- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:250.1-250.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯根据亚里士多德关于公道的学说,解释了公道乃是在普遍法律因其普遍性而在具体情况下造成损害时予以纠正的本质,借用莱斯博斯建筑铅尺的比喻说明不定之事需要灵活的决议来应对,并阐明公道之人并非严苛执拗于法律字面,而是从轻处置与宽容。
ὡσαύτως καὶ ἐπὶ τῆς παρακαταθήκης (οὐ γὰρ ἀπέδωκεν ὅτι οὐ καλῶς εἶχεν ὁ παρακαταθέμενος κομίσασθαι) ἀφῆκεν ἐγκλήματος ὁ ἐπιεικὴς καὶ συνέγνω. καὶ ἔστιν αὕτη ἡ φύσις, ἀντὶ τοῦ οὐσία, ἐν ᾗ τὸ εἶναί ἐστιν αὐτοῦ, ἡ τοῦ ἐπιεικοῦς, τοῦ ὡς δευτέρου ἐπιεικοῦς δηλονότι λεγομένου ἀφ’ οὗ παρωνύμως ὁ ἐπιεικὴς λέγεται. ἢ ἐλλείπει διὰ τὸ καθόλου, ἀλλ’ οὐ διὰ τὸ κακῶς κεῖσθαι δηλονότι. τοῦτο γὰρ αἴτιον. οὐ γὰρ ἐπανόρθωμα νόμου ἐπιεικές· οὐ γὰρ ὁ τοὺς κακῶς κειμένους νόμους ἐπανορθῶν ἐπιεικὴς ἀλλ’ ὁ τὸ βλάπτον τῷ νόμῳ διὰ τὸ καθόλου εἰρῆσθαι ἐπανορθῶν οὗτός ἐστιν ἐπιεικής. καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι. ἡ τοιαύτη τῶν πραγμάτων φύσις τῆς τοιαύτης διαμαρτίας κατὰ τοὺς νόμους αἰτία. ὅσα γὰρ ἄλλοτε ἄλλως ἔχει καὶ πρὸς τοὺς καιροὺς μεταπίπτει, περὶ τούτων οὐδὲν οἱ νόμοι λέγουσιν, ἀλλὰ πρὸς τὰ τοιαῦτα τοῖς ψηφίσμασι χρῶνται, οἷον τίσι δεῖ συμμαχεῖν καὶ πότε ἐξαγωγήν τινος τῶν ἐν τῇ χώρᾳ γινομένων διδόναι καὶ ὅσα τοιαῦτα. οἱ γὰρ καιροὶ καὶ αἱ χρεῖαι τῶν τοιούτων ἕκαστον μηνύουσιν, ὧν ἀορίστων ὄντων ἀδύνατον καθόλου νόμῳ τινὶ καὶ κανόνι τὴν περίληψιν ποιήσασθαι. τὸ γὰρ ὁρίζειν τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον αὐτοῦ.1 διὸ καὶ συμμεταπίπτει τῇ τοῦ ὁριζομένου φύσει. τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ ὁ κανών ἐστι, τουτέστι κατὰ τὸ συμμεταπίπτειν τοῖς καιροῖς καὶ ταῖς τύχαις καὶ ταῖς περιστάσεσι. καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδινος κανών· ὅτι οὐκ ἐκ λείων λίθων καὶ ἴσως τιθεμένων καὶ ἀπευθυνομένων ἡ καλουμένη Λέσβιος οἰκοδομία οἰκοδομεῖται. Λεσβία δὲ ὅτι ἐκείνοις ἐν συνηθείᾳ τοῦτο· εἰσοχὰς γὰρ καὶ ἐξοχὰς ἔχοντας τοὺς λίθους ἀνῳκοδόμουν. ὡς οὖν ὁ μολίβδινος κανὼν συσχηματίζεται ταῖς τῶν οἰκοδομουμένων λίθων ἀνωμαλίαις, οὕτω δὴ καὶ τὰ ψηφίσματα τοῖς τῶν πραγμάτων ἄλλοτε ἄλλαις χρείαις συμμεταβάλλεται. καὶ τίνος βέλτιον· τοῦ διημαρτημένου δηλονότι καὶ οὐ τοῦ ἁπλῶς καὶ κατὰ φύσιν καὶ καθόλου ἀδιαπτώτου. καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον.2 τοῦτο προσέθηκε. λέγει δὴ τὸ ἐπὶ τὸ χεῖρον, ἐπεὶ ἁπλῶς γε εἴη ἂν ὁ ἐπιεικὴς καὶ ἀκριβοδίκαιος, εἴ γε ἐν τοῖς δοκοῦσι δικαίοις τὸ ἀκριβὲς δίκαιον ζητῶν ἐπανορθοῖ καὶ τὴν ἐν τούτοις κακίαν. ἐπὶ τὸ χεῖρον δέ εἰσιν ἀκριβοδίκαιοι οἱ τὰ γεγραμμένα ἐν τοῖς νόμοις φυλάσσειν βουλόμενοι κατὰ τὸ ῥητὸν καὶ ἐπὶ τὸ χεῖρον, ὡς ἂν ἀκριβῶς δίκαιον ἐξηγούμενοι τὰ γεγραμμένα. ἀλλ’ ἐλαττωτικός· ἀντὶ τοῦ ἐπὶ τὸ ἔλαττον τὰς κολάσεις τρέπων· οὐ γὰρ πικροτέρως ἐπέξεισι τῷ ποιήσαντι τὸ μοχθηρὸν ὁ ἐλαττωτικός. καίπερ ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστιν· ἀντὶ τοῦ τὸ ῥητὸν τοῦ νόμου. βοηθοῦν γὰρ ἔχει πρὸς τὸ πικρότερον κολάζειν ὁ ἐπιεικὴς τὸ ῥητὸν τοῦ νόμου, ὃ ἡμάρτηται διὰ τὸ ὡς καθόλου περὶ τοῦ μὴ ἐπιδεχομένου τὴν τοῦ καθόλου ὁμοιότητα τὰς κολάσεις ὁρίζειν. καὶ ἡ ἕξις αὕτη ἐπιείκεια, δικαιοσύνη τις οὖσα, τουτέστι τοῦ δικαίου στοχαστική.
