- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:242.30-243.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德探讨是否可能自愿承受不义或对自己行不义的段落(1136a31起)。他阐明,通过在“行不义”的界定中补充“违背受害者的意愿”这一条件,即使像不能自制者或格劳科斯那样自愿受到损害,只要不是违背其意愿受到损害,就并非在承受不义。
" Εἰ δ’ ἔστιν ἁπλῶς τὸ ἀδικεῖν." Μεταβαίνει ἐπὶ τὸ δεύτερον πρόβλημα τὸ εἰ αὐτός τις αὑτὸν ἀδικεῖ καὶ εἰ ἑκών τις ὅλως ἀδικεῖται. διὸ εὐλόγως προστέθειται ἡ προειρημένη ἀπορία τῇ πρώτῃ· τὸ πρῶτον δὲ * * * δείκνυσιν δὲ ὅσον ἐπὶ τῷ λόγῳ τῷ ἀποδεδομένῳ τοῦ ἀδικεῖν, ὡς ἀδικήσει τις αὐτὸς αὑτόν. εἰ γὰρ ἔστιν ἁπλῶς καὶ χωρὶς προσθήκης τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δὲ ἑκόντα ἐστὶ τὸ μὴ δι’ ἄγνοιαν ἀλλ’ εἰδότα ταῦτα ἐν οἷς ἡ πρᾶξις, εἴη ἂν αὑτὸν ἀδικεῖν· ὁ γὰρ ἀκρατὴς ἑκὼν ἀδικεῖ αὑτόν. εἰ γὰρ εἰδὼς τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τὰ εἰς βλάβην αὑτοῦ πράσσει, [εἰ δὲ ἑκὼν αὑτὸν ἀδικεῖ αὐτός τε εἰδὼς τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τὰ εἰς βλάβην αὐτοῦ πράττει, εἰ δὲ] ἑκὼν αὑτὸν βλάπτει, καὶ βλάπτοιτο ἂν ἑκών, ὥστε καὶ ἀδικοῖτο ἂν ἑκών· ἀλλὰ καὶ ὑπ’ ἄλλου ἑκών τις δι’ ἀκρασίαν βλάπτοιτο ἑκόντως, ὥστε καὶ ἀδικοῖτο ἂν ἑκόντως. ὁ γὰρ ἀκρατῶς ὑπὸ ἐρωμένης ἀποσυλώμενος τὰ αὑτοῦ ἑκὼν βλάπτεται. ἢ οὐκ ὀρθὸς ὁ διορισμός; τῷ τοῦ ἀδικεῖν διορισμῷ τὸ λεῖπον προστίθησιν, οὗ προστεθέντος οὔτε ἑαυτόν τις ἀδικήσει εἰ μὴ κατὰ συμβεβηκὸς οὔτε ἑκὼν ἀδικήσει. ἔστι δὲ ὃ προστίθησι τὸ παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν. τότε γὰρ ἀδικήσει ὁ ἀδικῶν, ὅταν ἑκὼν βλάπτῃ παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. βλάπτεται μὲν γάρ τις ἑκὼν καὶ τὰ ἄδικα πάσχει, ἀδικεῖται δὲ οὐδεὶς ἑκών· τὸ γὰρ παρὰ τὴν βούλησιν τὴν αὑτοῦ βλάπτεσθαι ἀδικεῖσθαί ἐστι καὶ τὸ ἀδικεῖν τὸ ἑκόντα βλάπτειν παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. ὁ δὲ ἀκρατὴς ἑαυτὸν βλάπτων, ἤτοι