← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§23.31-25.2

特定领域的评判者与全科受教养者

埃乌斯特拉提奥斯分析了亚里士多德关于各领域评判者及普遍评判者的省略三段论结构,并探讨了“关于一切事物受过教育的人”这一概念究竟是一种假设性的普遍化,还是指不同于专门科学家的具有广博经验的受教养者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23

" Καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος." Ἡ ὁλοκληρία τοῦ λόγου τοιαύτη· πᾶς ὁ κρίνων τι, καλῶς γινώσκει ἐκεῖνο· πᾶς ὁ γινώσκων τι πεπαιδευμένος περὶ ἐκεῖνό ἐστιν· πᾶς ἄρα ὁ κρίνων τι πεπαιδευμένος περὶ ἐκεῖνό ἐστιν. ἐνταῦθα δὲ ἡ μείζων πρότασις παραλέλειπται· ἔθος δ’ οὕτω ποιεῖν τοῖς ῥήτορσιν. ἡ μὲν οὖν ἔννοια τοῦ λόγου τοιαύτη. οὗτος δὲ ἕκαστος εἰρηκὼς κρίνει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτὴς δοκεῖ μερικῶς εἰληφέναι τοὺς εἰδότας καὶ κρίνοντας, καὶ τὰ γινόμενα καὶ κρινόμενα. ἔστι δ’ ἀληθῶς καθόλου ἡ πρότασις, ὡς δύνασθαι ταὐτὸ τὸ ἕκαστος κρίνει καλῶς τῷ πᾶς. τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ’ ὅτι καθόλου, ὡς εἶναι τὸ πᾶς τὸ τῶν καθ’ ἕκαστον ἄθροισμα. τὸ γὰρ ἕκαστος τῶν πάντων καὶ πᾶς τὸ αὐτὸ κατὰ τὴν ἔννοιαν δύναται. τὸ αὐτὸ δ’ ἂν εἴποις καὶ περὶ τῶν γινωσκομένων καὶ κρινομένων. ἃ γὰρ πάντες οἱ γινώσκοντες καὶ κρίνοντες γινώσκουσι καὶ κρίνουσι, ταῦτα πάντα ἐστὶ τὰ γινωσκόμενα καὶ κρινόμενα. καὶ τὸ κρίνειν δὲ καλῶς ἃ γινώσκει καὶ τούτων εἶναι ἀγαθὸν κριτὴν ἐκ παραλλήλου ἐστὶ τὸ αὐτό. τὸ δὲ καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος συμπέρασμά ἐστι τοῦ συλλογισμοῦ ἐκ μιᾶς συνηγμένον προτάσεως ὅσον πρὸς τὸ φαινόμενον, δοκοῦν μὲν καὶ αὐτὸ μερικόν, καθόλου δὲ ὂν ἀληθῶς διὰ τὸ πάντα δηλοῦν τὰ καθ’ ἕκαστα ὡσανεὶ ἐπαγωγικῶς ἐν ταὐτῷ συναγόμενον καὶ τὸ καθόλου πιστούμενον· ὃ καὶ ἐπιφέρει λέγων ἁπλῶς δὲ ὁ περὶ πᾶν πεπαιδευμένος. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτω τὸν λόγον διέθετο. ἀλλὰ τὸ μὲν καθ’ ἕκαστον κρίνειν τὸν πεπαιδευμένον ὀρθῶς ἀληθὲς καὶ φανερόν, τὸ δὲ περὶ πᾶν πεπαιδεῦσθαί τινα ὡς πάντα κρίνειν ὀρθῶς, δόξειεν ἂν εἶναι ἀδύνατον. πῶς γὰρ ἐνδέχεται ἕνα τινὰ τῶν ἀνθρώπων εἰδέναι πάντα καὶ ἀγαθὸν εἶναι κριτὴν ἐν ἅπασιν; οὐ γὰρ ὅσα πέφυκεν ἁπλῶς ὁ ἄνθρωπος κατορθοῦν ὡς νοῦ καὶ ἐπιστήμης δεκτικὸς δυνατόν ἐστί τινι τῶν καθ’ ἕκαστα τῇ ἑαυτοῦ γνώσει ἐνεργείᾳ συλλαβεῖν ἅπαντα.1 ἴσως οὖν οὐχ ὡς ὂν δυνατὸν τοῦτο εἶπεν, ἀλλ’ ἐπεὶ οἱ καθ’ ἕκαστα πάντες ἄνθρωποι ὑπὸ τὸ καθόλου ἀνάγονται, ὁμοίως καὶ οἱ πεπαιδευμένοι ὑπὸ τὸν καθόλου πεπαιδευμένον, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ὑποτιθέμενος· ἵν’ ᾖ τοῦτο λέγων, ὥσπερ ὁ καθ’ ἕκαστα πεπαιδευμένος κρίνει καλῶς ἐκεῖνο περὶ ὃ πεπαίδευται, οὕτως εἴ τις ὑπόθοιτο ἁπλῶς εἶναι περὶ πᾶν πεπαιδευμένον τινὰ ἔσται κριτὴς ἀγαθὸς ἐκεῖνος τοῦ κρινομένου παντός. μήποτε δὲ εἰδότα καὶ πεπαιδευμένον ἐνταῦθα οὐ τὸν περὶ ἕκαστόν φησιν ἐπιστήμονα2 ἀλλὰ τὸν ἐν τοῖς πράγμασι πολύπειρον καὶ δυνάμενον πᾶν τὸ προτιθέμενον εἰς κρίσιν τῇ αὐτοῦ τριβῇ παρατίθεσθαι κἀντεῦθεν κρίνειν ὀρθῶς. ὥσπερ ἔστιν ἰδεῖν πολλοὺς γραφικὴν μεταχειρισαμένους οὐδέποτε καὶ τὰς παρ’ ἄλλων γραφομένας εἰκόνας δυναμένους κρίνειν κατὰ τὸ δέον. τοῦτο δὲ καὶ ἐπ’ ἄλλων τεχνῶν γίνεται καὶ εὕροις ἂν τὸν Ἀριστοτέλην πολλαχοῦ κατὰ τοῦτο τὸ σημαινόμενον τῷ τῆς παιδείας χρησάμενον ὀνόματι· ὡς εἶναι δῆλον ὅτι ἄλλη μὲν γνῶσίς ἐστιν ἡ κατὰ τὸ ἐπίστασθαι καὶ ἄλλη ἡ κατὰ τὸ πεπαιδεῦσθαι, ἥτις πολυπειρία οὖσα ἱκανότητα τῷ κεκτημένῳ παρέχεται πρὸς τὸ κρίνειν ὀρθῶς τὰ κατὰ τὰς ἐπιστήμας καὶ τὰς τέχνας ἀποτελούμενα τάς τε θεωρητικὰς καὶ πρακτικὰς καὶ ποιητικάς.

