- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:244.1-245.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯考察了亚里士多德提出的两个疑难(在不公分配中是不公分配者还是接受者在行不义,以及是否可能对自己行不义),解释了公道者在分配中留给自己较少部分为何并不构成对自己行不义。
" Ἔτι δ’ ὧν προειλόμεθα.1" Δόξει μὲν ὅσον ἐπὶ τῇ λέξει λέγειν περὶ τῶν δύο ἀποριῶν ἃς νῦν προτίθησιν ὡς δεομένας καὶ αὐτὰς λόγου τινός, ὡς ἤδη περὶ αὐτῶν προειρηκώς. τὸ δ’ οὐχ οὕτως ἔχει· οὐδαμοῦ γὰρ αὐτῶν μνημονεύει. ἀλλ’ ἔστιν ὃ λέγει ὅτι ἐπὶ τῇ προθέσει ᾗ προεθέμεθα (ἦν δὲ αὕτη τὸ τὸν περὶ δικαιοσύνης λόγον πληρῶσαι) δύο ἐστὶ τὰ λειπόμενα, περὶ ὧν εἰπεῖν δεῖ· ἔστι δὲ τὰ δύο ἃ προστίθησιν ὡς ἀπορεῖσθαι δυνάμενα καὶ δεόμενα προσδιορισμοῦ τινος ἓν μὲν πότερός ἐστιν ὁ ἀδικῶν, πότερον ὁ νέμων παρὰ τὴν ἀξίαν τὸ πλέον ἢ ὁ λαβὼν παρὰ τοῦ νείμαντος τὸ πλέον καὶ ἔχων· ἕτερον δὲ εἰ ἔστιν αὑτὸν ἀδικεῖν. ἤρτηται δὲ ἡ δευτέρα ἀπορία ἐκ τῆς πρώτης, ὡς καὶ αὐτὸς λέγει. διὸ καὶ πάλιν αὐτῆς ἐμνημόνευσε, καίτοι περὶ αὐτῆς εἴρηκε πρὸ ὀλίγου. ἔτι δὲ οὐδὲ ὁμοίως δύναται νῦν ἀπορούμενον τὸ ἐπὶ τοῦ ἀκρατοῦς. ἐκεῖνος μὲν γὰρ οὐ κατὰ τὴν βούλησιν ποιῶν οὐδὲ ἠδίκει, ὁ δὲ δίκαιος κατὰ τὴν βούλησιν ποιεῖται τὴν νομήν. ἔστι δὲ τὸ ἀπορούμενον ἐπὶ τοῦ πρώτου ῥηθέντος, ὅτι εἰ ἐνδέχεται τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ μὴ λαμβάνοντα τὸ πλέον, ἔσται αὑτὸν ἀδικεῖν. εἰ γάρ τις νέμων τι ἄλλῳ πλέον ἑαυτοῦ νέμει, ὃ οἱ ἐπιεικεῖς μάλιστα ποιοῦσιν, αὑτὸν ἀδικήσει. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τούτου ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δὲ ἐστι παρ’ αὑτοῦ τὸ ἔλαττον λαμβάνων ἀνίσως νέμοντος, αὐτὸς ἂν αὑτὸν ἀδικοίη· ὅπερ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δὲ τοῦτο πρῶτον μὲν τῷ τὸν ἐπιεικῆ ἐν τῇ αὑτοῦ νομῇ μὴ ἁπλῶς αὑτῷ τὸ ἔλαττον νέμειν2 ἀλλὰ τοῦ διδομένου λαμβάνειν ἔλαττον, διὰ δὲ τοῦτο ἄλλου τινὸς μείζονος ἀγαθοῦ πλεονεκτεῖν (δόξης γάρ) ἢ τοῦ ἁπλῶς καὶ κυρίως ἀγαθοῦ. ὥστ’ οὐκ ιε/f.10r ἔλαττόν ἐστιν αὑτῷ νέμειν, οὐδὲ ἐλαττοῦται. δεύτερον δὲ ὅτι μὴ παρὰ τὴν αὑτοῦ βούλησιν μηδὲ ἄκων ἐλαττοῦται καὶ βλάπτεται· ἦν δὲ ἐν τούτῳ τὸ ἀδικεῖσθαι, οὐκ ἐν τῷ ἁπλῶς βλάπτεσθαι. εἰ δὲ μηδὲ ἀδικεῖται αὐτός, οὐδ’ ἂν ἀδικοίη ἐν τῇ οὕτω γινομένῃ ἀνίσῳ νομῇ. πᾶς γὰρ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, ὁ δὲ οὕτω νέμων οὔτε τὸν ᾧ τὸ πλέον νέμει ἀδικεῖ οὔτε αὑτὸν τὸν ᾧ τὸ ἔλαττον. εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθέν,3 τὸ ἀπορούμενον ἐπὶ τοῦ πρώτου λεχθέντος τοιοῦτόν ἐστιν, ὅτι εἰ ἐνδέχεται τὸν ἀδικοῦντα τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ λαμβάνοντα τὸ πλέον, ἔσται αὑτὸν ἀδικεῖν· καὶ πῶς, οὕτως δείκνυται. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τούτου ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ ἐστιν ὁ παρ’ ἑαυτοῦ τὸ ἔλαττον λαμβάνων, ἀνίσως νέμοντος, αὐτὸς ἂν ἑαυτὸν ἀδικοίη, ὅπερ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δ’ ἐπάγων φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ. λύσας τὸ δοκοῦν ἐνίστασθαι, τὸ εἶναι τὸν ἀδικοῦντα τὸν νέμοντα ἀδίκως, δῆλόν φησιν εἶναι ὅτι ὁ ἀδίκως διανέμων ἄνισός ἐστι καὶ παρὰ τὴν ἀξίαν ἀλλ’ οὐχ ὁ ἔχων τὸ πλέον. καὶ δῆλόν ἐστιν ἐξ οὗ προστίθησι τὸ ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων 〈ἀεί〉. τὸ ἀεὶ προσέθηκεν ὅτι δείξει καὶ τὸν ἀδίκως νέμοντα πλέον ἔχοντα, ὥστε καὶ οὗτος ἀδικῶν πλέον ἔχει. οὐ μὴν πᾶς ὁ τὸ πλέον ἔχων ἀδικεῖ. οὐ γὰρ πᾶς ὁ τὸ πλέον ἔχων ἐν νομῇ ἤδη ἀδικεῖ· καὶ γὰρ ὁ παρ’ ἄλλου λαβὼν ἄκων μὲν καὶ χωρὶς πραγματείας. οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει, ἤδη καὶ ἀδικεῖ, ἀλλὰ δεῖ πρὸς τούτῳ καὶ ἑκόντα τοῦτο ποιεῖν καὶ ἃ ἐν τοῖς πρὸ τούτων εἶπε καὶ προαιρούμενον· ἑκὼν δὲ ποιεῖ οὗτος ἐν ᾧ ἡ ἀρχὴ τῆς πράξεως. ἐν τῷ διανέμοντι ἀλλ’ οὐκ ἐν τῷ λαμβάνοντι. † ἢ τὸ εἰρημένον φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων.