παρὰ τὴν αὑτοῦ βούλησιν τοῦτο ποιεῖ καὶ οὐκ ἀδικεῖ (εἰ δὲ μὴ ἀδικεῖ, οὐδ’ αὑτόν), ἢ οὐδὲ παρὰ τὴν αὑτοῦ βούλησιν ποιεῖ ἀλλ’ ἑκὼν καὶ εἴη ἂν καὶ βλαπτόμενος. οὐκ ἀδικεῖται ὑπ’ ἄλλου τε ἑκὼν βλαπτόμενος· οὐκ ἀδικεῖται, ὅτι ἑκών· ὁ δὲ οὕτως βλαπτόμενος οὐκ ἀδικεῖται, ὅτι μὴ παρὰ τὴν βούλησιν τὴν αὑτοῦ βλάπτεται. ὁ δὲ ἀκρατὴς ὃ οὐκ οἴεται.1 ἡ δύναμις τῆς λέξεως αὕτη ἂν εἴη. οὐδὲ ὁ ἀκρατής, τοῦτο προσυπακοῦσαι δεῖ, ὅτι ὑφ’ ἑαυτοῦ ἀδικεῖται· ἑκὼν γὰρ2 βλάπτεται, εἴ γε καὶ ἑκὼν βλάπτει αὑτόν (ἦν δὲ τοῦτο ἀδικεῖσθαι), ἀλλὰ πράττει μὲν παρὰ τὴν βούλησιν ἃ πράττει, οὐ μὴν καὶ ἄκων. τὸ δὲ ἑξῆς τοῦ παρὰ τὴν βούλησιν αὐτὸν πράττειν ἃ πράττει δεικτικόν ἐστιν. ἐπ’ αὐτῷ γὰρ τὸ μὴ πράττειν καὶ τὸ μὴ κινεῖν τὰ ὀργανικὰ μόρια ἐπὶ τοῦτο καὶ αὑτῷ αἴτιος τοῦ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς, ὥστε μήτε ἀγνοῶν τὰ ἐν οἷς ἡ πρᾶξις τῆς βίας ἑαυτοῦ αἴτιος, ἑκὼν ποιεῖται τὰ βλαβερὰ εἰς ἑαυτόν. εἰ δὲ καὶ ἑκὼν ποιεῖ, καὶ παρέχει ἑκών· εἰ δὲ τοῦτο, οὐκ ἀδικεῖται. ὁ δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησιν· ὅτι μηδὲ οἱ τοιοὗτοι ἀδικοῦσιν αὑτοὺς ἢ ἑκόντες, ἀδικοῦσι γὰρ ὅσοι τε ἀκρατεῖς, προϊέμενοι τὰ αὑτῶν ἑκόντες, ὅ τε Γλαῦκος ὁ παρ’ Ὁμήρῳ χρυσᾶ ἀντὶ χαλκείων δοὺς δείκνυσι προσχρώμενος τῷ ἐπ’ αὐτοῖς εἶναι τὸ μὴ διδόναι, ὥστε ἐπ’ αὐτῷ ὄντος τοῦ μὴ διδόναι τὰ ἑαυτῶν ἑκόντες διδόασιν. εἰ δὲ ἑκόντες διδόασιν, ἡ δὲ δόσις ἐστὶν αὐτοῖς βλαβερά, ἑκόντες ἄρα βλάπτονται. τὸ δὲ ἀδικεῖσθαι οὐκ ἦν ἐν τῷ ἑκόντα βλάπτεσθαι ἀλλ’ ἐν τῷ ἄκοντα. τὸ γὰρ ἀδικεῖσθαι τὴν ἀρχὴν οὐκ ἐν αὑτῷ ἔχει ἀλλ’ ἐν τῷ ἀδικοῦντι· οὐ γάρ ἐστιν ἑκούσιον. δῆλον δὲ καὶ ἐκ τούτου, ὅτι καὶ ἐπὶ τοῦ ἀδικουμένου τῷ τῆς βουλήσεως ὀνόματι ἐχρήσατο ἀντὶ τοῦ ἑκουσίου· καὶ γὰρ ὁ Γλαῦκος ἑκὼν μὲν βλάπτεται, οὐ μὴν καὶ κατὰ τὴν βούλησιν. οὐ γὰρ οἰόμενος αὑτῷ κακὸν εἶναι τὸ ταῦτα διδόναι ταῦτα δίδωσιν.