“因此,在每个领域中受过教育的人”该论证的完整形式如下:凡评判某物者,皆很好地认识该物;凡认识某物者,皆在该物上受过教育;因此,凡评判某物者,皆在该物上受过教育。但在此处大前提被省略了;而修辞学家们习惯于如此行事。因此,该论辩的涵义即是如此。他通过说“每个人皆能很好地判断自己所认识的事物,且是这些事物的优良评判者”,似乎是将知晓者与评判者、以及[被认识和]受评判的事物理解为特称的。但该前提真正而言是全称的,以至于“每个人皆能很好地判断”能够与“所有人[皆能很好地判断]”具有相同效力。因为“所有”并不表示普遍本身,而是表示全称地[成立],以至于“所有”乃是个别事物的总和。因为“所有事物中的每一个”与“所有”在涵义上具有相同的效力。对于被认识和受评判的事物亦可作如是观;因为所有认识者与评判者所认识和评判的事物,便是被认识和受评判的全部事物。此外,“很好地判断自己所认识的事物”与“是这些事物的优良评判者”,作为平行并列的表达是完全相同的。而“因此,在每个领域中受过教育的人”则是该三段论由单个前提出发得出的结论(就表象而言),其自身虽亦看似特称的,但真正而言是全称的,因为它指明了所有个别事物,宛如通过归纳被汇总于同一事物之中,并确证了全称命题;这也正是他接着说“而无条件而言,则是关于一切事物受过教育的人”所表达的意思。亚里士多德便是这样安排该论辩的。然而,受过教育的人在每个个别领域中正确地评判,这是真实且显然的;但某人在一切事物上受过教育以至于能正确评判所有事物,则似乎是不可能的。因为任何一个单个的人知晓所有事物并在一切事物中皆为优良评判者,这如何可能呢?因为凡人作为能够接受理智与科学知识者无条件地按本性所能成就的一切事物,任何一个个别的人皆不可能通过自身的知识在现实中将它们全部把握。因此,或许他并不是将此当作可能之事来说的,而是因为所有个别的凡人皆归属于普遍者之下,受过教育者亦同样归属于普遍受过教育者[即一般意义上的受过教育者]之下,故而他才为了这一缘故如此表述,犹如设定了一个假说;从而他的意思是:正如在个别领域受过教育的人能很好地评判自己受过教育的那一事物,同样地,若有人假设某人无条件地关于一切事物受过教育,那么那个人便将是对受评判之全部事物的优良评判者。抑或在此处他所说的知晓者与受过教育者,并非指每个领域中的专门科学家,而是指在事物中富有经验、且能将一切提交评判的事物与自身的熟习经验相并置、由此做出正确判断的人。正如人们能够看到,许多人从未操持过绘画技艺,却能够恰当地评判他人所作的画作。这在其他技艺中亦同样发生,并且人们可以发现亚里士多德在诸多地方皆是在这一意义下使用“教育”一词的;因此显而易见,基于科学认知的认识是一回事,而基于受过教育的认识是另一回事,后者乃是一种丰富的经验,它为其拥有者提供了正确评判依循理论的、实践的与制作的科学和技艺所完成之物的能力。

语法注2 条
  1. 1.23οὐ γὰρ ὅσα πέφυκεν ἁπλῶς ὁ ἄνθρωπος κατορθοῦν ὡς νοῦ καὶ ἐπιστήμης δεκτικὸς δυνατόν ἐστί τινι τῶν καθ’ ἕκαστα τῇ ἑαυτοῦ γνώσει ἐνεργείᾳ συλλαβεῖν ἅπαντα.

    此处为一个倒置结构(hyperbaton),关系从句 ὅσα πέφυκεν ἁπλῶς ὁ ἄνθρωπος κατορθοῦν... 被置于句首,修饰主句中不定式 συλλαβεῖν 的宾语 ἅπαντα。其核心骨架为:οὐ γὰρ δυνατόν ἐστί τινι τῶν καθ’ ἕκαστα συλλαβεῖν ἅπαντα ὅσα...(“因为对于任何个别的人而言,把握……的全部事物皆是不可能的”)。

  2. 1.23μήποτε δὲ εἰδότα καὶ πεπαιδευμένον ἐνταῦθα οὐ τὸν περὶ ἕκαστόν φησιν ἐπιστήμονα

    μήποτε 与直陈式动词连用,构成表达谨慎的推测或提出替代性见解的惯用句法(“抑或……并不是……”)。未明示主语的动词 φησιν 指亚里士多德,εἰδότα καὶ πεπαιδευμένον 在句中作为双重宾格结构的一部分充当宾语成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:23.31-25.2