“此外,在我们所计划的事情中[尚有两件事须要讨论]……” 仅从字面上看,他似乎在谈论他现在提出来的两个疑难,视它们本身也需要某种论述,仿佛他先前已经就它们作过讨论一样。但事实并非如此;因为他未在任何地方提及过它们。相反,他的意思是:在我们为自己所设立的计划(这便是完成有关正义的论述)中,还剩下两件必须予以讨论的事情。而他所补充的、能够引发疑难并需要某种进一步界定的两件事是:其一,行不义者究竟是哪一方,是违背应得而分配更多部分的人,还是从分配者那里接受了更多部分并占有它的人;其二,是否可能对自己行不义。而第二个疑难如他自己所说依赖于第一个疑难。因此,尽管他不久前刚讨论过它,现在又再次提及。此外,现在所疑难的事项不可能像在不能自制者身上那样以相同的方式成立。因为那个人不按照意愿行动,也就没有行不义,而公正者则是按照意愿进行分配的。就第一点所说的而言,疑难在于:如果行不义者可能是不公分配者,而不是占有并接受更多部分的人,那么对自己行不义将是成立的。因为如果某人在分配某物时分给他人多于自己(这正是公道之人最常做的事),他将对自己行不义。因为如果不公分配者在行不义,而接受较少部分的人遭受此人的不义,且从不公分配的自身那里接受较少部分的正是他自己,那么他自己就将对自己行不义;而这曾被认为是不可能的。他首先通过以下事实来解决这一问题:公道者在自己的分配中并非单纯地给自己配给较少部分,而是虽然从所给予之物中接受较少者,却因此在某种其他更大的善(即声誉)或单纯的、本真的善上占有更多。因此这并不是给自己配给较少,他也并未受到亏待。其次,这是由于他并非违背自身的意愿或不情愿地受到亏待和伤害;而承受不义正在于这一点(违背意愿而受害),并不在于单纯地受到伤害。而如果他自身并未承受不义,在以这种方式发生的不公分配中他也就没有行不义。因为每一个行不义者都是对某人行不义,但这样分配的人既没有对他配给更多部分的那个人行不义,也没有对自己这个[被分配了]较少者行不义。因为如果先前所说的是可能的,就第一点所说的而言,疑难便是如此:如果行不义者可能是不公分配者,而不是占有并接受更多部分的人,对自己行不义将是成立的;其如何成立则如下所示。因为如果不公分配者行不义,接受较少者遭受此人的不义,而从不公分配的自身那里接受较少者正是他自己,那么他将对自己行不义,而这曾被认为是不可能的。但他接着补充道:“并且显而易见,分配者在行不义”,以此加以解决。在解决了似乎构成反对的事项——即不公分配者是行不义者——之后,他说,显而易见,不公分配者是不平等的且违背了应得,但占有更多者则不然。这从他补充的“但绝非占有更多者〈总是如此〉”中也是显而易见的。他加上“总是”,是因为他将证明不公分配者也占有更多,从而这个人也是在行不义的同时占有更多。然而并非所有占有更多者都在行不义。因为并非每一个在分配中占有更多的人就已然在行不义;因为从他人那里接受的人也可能是非自愿且毫无图谋的。因为具有不公正事物的人并不就已然在行不义,而是在此之外还必须是自愿地行此事,并且如他在先前的论述中所言,必须是出于选择;而行动的始基在其内部的人乃是自愿行动的。[始基]在分配者之中,而不在接受者之中。抑或原文所言为:“并且显而易见,分配者在行不义,而非占有更多者。”
- 5.38Ἔτι δ’ ὧν προειλόμεθα
关于亚里士多德原文中的 προειλόμεθα(προαιρέομαι 的不定过去时中间态,“我们事先设定/打算”),尤斯特拉提乌斯提醒不可将其误解为 προείπομεν(“我们先前说过”),而是将其解释为指代先前设立的目标或计划(ἡ πρόθεσις)。
- 5.38λύει δὲ τοῦτο πρῶτον μὲν τῷ τὸν ἐπιεικῆ ἐν τῇ αὑτοῦ νομῇ μὴ ἁπλῶς αὑτῷ τὸ ἔλαττον νέμειν
带有定冠词与格的定冠词不定式(τῷ 加带不定式的宾格句 τὸν ἐπιεικῆ ... νέμειν ... πλεονεκτεῖν)表示手段或理由,引出亚里士多德的第一项解决方案。这与后文的引导原因的从句(δεύτερον δὲ ὅτι ...)相呼应并列。
- 5.38εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθέν
由此开始的句子(εἰ γὰρ ἐνδέχεται ... οἷόν τε εἶναι)几乎逐字重复了数行前的论述(ἔστι δὲ τὸ ἀπορούμενον ἐπὶ τοῦ πρώτου ῥηθέντος ... οἷόν τε εἶναι),反映了抄本流传或讲义整理时的重复异文或批注侵入。在句法上,它纯粹重述了该疑难的条件句结构。
