- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:241.23-242.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯阐释了亚里士多德在《尼各马可伦理学》卷五中的论证,即受到公正对待不能全都是自愿的,并详细解释了亚里士多德如何像在行动中一样,在承受的情形中也引入“就其自身”与“偶性”的双重区分,从而解决遭受不义与受到公正对待中自愿与非自愿的疑难。
" Ἄτοπον δ’ ἂν δόξειεν." Ὅτι μὴ οἷόν τε λέγειν πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον, προστίθησι λέγων ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. εἶεν δ’ ἂν οὗτοι ἠδικηκότες ὧν πλέον ἐχόντων ὁ δίκαιος ἀφαιρεῖται.1 ἔοικε δὲ διὰ τούτων συγχωρεῖν τὸ μὴ μόνον τοὺς ἠδικηκότας ἐπὶ τῇ ὑπὲρ τοῦ δικαίου ἐπανορθώσει δικαιοῦσθαι ἀλλὰ καὶ τοὺς ἠδικημένους· οὗτοι γὰρ εἶεν μὴ ἄκοντες ἀλλ’ ἑκόντες δικαιούμενοι ὅσοι ἐλαττοῦνται, οἱ δὲ ἄκοντες ὅσοι ἐπλεονέκτουν· οἱ δὲ ἄκοντες οὐδένα ἐπλεονέκτουν. ἢ εἰπεῖν δεῖ ὡς τὸ ἀδικεῖν πᾶν ἑκούσιον ὁμοίως καὶ τὸ δικαιοπραγεῖν, οὕτω τὰ τούτῳ ἀντικείμενα τό τε ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι ἔχειν ὡς ἑκάτερον αὐτῶν, ἢ πᾶν ἑκούσιον εἶναι. ἢ πᾶν ἑκούσιον. δεικνὺς ὅτι μὴ οἷόν τε πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι· εἴη δ’ ἂν δεδειχὼς ὅτι πᾶν ἄρα ἀκούσιον, καὶ ὅτι τοῦτό ἐστι τὸ δεδειγμένον, ἐκ τῶν ἐπιφερομένων δῆλον· πότερον ὁ τὸ ἄδικον πεπονθώς· ἀντὶ τοῦ ὁ δικαιωθείς, εἴ γε μὴ πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι δοκεῖ. οὐδὲ γὰρ τῷ πλεονεκτοῦντι καθ’ αὑτό ἑκούσιον· ἢ ὥσπερ ἐπὶ τοῦ πράττειν καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν. ἀπορήσας εἰ ἔστιν ἀδικεῖσθαι ἑκόντα καὶ κοινοποιήσας τὸν λόγον καὶ ἐπὶ τοῦ δικαιοῦσθαι ὡς ὁμοίως ἔχοντος ἐκείνου τε πρὸς τὸ ἀδικεῖν καὶ τοῦ δικαιοῦσθαι πρὸς τὸ δικαιοπραγεῖν καὶ ὀφειλόντων αὐτῶν ἢ ἀμφοτέρων ἑκουσίων εἶναι ἢ ἀκουσίων. καὶ ἐπεὶ μὴ οἷόν τε τὸ δικαιοῦσθαι ἑκούσιον πᾶν λέγειν, προσθεὶς νῦν πειρᾶται δεικνύναι,2 πῶς οἷόν τε ἑκάτερον αὐτῶν [δεικνύμενον] πῶς μὲν ἀκούσιον, πῶς δὲ ἑκούσιον λέγειν· διό φησιν ὥσπερ ἐπὶ τοῦ πράττειν ἔχει (πράττειν δὲ ἦν τό τε ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν), οὕτως ἕξει καὶ ἐπὶ τοῦ πάσχειν (πάσχειν δέ ἐστι τό τε ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι). ἐπεὶ δὲ τοῦ ἀδικεῖν καὶ τοῦ δικαιοπραγεῖν ἦν τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων ἕξει. ὡς οὖν ἐπ’ ἐκείνων λέγεται τὸ διττόν (ἀδικεῖν τε γὰρ ἦν τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν. καὶ τὸ μὲν ἀδικεῖν καθ’ αὑτὸ καὶ τὸ δικαιοπραγεῖν καθ’ αὑτὸ ἑκούσια, τὰ δὲ κατὰ συμβεβηκός. ἑκούσια δὲ οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι 〈καὶ〉 τοῦ δικαιοῦσθαι καὶ ἔσεσθαι ἑκάτερον καὶ τούτων διττόν, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι. ἐπεὶ γὰρ ἔστι τὰ ἄδικα πάσχειν τε καὶ βλάπτεσθαι ἑκόντα καὶ ἄκοντα, ὁ μὲν ἑκὼν ταῦτα πάσχων κατὰ συμβεβηκὸς ἂν εἴη ἀδικούμενος, ὡς δείξει, καὶ εἴη ἂν οὗτος ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς ἀδικοῦντι, οὕτως ἔχων οὗτος τὸ πάσχειν τε καὶ ἀδικεῖσθαι ὡς ἐκεῖνος τὸ ποιεῖν καὶ ἀδικεῖν, κατὰ συμβεβηκός. ὅ τε ποιῶν ἀδικεῖ, ἄκων γάρ, καὶ ὁ πάσχων ἀδικεῖται, ἑκὼν γάρ. ὁ δὲ καὶ ἄκων τὰ ἄδικα πάσχων καὶ βλαπτόμενος ἁπλῶς ἂν εἴη ἀδικούμενος, ἀντικείμενος τῷ ἁπλῶς ἀδικοῦντι καὶ τούτων ὡς ὁ ἀδικῶν ἔχει τὸ ἀδικεῖν (ἁπλῶς γὰρ διότι ἑκών), οὕτως καὶ ὁ ἀδικούμενος τὸ ἀδικεῖσθαι (ἁπλῶς γὰρ οὗτος, ἄκων δέ). ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ὁ μὲν κατὰ συμβεβηκὸς δικαιούμενος ἑκὼν δηλονότι πάσχει τὰ δίκαια, ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς δικαιοπραγοῦντι, ὅς ἐστιν ἄκων τὰ δίκαια ποιῶν. εἴη δ’ ἂν οὗτος δικαιούμενος μόνος, ὁ ἀδικήσας καὶ ἐπανορθούμενος.
