← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§249.1-249.37

公道的本质与对成文法的纠正

欧斯特拉提奥斯注解了亚里士多德在《尼各马可伦理学》卷五中关于公道本质的论述,并通过具体事例阐明公道如何在个案中纠正普遍成文法不可避免的缺漏与过失。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.42#1

" Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς." Ὡς τοῦ ἐπιεικοῦς καὶ τῆς ἐπιεικείας περὶ τὸ ἐπανορθωτικὸν δίκαιον καταγινομένων νῦν περὶ αὐτοῦ ποιεῖται τὸν λόγον καὶ ἐπαπορεῖ, λύει δὲ μάλα ἐπιστημόνως. φησὶ γὰρ ὅτι τὸ ἐπιεικὲς ὑπὸ τὸ αὐτὸ γένος ὁρᾶται παρὰ τὸ δίκαιον. καὶ γὰρ ἤτοι τὸ ἐπανορθωτικὸν ὁρᾶται καὶ ἔστι τινὸς δικαίου βέλτιον, τοῦ νομίμου φησίν, ὥσπερ καὶ τὸ φύσει δίκαιον βέλτιον λέγομεν τοῦ νομίμου. καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν,1 τοῦ τε δικαίου καὶ ὃ παραβαίνει τὸ ἐπιεικὲς καὶ τοῦ ἐπιεικοῦς. οὐ γὰρ παντὸς δικαίου κρεῖττον λέγει τὸ ἐπιεικές, εἴ γε καὶ αὐτὸ ὡς εἶπε δίκαιόν ἐστιν οὐδὲν οὐδὲ ἑαυτοῦ κρεῖττον καὶ χεῖρον· εἴη γὰρ ἂν αὐτὸ ἑαυτοῦ χεῖρον, εἴ γε καὶ κρεῖττον· τὸ γὰρ κρεῖττον χείρονος κρεῖττον· ἀλλὰ κρεῖττον τὸ ἐπιεικὲς δικαίου τοῦ κατὰ συνθήκην τε καὶ νόμον· ἐπανόρθωμα γάρ τοι τοῦ τοιούτου δικαίου. ὅτι δὲ ἀναγκαῖον ἡ κατὰ νόμιμόν τε καὶ ἔγγραφον ἁμαρτία, ἧς τὸ ἐπιεικὲς ἐπανορθωτικόν ἐστιν, ἑξῆς λέγει. εἰ γὰρ μὴ οὕτως εἶχε μηδὲ ἦν ἀναγκαῖον περὶ ἔνια ἡ ἁμαρτία τῶν νομίμων δικαίων ἀλλ’ ἦν ὅλως ἡμαρτημένον, οὔτ’ ἂν δίκαιον ἦν οὔτε ἐπαινετόν, ἀλλ’ ἦν ἂν δίκαιον ἐπανορθωθὲν οὐ τὸ διημαρτημένον. μὴ ὄντος δὲ τοῦ διημαρτημένου δικαίου, οὐδ’ ἂν τὸ ἐπιεικὲς ἦν ἐπανόρθωμα δικαίου τινὸς καὶ κάλλιον δικαίου τινός, ἀλλ’ ἦν ἂν αὐτὸ μὲν δίκαιον, ἐκεῖνο δὲ οὐ δίκαιον. ὅτι οὖν ἀνάγκη κατὰ τοὺς ἐγγράφους νόμους ἁμαρτάνεσθαί τινα δείκνυσιν. οὐ τὸ κατὰ νόμον δέ. ἁμαρτία νόμου τοῦ κατὰ συνθήκην ἐπανόρθωμα. ὁ νόμος καθόλου πᾶς, οἷον τὸν μὴ ἀποδόντα τὴν παρακαταθήκην ἄτιμον εἶναι, τὸν ὑπερβάντα τὸ τεῖχος νυκτὸς τεθνάναι· ὅμως ἐνδέχεται τινα παρακαταθήκην μὴ ἀποδοῦναι ἢ ὑπερβῆναι τὸ τεῖχος νύκτωρ ἤ τι ἄλλο ποιήσας μὴ τῷ νόμῳ ὑπεύθυνος εἶναι·2 ἐν οἷς ἡ ἐπιείκεια δείκνυσι τὸ κατ’ ἐπανόρθωσιν δίκαιον, οἷον ὅτι τῷ μαινομένῳ οὐκ ἀποδοτέον τὸ παρακατατεθὲν ξίφος, καὶ τὸν μὴ μετὰ κακίας ὑπερβάντα τὸ τεῖχος ἀλλ’ ἀνάγκης ἐπειγούσης μὴ ἀπάγεσθαι καὶ εἴ τι τῶν ὁμοίων. ἐπανορθοῦν τὸ ἐλλειφθέν. τοῦτο γὰρ ἔργον τοῦ ἐπιεικοῦς τὸ ἐπανορθοῦν· τοῦ γὰρ νόμου καθόλου ἀπαγορεύοντος ἀλλοτρίας ἀπέχεσθαι γυναικὸς ὅμως ἐν καιρῷ καὶ κατὰ λόγον γινόμενον οὐκ ἔστιν ἀσύμφορον· ἤδη γάρ τις τὴν τοῦ τυράννου γυναῖκα διαφθείρας δι’ αὐτῆς ἠλευθέρωσε τὴν πατρίδα. οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τοῦ ἁπλῶς ἁμαρτήματος.3 ἀντὶ τοῦ τῇ φύσει καὶ κατὰ φύσιν. καὶ εἴη ἂν τὸ ἁπλῶς πρῶτον μὲν ληφθὲν ἐπὶ τοῦ κατὰ φύσιν, δεύτερον δὲ ἐπὶ τοῦ καθόλου. καὶ γὰρ ὑπερβάντα τὸ τεῖχός τινα ἐπικειμένων πολεμίων ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα ἢ μέλλουσαν ἀπολέσθαι ἐξ ἐπιβουλῆς διὰ τὸ μηνῦσαι ἢ διὰ τὸ ἀπόρρητά τινα ἐξειπεῖν ἔσωσεν.

