- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:245.11-246.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修对亚里士多德《尼各马可伦理学》1136b29及以下内容展开注解,探讨了“行”与“行不义”在就自身而言与附带而言之间的区分。他分析了出于无知的裁判与成文法及自然正义的关系,阐明故意作出不公分配或裁判的人如何通过声誉、回报或报复而占有更多,以及接受分配者在何种情况下也会因勾结或贿赂而构成行不义。
" Ἔτι εἰ πολλαχῶς τὸ ποιεῖν λέγεται." Ἐπεὶ πολλαχῶς λέγεται τὸ ποιεῖν καὶ οὐ πᾶς ὁ ποιῶν τι ἄδικον ἀδικεῖ ἁπλῶς, λέγει ὅτι καὶ ὁ διανέμων ἀνίσως, ἂν μὲν ἑκὼν τοῦτο ποιῇ, ἁπλῶς ἀδικήσει καὶ ἄδικος ἔσται, ἐὰν δὲ μὴ ἑκών, κατὰ συμβεβηκὸς ἔσται ἀδικῶν. οὕτω γὰρ καὶ τὰ ἄψυχα λέγεται κτείνειν τε καὶ ἀδικεῖν καὶ ἡ χεὶρ καὶ ὁ κελευσθεὶς οἰκέτης κατὰ συμβεβηκός, οὐχ ἁπλῶς, ὅτι μηδὲ προαιρούμενος. ἢ ὡς τὸ ποιεῖν κατὰ συμβεβηκός, οὕτω καὶ τὸ πλέον ἔχειν κατὰ συμβεβηκὸς ἀδικεῖν ἐστιν. ἁπλῶς δὲ καὶ κυρίως ἀδικεῖ ὁ ἑκὼν ἄκοντα καὶ παρὰ τὴν βούλησιν βλάπτων, ἁπλῶς καὶ κυρίως ἀδικεῖται ὁ παρὰ τὴν βούλησιν καὶ ἄκων ὑπὸ τοῦ ἑκόντος βλαπτόμενος, κατὰ συμβεβηκὸς ἀδικεῖται ὁ ἑκὼν ὑπὸ τοῦ ἄκοντος βλαπτόμενος. ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν.1 εἰπὼν ὅτι πολλαχῶς τὸ ποιεῖν καὶ ἀδικεῖν λέγεται (καὶ γὰρ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ὥστε καὶ τῶν ἀνίσως νεμόντων ὁ μέν ἐστι κατὰ συμβεβηκὸς ἀδικῶν, ὁ ἀδικῶν ἄκων ἢ ὅ τι τοιοῦτον ποιήσας, ὁ δὲ καθ’ αὑτό) νῦν διαιρεῖ καὶ ὃν τότε κατὰ συμβεβηκὸς ἔλαττον ἠδίκησε κατὰ τὴν διαίρεσιν ταύτην φησὶ μὴ ἀδικῆσαι, μόνον δὲ τὸν ἑκόντα ὃς ἦν ἄδικος, ὃς εὐθὺς τῷ ἀδικεῖν καὶ πλεονεκτεῖ ὡς ἔδειξε, ὥστε καὶ εἰ τοῦτό τις ἐποίησε † τὸ τὸν ἀδικοῦντα πλεονέκτην καὶ τοῦτο ἔχει, ἑκὼν ἄνισα νέμων. ὁ γὰρ νείμας ἄκων εἴτε δικαίως εἴτε ἀγνοῶν, ἄδικος νῦν γνωρίζεται καὶ ἑκών. ὁ μὲν οὖν ἀγνοῶν οὐκ ἀδικεῖ κατὰ τὸ ἔγγραφον νόμιμον καὶ δίκαιον. οἱ γὰρ νόμοι οὐκ εἰσὶ † γνώμῃ τε τῇ αὑτοῦ κρίνειν