“然而这似乎是乖谬的。” 为了表明不能说受到公正对待全都是自愿的,他补充说道:“因为有些人受到公正对待并非出于自愿。”而这些人应该是那些行了不义的人,当他们占有多分时,公正的审判者将其剥夺。通过这些话,他似乎承认,为了正义的矫正而受到公正对待的不仅是那些行了不义的人,而且也包括那些遭受不义的人;因为这些人——凡是利益受减损的人——应该不是非自愿地而是自愿地受到公正对待,而凡是谋取非分之利的人则是非自愿地[受到公正对待];但非自愿的人并未谋取任何人的非分之利。或者必须说,正如行不义全都是自愿的,行公正亦同样如此,与其相对立的承受不义和受到公正对待这两者,与它们每一方也有类似的关系,或者说全都是自愿的。抑或全都是自愿的?他表明不能说受到公正对待全都是自愿的;那么他应该已经表明了它因此全都是非自愿的,而这正是所表明之事,从后文的文句中显而易见:“究竟是遭受不公正之事的人”——用来代替“受到公正对待的人”,假若并非受到公正对待全都被认为是自愿的。因为对于谋取非分之利的人来说,就其本身而言也不是自愿的;“抑或正如在行动的情形中,在承受的情形中亦是如此。”他在疑难了是否可能自愿地遭受不义,并将此论理同样推及于受到公正对待之后——理由是前者之于行不义,与受到公正对待之于行公正,情况是相似的,而且它们应当要么两者都是自愿的,要么都是非自愿的——又补充说明了不能说受到公正对待全都是自愿的,如今他试图表明,如何可以说它们每一方在何种意义上是非自愿的,在何种意义上是自愿的;因此他说,正如在行动的情形中那样(而行动曾是行不义和行公正),在承受的情形中也将如此(而承受乃是遭受不义和受到公正对待)。而既然行不义和行公正有的是就其自身而言的,有的是偶性的,那么在这些情形中也将以同样的方式存在。因此,正如在那些情形中被说成是双重的一样(因为行不义曾是一方面就其自身而言,另一方面是偶性的),在行公正的情形中亦同样如此。并且就其自身而言的行不义和就其自身而言的行公正是自愿的,但偶性的则不然。他说,自愿的情况对于遭受不义和受到公正对待亦是如此,而且这些当中的每一方,即遭受不义和受到公正对待,也将是双重的。因为既然自愿和非自愿地遭受不公正之事和受到损害皆是可能的,那么正如他将要表明的那样,自愿遭受这些的人应该是在偶性上遭受不义,而此人将与偶性上行不义的人相对立,正如那人偶性地具有施加和行不义一样,此人也偶性地具有承受和遭受不义。施加者行不义,因为他是非自愿的;承受者遭受不义,因为他是自愿的。另一方面,非自愿地遭受不公正之事和受到损害的人,则应该是在严格意义上遭受不义,与严格意义上行不义的人相对立;并且在这些情形中,正如行不义的人具有行不义一样(因为是严格意义上的,由于是自愿的),遭受不义的人也同样具有遭受不义(因为此人是严格意义上的,但却是非自愿的)。同样的论理对于受到公正对待亦成立:偶性上受到公正对待的人显然是自愿地承受公正之事,与偶性上行公正的人相对立,后者乃是非自愿地行公正之事的人。而这唯一受到公正对待的人,应该是行了不义而受到矫正的人。
- 5.36ὧν πλέον ἐχόντων ὁ δίκαιος ἀφαιρεῖται
关系代名词 ὧν 指向前行动词分词 ἠδικηκότες(行了不义的人)。虽然 ὧν πλέον ἐχόντων 亦可被视为属格绝对结构,但鉴于动词 ἀφαιρεῖται 支配表示夺取或分离的属格,此处将其理解为由 ἀφαιρεῖται 支配的分离属格(“从占有多分的他们那里夺去”)最为自然。
- 5.36ἀπορήσας εἰ ἔστιν ἀδικεῖσθαι ἑκόντα καὶ κοινοποιήσας τὸν λόγον καὶ ἐπὶ τοῦ δικαιοῦσθαι ὡς ὁμοίως ἔχοντος ἐκείνου τε πρὸς τὸ ἀδικεῖν καὶ τοῦ δικαιοῦσθαι πρὸς τὸ δικαιοπραγεῖν καὶ ὀφειλόντων αὐτῶν ἢ ἀμφοτέρων ἑκουσίων εἶναι ἢ ἀκουσίων. καὶ ἐπεὶ μὴ οἷόν τε τὸ δικαιοῦσθαι ἑκούσιον πᾶν λέγειν, προσθεὶς νῦν πειρᾶται δεικνύναι
此长句的核心骨架是由并列分词 ἀπορήσας... καὶ κοινοποιήσας... καὶ προσθείς(“在提出疑难……推及……补充之后”)修饰主要动词 πειρᾶται(“试图”)。中间穿插的属格绝对结构 ὡς ὁμοίως ἔχοντος... ὀφειλόντων αὐτῶν... 解释了原因,随后的原因从句 καὶ ἐπεὶ... 进一步梳理了论述前提,最终引出主句动词。
