- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:248.1-248.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德“公正之事存在于这些人之中”(1137a26)这一命题,注解者论述了正义仅存在于分有外在善且这些善具有过度与不足的人类之间,并批判了将外在善视作完全无差别的观点。
" Ἔστι δὲ τὰ δίκαια ἐν τούτοις." Τὸ διὰ τῆς λέξεως ταύτης δηλούμενον εἰ καὶ ἀσαφὲς ἀλλ’ οὖν τοιοῦτόν ἐστι. φησὶ γὰρ ὅτι τῶν δικαίων τὸ μέν ἐστι νεμητικὸν τὸ δὲ ἐπανορθωτικόν, ταῦτα δὲ ἐν τούτοις ἐστίν, ἐν τοῖς μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, ἐν οἷς ἐστι καὶ ἡ εὐδαιμονία. ἁπλῶς δὲ ἀγαθά ἐστι τὰ τῇ αὑτῶν φύσει ἀγαθά, τὰ δ’ ἄλλα ὀργανικὰ καὶ δυνάμει ἀγαθὰ ὄντα τοῖς κατὰ φύσιν ἔχουσιν οὐ τοῖς παρὰ φύσιν· ταῦτα δέ ἐστιν ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις, ὡς πλοῦτος τιμαὶ δυναστεῖαι πολιτικαὶ 〈καὶ〉 εἴ τι τοιοῦτον. ἐν τούτοις γὰρ ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις καὶ τὸ πλεονεκτεῖν καὶ μειονεκτεῖν. κατ’ ἀρετὴν δὲ οὐ γίνεται πλεονεξία· οὐδὲ γὰρ οἷόν τε τὴν ἄλλου ἀρετὴν λαβόντα τινὰ ἢ βιασάμενον ἀφελέσθαι ὥσπερ χρήματα κτήματα πολλὰς τιμάς. τούτου γὰρ δηλωτικὸν νῦν τὸ ἔχουσι γὰρ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. τῷ γὰρ δύνασθαι τούτων τῶν ἀγαθῶν καὶ πλέον τινὰ ἔχειν καὶ ἔλαττον παρὰ τὴν τούτων διανομήν τε καὶ ἐπανίσωσιν τὰ δίκαιά ἐστιν. περὶ γὰρ τὴν τῶν ἀγαθῶν ἐπανίσωσίν τε καὶ νομὴν τὸ δίκαιον, ἐπεὶ μὴ οἷς γε τοιοῦτον ἀγαθόν, τούτοις οὐδὲ δίκαιόν τι τῶν εἰρημένων ἐστίν. οἷς γὰρ οὔτε πλοῦτος οὔτε δόξα οὔτε ἀρχὴ οὔτε τι τῶν τοιούτων ἐστὶν ἀγαθῶν, ἃ καὶ μόρια ἐκάλεσε, τούτοις οὐδὲ δίκαιόν τί ἐστι νεμητικὸν ἢ ἐπανορθωτικόν· ἐν γὰρ ἀγαθοῦ τινος ἢ ὠφελίμου νομῇ ἴσῃ κατ’ ἀναλογίαν τὸ νεμητικὸν δίκαιον καὶ ἐπανορθωτικόν, εἴ γε ἐπανισοῖ τὸν πλεονεκτοῦντα καὶ τὸν πλεονεκτούμενον. ἔστι δὲ ὁ πλεονέκτης οὐκ ἐν τῷ τυχόν τι πλέον αὑτῷ νέμειν ἀλλ’ ἐν τῷ ἀγαθοῦ τινος· διὸ καὶ οἱ ἀδιάφορα τὰ τοιαῦτα τοῖς ἀνθρώποις λέγοντες καὶ ἔτι μᾶλλον μηδὲ ἀξίαν τινὰ διδόντες αὐτοῖς ἀλλ’ ἐπ’ ἴσης αὐτὰ λέγοντες τοῖς ἀντικειμένοις, ὧν ἦν πρότερον μὲν Ἀριστώνυμος, νῦν δὲ καὶ Πλατωνικοί τινες εἶναι προσποιούμενοι, ὑποδυόμενοι δὲ τὴν δόξαν, ὧν εἶναι καὶ Ἀττικὸς δοκεῖ. οὗτοι δὴ καὶ παντάπασι τὴν δικαιοσύνην ἄχρηστον ἀποφαίνουσιν·1 οὔτε γὰρ τῶν κατὰ τὰς ἀρετὰς ἀγαθῶν ἡ δικαιοσύνη νεμητικὴ ἢ ἐπανορθωτική, τό τέ τινα ταῦτα ζητεῖν τῶν πάνυ ἀδιαφόρων ἄχρηστόν ἐστιν. οἷον ἴσως τοῖς θεοῖς. τὸ ἴσως πρόσκειται διὰ τὸ ἀλλαχοῦ αὐτὸν εἰπεῖν ὡς οὐκ ἔστιν ἀρετὴ θεοῦ τῷ ἀνώτερον ἀρετῆς αὐτὸν εἶναι. τοῖς δ’ οὐθὲν μόριον ὠφέλιμον. οἷς γὰρ μηδὲν τῶν τοιούτων ἀγαθῶν νομῇ τε καὶ ἰσότητι, οἷς δὲ ἡ ποιὰ τούτων νομὴ τε καὶ ἰσότης ὠφέλιμος, καὶ μέχρι τινὸς αὐξόμενα ἢ μειούμενα ὠφελεῖν τοὺς ἔχοντας δύνανται καὶ ἐν τῇ ποιᾷ χρήσει αὐτῶν καὶ συμμίξει τὸ ὠφέλιμον ἐν τούτοις ἐστὶ καὶ τὰ δίκαια,2 καὶ τοῦτό ἐστιν ἀνθρώπινον ἀγαθὸν δικαιοσύνη.
“公正之事存在于这些人之中。” 通过这句话所表明的内容,即使不甚明了,但大体如下。因为他说,在公正之事中,一种是分配性的,另一种是纠正性的,而这些“存在于这些人之中”,即存在于那些分有无条件之善的人之中,在这些善中也包括幸福。无条件的善是指依其本性即为善的事物,而其他事物则是工具性的,并且对于处于符合本性状态的人而言是潜在的善,对处于违反本性状态的人则不然;这些事物包含着过度与不足,例如财富、荣誉、政治权势以及任何此类事物。因为在这些事物中存在过度与不足,在这些事物中也存在多得与少得。但就德性而言并不存在多占;因为不可能有人夺走或强行剥夺他人的德性,如同夺取金钱、财产和众多荣誉那样。现在“因为它们既有过度也有不足”这句话所表明的正是这一点。因为正是由于某人能够对这些善有多得或少得的可能,围绕这些善的分配与纠正才存在公正之事。因为公正关乎善的纠正与分配,既然对于根本不享有此类善的人来说,也不存在上述任何一种公正之事。因为对于那些既无财富、又无名誉、亦无官职或任何此类善(他也称之为“份额”)的人来说,根本不存在任何分配性或纠正性的公正之事;因为分配性和纠正性的公正存在于某种善或有益之物按照比例的均等分配之中,只要它确实均等了多得者与少得者。而多得者并不是在随意给自己多分某种东西上成为多得者,而是在某种善上如此;因此,那些声称此类事物对人类是无差别的、更有甚者不赋予它们任何价值反而称其与对立面处于同等地位的人——以前阿里斯托纽摩斯是其中之一,如今某些自称是柏拉图主义者却伪装出这种见解的人也是如此,阿提库斯似乎也属于他们——这些人确实把正义宣判为完全无用的东西;因为正义既不是关于合乎德性的善的分配者,也不是其纠正者,而某人去追求这些完全无差别的事物也是毫无用处的。“例如或许对诸神而言”。之所以加上“或许”,是因为他在别处说过,神并没有德性,因为神超越了德性。“对其他人而言,没有任何份额是有益的”。因为,虽然对于某些人而言,即便通过分配与均等,此类善也毫无[益处];但对于另一些人而言,此类事物的特定分配与均等是有益的,在一定程度内增减能够使拥有者受益,并且有益之处在于对它们的特定使用与调配之中,公正之事正是存在于这些人之中,而这种人类的善就是正义。
- 5.41διὸ καὶ οἱ ἀδιάφορα τὰ τοιαῦτα τοῖς ἀνθρώποις λέγοντες ... οὗτοι δὴ καὶ παντάπασι τὴν δικαιοσύνην ἄχρηστον ἀποφαίνουσιν
属于复指构式(一种破格句法):句首的主语 οἱ ... λέγοντες 与主谓动词 ἀποφαίνουσιν 之间插入了说明相关学派代表人物的长从句,因而用指示代名词 οὗτοι 重新接引并完成主句结构。
- 5.41οἷς γὰρ μηδὲν τῶν τοιούτων ἀγαθῶν νομῇ τε καὶ ἰσότητι, οἷς δὲ ἡ ποιὰ τούτων νομὴ τε καὶ ἰσότης ὠφέλιμος ... ἐν τούτοις ἐστὶ καὶ τὰ δίκαια
由关系代词与格 οἷς 引导的长大对比结构(前半句省略了 ὠφέλιμόν ἐστι)。前半句针对即使通过分配与均等也无法获益者(如无可救药的恶人),后半句以 οἷς δὲ ... 对置出获得特定分配与均等便能受益者(人类),并最终由主句 ἐν τούτοις ἐστὶ καὶ τὰ δίκαια 收束结句。