ἕκαστον. καὶ διὰ τοῦτο ἐν οἷς ὁ κρίνων ἀγνοήσας τὸ ἄδικον ἔκρινεν, οὐκ ἔστιν ἡ κρίσις ἄδικος αὕτη [τῇ] κατὰ τοὺς νόμους. ἔστι μέντοι ὡς ἄδικος, φησίν, ἐπεὶ μὴ ταὐτὸν τό τε νόμιμον καὶ δίκαιον καὶ τὸ πρῶτον, πρῶτον λέγων τὸ φυσικόν τε καὶ ἁπλῶς. κατὰ μὲν γὰρ τὸ φύσει δίκαιον ἡ ἄνισος κρίσις ἄν τε ὑπὸ εἰδότος ἄν τε ὑπὸ ἀγνοοῦντος κριθείη ἄνισός ἐστιν, εἰ δὲ ὁ νέμων τοῦ ἀγνοεῖν τὸ ἐν τῇ νομῇ ἴσον τε καὶ δίκαιον αὑτῷ αἴτιος εἴη. διὰ γὰρ τοῦτο εἴη ἂν οὕτως εἰρηκὼς τὸ ἔστι δ’ ὡς ἄδικος. πῶς γὰρ γινομένη ἡ ἄγνοια ἄδικον ἀποφαίνει τὸν ἀγνοήσαντα· ὁ γὰρ ἀγνοῶν, μὴ δι’ ἄγνοιαν δέ,2 ὡς εἶπεν ἐν τοῖς πρώτοις, ἄδικος ἂν εἴη· κατὰ δὲ τὸ ἔγγραφον οὐχ οὕτως ἀδικεῖ. οὐδὲ ἐπιτιμῶνται οἱ οὕτω κρίναντες ὡς ἀδικήσαντες. ὁ δέ γε εἰδὼς καὶ γνωρίζων καὶ κρίνων ἀνίσως πλεονεκτεῖ καὶ αὐτός· παρὰ γὰρ ᾧ τὸ πλέον νέμει ἢ τιμήν τινα ἴσχει ἢ χάριν ἀπολαμβάνει τινά. ἀλλὰ καὶ ἔλαττον νέμει ἀμυνόμενος αὐτὸν καὶ τιμωρούμενος ὡς ἐχθρόν, καὶ οὕτω λαμβάνει τι καὶ πλεονεκτεῖ. ὡς γὰρ ὁ ἐπ’ ἀργύρῳ κρίνας τὸν ἀγρόν τινι ἀδικεῖ, καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλά τι ἀντὶ ἀγροῦ, οὕτω καὶ ὁ ὁτιοῦν ἀντὶ τῆς ἀνίσου κρίσεως λαμβάνων ἐπλεονέκτησεν ἑκών· οὕτω δὲ καὶ ἀδικεῖ. πᾶς δὲ ὁ ἑκὼν ἄδικόν τι κρίνας διά τι τοῦτο ποιεῖ. διὰ δὲ τούτων δείκνυσιν ἀδικοῦντα τὸν ἑκόντα ἀνίσως νέμοντα ἢ κρίνοντα. ἐξαιρεῖται δὲ τοῦ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται.3 εἰ γὰρ ἑκόντι καὶ πραγματευομένῳ τοῦτο περιγίνοιτο καὶ δεκάζει τὸν νέμοντα ἢ καὶ ἀπατῶν τις ἀδικεῖ καὶ πλεονεκτεῖ, ὥστε καὶ διὰ τοῦτο εὐλόγως προσέθηκε τῷ ἀλλ’ οὐ τὸ πλέον ἔχων τὸ ἀεί. ἢ τιμωρίας. καὶ γὰρ ἀμυνόμενος βλάπτει τὸ ἔλαττον νέμων αὐτῷ ἢ τῷ αὐτῷ τιμωρούμενος αὐτόν· καὶ οὕτω λαμβάνων τι καὶ πλεονεκτῶν τὸ πλέον αὑτῷ διὰ τῆς τιμωρίας ποιούμενος.