“但如果行不义单纯地是[伤害]……” 他进而转向第二个问题,即是否有人对自己行不义,以及是否有人根本上是自愿地承受不义。因此,前面提到的疑难合理地被附在第一个疑难之后;而第一个疑难[……]。但他表明,只要依据给出的行不义的定义,人就会对自己行不义。因为如果单纯地且无附加条件地,行不义就是自愿地伤害某人,而“自愿地”乃是指非出于无知而是知晓行动所处的具体情况,那么就可能对自己行不义;因为不能自制者就是自愿地对自己行不义。因为如果他在知晓个别情况且并非无知的前提下行招致自身损害之事,[并且]他自愿地伤害自己,那么他也将是自愿地受到伤害,从而也将是自愿地承受不义;不仅如此,某人因不能自制而自愿地受到他人伤害也是可能的,从而他也将是自愿地承受不义。因为那因不能自制而被情妇剥夺其自身财产的人,乃是自愿地受到伤害。“抑或这一界定是不正确的?”他在行不义的界定中补上了所欠缺的内容,这一项一旦补上,除了偶性的情形之外,既没有人会对自身行不义,也不会有人自愿地行不义[或承受不义]。而他所补上的内容乃是“违背受害者的意愿”。因为唯有当行不义者违背受害者的意愿而自愿地造成伤害时,他才是在行不义。因为某人确实可以自愿地受到伤害并遭受不公正之事,但没有任何人是自愿地承受不义的;因为违背自身的意愿受到伤害乃是承受不义,而行不义乃是违背受害者的意愿自愿地造成伤害。而不能自制者在伤害自身时,要么违背自身的意愿做此事从而并不行不义(如果不行不义,对自己也不算),要么甚至不是违背自身的意愿而做,而是自愿地做,且他也确实受到了伤害。自愿受到他人伤害的人也没有承受不义;他没有承受不义,是因为他是自愿的;而以这种方式受到伤害的人没有承受不义,是因为他并非违背自身的意愿受到伤害。“然而不能自制者[行]他并不认为[应当行之事]。”这一说法的含义应该是这样:必须补充理解这一点,即不能自制者也不是被自身施以不义;因为他是自愿受到伤害的,如果他确实也自愿伤害自己的话(而这曾是承受不义),但他所行之事虽然违背意愿,却绝非不情愿。而接下来的内容则表明他所行之事违背其意愿。因为不行此事以及不为此运动器官部分乃是在于他自己,且因快乐而屈服的原因在于他自身,从而他既非无知于行动所处的情境,自身的强迫亦归因于他自己,他是自愿地对自己做出有害之事。而如果他也是自愿地做,他也是自愿地呈献[自身];如果这是真的,他便没有承受不义。“那让出自身财产的人,正如荷马所说”:关于这类人既不对自身行不义,亦非自愿[承受不义]——因为凡是不能自制者,自愿放弃自身的财产,以及荷马史诗中以黄金换青铜的格劳科斯,都在行不义——他通过借助于“不给是在于他们自己”这一事实加以表明,从而既然不给自身的财产在于他自己,他们乃是自愿给出的。而如果他们自愿给出,且这种给予对他们是有害的,那么他们便是自愿受到伤害。但承受不义并不在于自愿受到伤害,而是在于非自愿地[受到伤害]。因为承受不义的始基不在自身内部,而是在行不义者之中;因为这不是自愿的。从这一点亦显而易见,他在谈及承受不义者时也是用“意愿”一词来代替“自愿”;因为格劳科斯也是自愿受到伤害,但绝非符合意愿。因为他并不是在认为给出这些对自己有害的情况下给出这些的。
- 5.37ὁ δὲ ἀκρατὴς ὃ οὐκ οἴεται
这是引自亚里士多德原文(1136b6)的带有标目性质的短句。句中省略了主要动词(如 πράττει),意思是“不能自制者[行]他并不认为[应当行之事]”。厄斯特拉齐奥斯在后文中指出“这一说法的含义应该是这样”,通过补足(προσυπακοῦσαι)语义来解释其内在论理。
- 5.37ὅτι μηδὲ οἱ τοιοὗτοι ἀδικοῦσιν αὑτοὺς ἢ ἑκόντες, ἀδικοῦσι γὰρ
ὅτι 从句充当下文动词 δείκνυσι 的宾语从句。句式结构旨在表明“这类人既不对自身行不义,亦非自愿[承受不义]”;原文在 ἢ ἑκόντες 和插入性的解释 ἀδικοῦσι γάρ 处存在一定的压缩与倒装,但整句的骨架仍是以 ὅτι ... δείκνυσι 为核心展开的。