“关于公道与公道之事。” 由于公道与公道之事关涉纠正性的公正,他现在便对此展开论述并提出疑难,但他极为科学地予以了解答。因为他说,公道之事与公正之事在同一属下被考察。因为事实上它被视为纠正性的,并且优于某种公正之事,即他所说的合法的[公正之事],正如我们也说合乎本性的公正优于合法的公正一样。而且在两者皆为优良的情况下,即公正之事(公道之事所逾越者)与公道之事[皆优良]。因为他并非说公道之事优于一切公正之事,既然正如他所说,公道之事本身也是公正的,那么没有任何事物比自身更好或更差;因为如果它比自身更好,它就会比自身更差,因为较好者乃是相对于较差者而言较好的;相反,公道之事乃是优于依约定和法律的公正之事;因为事实上它正是对此类公正之事的纠正。而公道之事作为其纠正者的那种依合法的和成文之物的过失乃是不可避免的,他在接下来作了解释。因为如果事实并非如此,在合法的公正之事中对某些情况的过失并非不可避免,而是完全错误的,那么它既非公正亦非值得赞美,相反,被纠正之事会是公正的,而非错误之事。而若是错误之事并非公正之事,公道之事也就不会是某种公正之事的纠正,亦不会优于某种公正之事,相反公道之事本身是公正的,而那者则不是公正的。因此他表明,依成文法发生某些过失是必然的。“但并非依法律。”即对依约定的法律之过失的纠正。一切法律都是普遍的,例如不归还寄托物者剥夺公民权,夜间翻越城墙者处死;然而有可能某人未归还寄托物,或夜间翻越城墙,或做了其他某事,却不应受法律惩处;在这些情形下,公道表明了依纠正的公正,例如不应将寄存的剑归还给疯子,不应将并非出于恶意而是迫于紧迫需要翻越城墙的人押赴受刑,以及任何类似情形。“纠正缺漏之处。”因为纠正乃是公道之事的作用;因为即便法律普遍禁止接近他人的妻子,但在适当的时机且依理性而为却并非不利;因为曾有人通过诱惑僭主的妻子,借助她解放了祖国。“不是关于无条件之物,而是关于因无条件之物而产生的过失。”这是用来代替“依本性且合乎本性”而言的。而“无条件地”这一说法,首先可理解为合乎本性之事,其次可理解为普遍之事。因为确实有人在敌人逼近时为了拯救祖国而翻越城墙,或者在祖国因阴谋而将遭毁灭之际,通过告发或泄露某些机密而拯救了祖国。

语法注3 条
  1. 5.42καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν

    独立属格结构,其后紧随的“τοῦ τε δικαίου καὶ ὃ παραβαίνει τὸ ἐπιεικὲς καὶ τοῦ ἐπιεικοῦς”作为同位语,具体解释了双数属格“ἀμφοῖν”的所指。关系代词从句“ὃ παραβαίνει τὸ ἐπιεικὲς”是修饰限定“τοῦ δικαίου”的插入成分。

  2. 5.42ἤ τι ἄλλο ποιήσας μὴ τῷ νόμῳ ὑπεύθυνος εἶναι

    在非人称动词 ἐνδέχεται 所引导的带不定式的宾格句结构(τινα... μὴ ἀποδοῦναι ἢ ὑπερβῆναι)中,并列的分词 ποιήσας 出现了主格形式的破格现象(anacoluthon),在语义上它与作为不定式逻辑主语的宾格 τινα 相协调。

  3. 5.42οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τοῦ ἁπλῶς ἁμαρτήματος

    引用自亚里士多德原文(1137b26-27)的带有省略的引文。名词 ἐπανόρθωμα 承前省略,中性定冠词属格“τοῦ ἁπλῶς”与“τοῦ... ἁμαρτήματος”在语法上取决于这个被省略的被修饰词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:249.1-249.37