行不义,用来代替“违法”。但对谁行不义呢?因为他并非对自己行不义(因为自愿自杀者怎么会如此呢?在前文中已经表明,没有人是自愿遭受不义的),而是显而易见地对城邦行不义。因为他承认违法[伤害]自己者行不义,但绝非对自己行不义——而这正是所探究的问题——他试图表明此人乃是对城邦行不义,并说明了原因。一方面,就他剥夺了城邦的一员而言,无论是统治者、士兵、免服兵役者还是被统治者,若碰巧是如此,从这一方面看,他似乎是对城邦行不义;另一方面,就他自愿自杀而言,因违法而行不义的他,正如已经说过的那样,并非对自己行不义,而是对城邦行不义。“或者城邦”,也就是说,他通过自杀使城邦损失了一名公民。因此,城邦对这类显而易见直接危害城邦的人施加惩罚。因为城邦的惩罚乃是针对那些在公共事务上犯过错的人而设的。因为所有施加刑罚与惩罚的事情,其伤害的归宿都在于公共事务。至于城邦对已经自杀且不复存在之人施加何种惩罚,他通过补充“且对自杀者附加某种耻辱”而阐明了。因为法律命令将他们弃尸不葬,或者针对他们规定某种其他类似的耻辱。
- 5.43ἀφαιρεῖταί τινα τὴν πόλιν
双重宾格结构。动词 ἀφαιρέομαι(剥夺)同时支配表示被剥夺方的 τὴν πόλιν(城邦)和表示被剥夺对象的 τινα(某人)作为宾格补足语。
- 5.43ζημιοῖ πολίτου τὴν πόλιν
动词 ζημιόω(使受损失、罚款)支配表示受损方的宾格 τὴν πόλιν(城邦)以及表示所损失之物的属格 πολίτου(一个公民),意为“使城邦遭受损失一个公民”。