同样在寄托物的情形中也是如此(因为他没有归还,乃是由于寄存者处于不适宜接收的状态),公道之人免除了指控并予以谅解。“这就是[公道之事的]本性”,用来代替“本质”,其存在便在于其中,即“公道之事的[本性]”,显然是指第二种意义上所说的公道之事,公道之人乃是从中同名派生而被称为公道的。“或者由于普遍性而有所缺漏,显然并非由于制定得不好。”“因为这就是原因。”因为公道之事并非对法律的纠正;因为纠正制定得不好的法律之人并非公道之人,而是纠正由于依普遍表述而给法律带来损害之事的人,这才是公道之人。“以及并非所有事物都依法律〔的原因〕。”事物的这种本性便是依法律产生这种失误的原因。因为凡是时而如此时而如彼、随形势而变化的事物,法律对此一概不言,而是对此类事物使用决议,例如应当同谁结盟、何时准许输出国内生产的某种物品,以及所有此类事情。因为时机与需要表明了此类事物的每一件,而既然它们是不定的,便不可能通过某种普遍的法律和规则来加以囊括。因为规定时而如此时而如彼的事物,这规定本身也是不定的。因此它也随着被规定之物的本性一同变化。“因为对于不定之物,规则也是不定的”,也就是说,通过随时机、命运和处境而一同变化。“以及莱斯博斯建筑的铅尺”;因为所谓的莱斯博斯式建筑并非由平滑、均匀放置且整平的石块建成的。称其为莱斯博斯式的,是因为这对他们而言是一种习俗;因为他们是用带有凹凸的石块砌筑的。因此,正如铅尺顺应所建筑石块的不齐而改变形状一样,决议也随着事物各不相同的需要而一同改变。“并且优于什么呢?”显然是优于产生失误的事物,而非优于无条件的、合乎本性的、普遍无误的事物。“且并非向着更差方向而严守法律的执拗者。”他补充了这一点。他说“向着更差方向”,是因为无条件而言公道之人也可以是严守公正者,只要他在看似公正的事物中探求严格的公正,并纠正其中的不良状态。但向着更差方向严守法律者,乃是那些企图照字面并且向着更差方向谨守法律成文规定的人,他们仿佛把成文规定当成了严格的公正来解释。“而是减损者”:用来代替“将惩处转向较轻者”;因为减损者并不对做了坏事的人进行过于严苛的追究。“尽管有法律作为助手,他仍是公道的”:用来代替“法律的字面规定”。因为公道之人拥有协助其进行更严厉惩罚的法律字面规定,而这规定由于就无法容纳普遍一致性的事物依普遍方式规定惩处而产生了失误。“而这种品质就是公道,是一种公正”,也就是追求公正的品质。
- 5.42τὸ γὰρ ὁρίζειν τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον αὐτοῦ
主语为带冠词的不定词短语“τὸ ὁρίζειν τὸ ἄλλοτε ἄλλως ἔχον”(规定时而如此时而如彼的事物),表语为形容词“ἀόριστον”(不定的),省略了系动词(ἐστί)。句末的“αὐτοῦ”为代词属格,指代这一规定行为本身,相当于“就其自身而言(καθ' αὑτό)”。
- 5.42καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον
引用亚里士多德原文词句。介词短语“ἐπὶ τὸ χεῖρον”(向着更差/更严苛的方向)修饰并限定了“ἀκριβοδίκαιος”(严守法律的执拗者)。注释者解释指出,公道之人本身在无条件意义上也是探求严格公正者,亚里士多德加上此短语是为了限定并排除那些照死板字面追求严苛后果的执拗之人。
