← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§240.27-241.22

是否可能自愿受不义的疑难

针对亚里士多德在《尼各马可伦理学》卷五第九章(1136a10)中引用欧里庇得斯所提出的疑难——是否可能自愿受不义,欧斯特拉提乌斯分析了其引入的意图,并疏解了关于受不义与受到公正对待是如同其主动对立面(行不义与行公正)一样属于自愿,还是完全属于非自愿的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.35

" Ἀπορήσειε δ’ ἄν τις." Εἰπὼν ἐν τοῖς ἔμπροσθεν τί τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι καὶ ὁσαχῶς, νῦν ