- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:247.8-247.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥将单纯做出公正行为或医疗操作与出于相应的品质(习惯状态)而行事进行对比,驳斥了大众关于公正之人同样能够行不义的错误观点。
τὸ γὰρ εἰδέναι τὰ δίκαια ἔστι μὲν ὡς τὸ εἰδέναι κατὰ τὰ ὑπὸ τῶν νόμων ἀγορευόμενα δίκαια, ἔστι καὶ ὁ πῶς ποιῶν αὐτὰ δίκαιος.1 οὐ γὰρ ὁ ὁπωσοῦν ποιῶν τὰ κατὰ τοὺς νόμους δίκαιος. ὁ ἀποδιδοὺς τὴν παρακαταθήκην ἐπιβούλως ὑπὲρ τοῦ πλέον τι λαβεῖν αὖθις μὴ ἀποδιδούς, ἄδικος· καίτοι ποιεῖ τὸ ὑπὸ τῶν νόμων κελευόμενον. τὸ δὲ τοῦτο εἰδέναι πλέον φησὶν ἔργον εἶναι καὶ χαλεπώτερον τοῦ τὰ ὑγιεινὰ εἰδέναι. χαλεπωτέρα γὰρ ἡ τῶν δικαίων γνῶσις τῶν ὑγιεινῶν ὅσῳ καὶ τὸ δίκαιον εἶναι τοῦ εἶναι ἰατρὸν χαλεπώτερον. ὡς οὖν ἐπ’ ἐκείνων τὰ μὲν οἷς χρῆται ὁ ἰατρὸς πρὸς ὑγίειαν ῥᾴδιον εἰδέναι, οἷον μέλι οἶνον ἐλλέβορον καῦσιν τομήν, οὐ μὴν τὸ ταῦτα εἰδέναι ἐστὶ τὸ εἰδέναι τὰ ὑγιεινά, εἰ μὴ κατὰ συμβεβηκός· τὸ γὰρ τὴν τούτων χρῆσίν τινα εἰδέναι, ὅτε καὶ πῶς καὶ μέχρι πόσου προσφέρειν, οὐκέτι ῥᾴδιον, ἀλλὰ τοσοῦτον ὅσον ἰατρὸν γενέσθαι, ἐπεὶ καὶ ἰατροῦ τὸ ταῦτα εἰδέναι. ἀλλ’ ἢ κατὰ συμβεβηκός. διὰ τὸ τυχὸν συμβεβηκέναι τοῖς οὕτως ἐξ ἀκοῆς γινωσκομένοις δικαίοις εἶναι, δι’ ἣν αἰτίαν οἴονται ῥᾴδιον εἶναι οἱ πολλοὶ τὸ εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον τινα ὅτε θέλει εἶναι ἐπ’ αὐτῷ, διὰ τὴν αὐτὴν ταύτην ἡγοῦνται καὶ τοῦ δικαίου οὐδὲν ἧττον τὸ ἀδικεῖν2 καὶ τοῦ ἀδίκου, ἀλλὰ καὶ μᾶλλον δύνασθαι τὸν δίκαιον τῶν πολλῶν καὶ τυχόντων καὶ συγγενέσθαι γυναικὶ καὶ πατάξαι τινὰ ὁμοίως καὶ τὸν ἀνδρεῖον τὴν ἀσπίδα ἀφεῖναι. μᾶλλον δ’ ἂν λέγοιντο οὗτοι δύνασθαι ταῦτα, καθ’ ὅσον ἴσασιν αὐτὰ μᾶλλον. τοῦ γὰρ τὸ ἐναντίον εἰδότος καὶ τὸ ἐναντίον εἰδέναι. τὸ δ’ αὐτὸ καὶ ταύτης αὐτῆς τῆς αἰτίας αἴτιον, ὅτι γοῦν ἡγοῦνται τὸν ἄδικον ποιήσαντα ἤδη καὶ ἀδίκως ποιῆσαι καὶ ἄδικον εἶναι. τοῦτο δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ ὁπωστιοῦν ποιεῖν ὡς δεῖ ποιεῖ, ἀλλ’ ἂν ὁ δοῦλος ὡς δοῦλος ποιήσῃ τι·3 ὁμοίως οὐδὲ τὸ ἀδικεῖν τὸ ὁπωσοῦν ἄδικον ποιεῖν, ὡς πολλάκις εἴρηται, ἀλλὰ τὸ καθ’ ἕξιν τοιάνδε καὶ οὕτως ἔχοντά τε καὶ διακείμενον. οὐ γὰρ τὸ ἁπλῶς τέμνειν ἰατρεύειν ἐστὶν ἀλλὰ τὸ καθ’ ἕξιν καὶ ἐπιστήμην ἰατρικήν· εἰ δὲ τὸ καθ’ ἕξιν τὰ ἄδικα ποιεῖν ἀδικεῖν ἐστιν, οὐ μόνον οὐ ῥᾴδιον τῷ δικαίῳ τὰ ἄδικα ποιεῖν, ἀλλὰ καὶ ἀδύνατον. ὡς γὰρ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, αἱ μὲν ἐπιστῆμαι τῶν ἐναντίων εἰσίν, οὐκέτι δὲ καὶ αἱ ἕξεις.
因为知晓公正之事,一方面是指按照法律所明令的内容知晓公正之事,另一方面也是指[知晓]以何种方式行事的人才是公正的。因为并非以无论何种方式做出符合法律之事的人就是公正的。为了日后通过不予归还来获取更多而心怀恶意归还寄存物的人,是不公正的;尽管他确实做出了法律所命令之事。但他认为,知晓这一点比知晓合乎健康之事是更重大的任务,也更为困难。因为知晓公正之事比知晓合乎健康之事更为困难,其程度恰如成为公正的人比成为医生更为困难一样。因此,正如在后一种情况下,知晓医生用于健康的那些手段——例如蜂蜜、酒、嚏根草、烙术、割术——是容易的,然而知晓这些绝非知晓合乎健康之事,除非是附带地知晓;因为某人要知晓对它们的使用,即何时、如何以及施用到何种程度,就绝非易事了,而是同成为一名医生具有同样的难度,既然知晓这些本就是属于医生的事。除非是附带地知晓,否则并非如此。正是由于公正碰巧附带在这些道听途说而被知晓的事物上,也正是出于这个原因,大众才认为知晓公正与不公正的事物是容易的,并且何时愿意就能成为公正或不公正的人是在自己能力范围之内的;完全出于这同一个原因,他们也认为行不义对于公正的人而言绝不亚于对于不公正的人,甚至认为比起寻常的大众,公正的人更有能力与妇人私通或殴打某人,正如勇敢的人同样能够丢弃盾牌一样。然而,如果说他们更有能力做这些事,也只是就他们对这些事知晓得更深而言;因为知晓对立面的知识,恰恰属于知晓其对立面的人。然而同一件事也是导致这一原因本身的原因,至少在于他们以为做出了不公正之举的人,就已经是出于不公正而行事且是不公正的了。但事实并非如此。因为无论以何种方式行事,并不能构成按应当的方式行事,而必须是如同奴隶作为奴隶去行某事那样;同样地,正如屡次言及的那样,行不义也绝非以无论何种方式做出不公正之举,而是按照某种品质,并且自身处于那样一种状态和处境下去行事。因为绝非单纯的切开就是行医,而是按照医学的品质与科学去行事才是行医;而如果按照品质做出不公正之举才是行不义,那么对于公正的人来说,做出不公正之事不仅不是容易的,甚至是根本不可能的。因为正如本卷开头所言,科学是对立双方的科学,但品质却不再如此。
- 5.40ἔστι μὲν ὡς τὸ εἰδέναι κατὰ τὰ ὑπὸ τῶν νόμων ἀγορευόμενα δίκαια, ἔστι καὶ ὁ πῶς ποιῶν αὐτὰ δίκαιος
这是 ἔστι μὲν ὡς ... ἔστι καὶ ... 的并列结构。后半句 ἔστι καὶ ὁ πῶς ποιῶν αὐτὰ δίκαιος 承接了前半句的“知晓(τὸ εἰδέναι)”,将“以何种方式行事的人才是公正的[之知识]”紧凑地凝缩在这一名词化分词表述中。
- 5.40διὰ τὸ τυχὸν συμβεβηκέναι τοῖς οὕτως ἐξ ἀκοῆς γινωσκομένοις δικαίοις εἶναι, δι’ ἣν αἰτίαν οἴονται ῥᾴδιον εἶναι οἱ πολλοὶ τὸ εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον τινα ὅτε θέλει εἶναι ἐπ’ αὐτῷ, διὰ τὴν αὐτὴν ταύτην ἡγοῦνται καὶ τοῦ δικαίου οὐδὲν ἧττον τὸ ἀδικεῖν
长大的相关与因果句式。开头的介词短语 διὰ τὸ τυχὸν συμβεβηκέναι ... 交代了根本原因,紧随其后的关系从句 δι’ ἣν αἰτίαν οἴονται ... 承接此原因以解释大众的通念;主句则由 διὰ τὴν αὐτὴν ταύτην [αἰτίαν] ἡγοῦνται ... 引出,表述大众基于同一原因得出的进一步推论(认为公正的人同样能行不义)。
- 5.40ἀλλ’ ἂν ὁ δοῦλος ὡς δοῦλος ποιήσῃ τι
由 ἄν(ἐάν)加虚拟语气 ποιήσῃ 构成的条件从句,承接前面的 οὐ γὰρ τὸ ὁπωστιοῦν ποιεῖν ὡς δεῖ ποιεῖ,具有省略性对比功能,意为“而是[如同]奴隶作为奴隶去行某事时[才是依应有的方式行事]”。