“此外,如果‘行’是在多种意义上被说的……” 既然“行”是在多种意义上被说的,且并非每一个行了某种不公正之事的人都在端地行不义,他说,不公分配者若是自愿行此事,便将端地行不义并成为不公正的人,但若非自愿,则将是附带地行不义。因为无生命之物也被以这种方式说成是杀戮和行不义,而手和奉命的仆人也是附带地[如此行事],而非端地,因为并不是出于选择。抑或,正如行是附带的,占有更多同样也是附带地行不义。而端地且本真地行不义者,乃是自愿伤害非自愿且违背意愿之人者;端地且本真地承受不义者,乃是被自愿者违背意愿且非自愿地伤害的人;自愿被非自愿者伤害的人则是附带地承受不义。“此外,如果他因出于无知而作出了裁判……”在说过“行”和“行不义”是在多种意义上被说的(因为既可以说是就自身而言,也可以说是附带而言,因而在不公分配者中,一者是附带地行不义,即非自愿行不义或做了类似事情的人,另一者则是就自身而言)之后,他现在进行了区分,并将当时他所说的附带地较少行不义的人,按照这一区分说成是没有行不义,而唯有自愿者,即本是不公正的人,才在行不义,并且正如他所证明的,此人通过行不义而随即占有更多;因此即便有人做了此事,行不义者便是占有更多并拥有此物的人,自愿地分配不公。因为非自愿地进行了分配的人,不论其分配是公正的还是出于无知的,现在都被辨明是自愿且不公正的。那么出于无知者按照成文的法定与正义并未行不义。因为法律并不是让每个人凭自己的见解去裁判。也正因此,在裁判者因无知而裁判了不公正之事的场合,按照法律这一定案并非不公正。然而他说,在某种意义上它是不公正的,因为法定的正义与第一位的正义(他称自然的正义和端地的正义为第一位的)并不是同一的。因为按照本性上的正义,不公的裁判无论是由知情者还是由不知情者作出,都是不公的;如果分配者对自己不知晓分配中的均等与公正负有责任的话[则更是如此]。因为他正是由于这个原因才说了“然而在某种意义上是不公正的”。因为以何种方式产生的无知会使处于无知中的人显明为不公正呢?因为处于无知中但并非出于无知的人(正如他在最初的卷册中所说)将是不公正的;但按照成文法,他并不以此种方式行不义。这样裁判的人也不会作为行不义者受到谴责。然而知情、明了且不公裁判的人,其自身也占有了更多;因为从他分配给其更多的那个人那里,他要么获得某种荣誉,要么领受某种恩惠。不仅如此,他还将对方作为敌人报复并惩罚而分配给对方更少,并且通过这种方式接受了某物并占有更多。因为正如因金钱而将土地判给某人的人是在行不义(尽管他并没有接受土地,而是接受了代替土地的某物),同样,换取不公裁判而接受任何事物的人也是自愿占有了更多;而以这种方式他也在行不义。凡自愿判定某种不公正之事的人都是为了某种缘由而行此事的。通过这些,他表明自愿不公分配或裁判的人是在行不义。另一方面,被分配了更多部分的人有时也免于行不义。因为如果这归于自愿且积极谋划的他,并且他通过贿赂分配者或通过欺骗而行不义并占有更多,从而由于这一原因,他在“但并非占有更多者”之后合乎情理地加上了“总是”。“抑或出于报复。”因为他在复仇时通过给对方分配较少,或者以同样的事物惩罚对方而伤害对方;并以此种方式接受某物且占有更多,通过报复而为自己谋取了更多。
- 5.39ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν
引自亚里士多德原文(1136b32)的短标目(小lemma)。虽然直接嵌入正文中,但在句法上独立于后面以 εἰπὼν ὅτι... 开始的主句,作为引入新论题的独立引文。
- 5.39ὁ γὰρ ἀγνοῶν, μὴ δι’ ἄγνοιαν δέ
现在分词 ἀγνοῶν(处于无知中行动者)与介词短语 δι' ἄγνοιαν(因无知而行动)的句法对比。前者指在无知状态中行动(例如因恶习或激情),后者指真正由不知情本身引发的行为;这一区分构成了将该主体判定为不义的句法依据。
- 5.39ἐξαιρεῖται δὲ τοῦ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται
句法上,ἐξαιρεῖται 是带属格补足语 τοῦ ἀδικεῖν 的被动语态动词,字面意为“从行不义中被免除/被排除”。但根据紧接着的上下文逻辑(受配者若通过贿赂或欺骗亦属自愿行不义),该句在表意上具有限制性含义,即受配者并不总是免于行不义。
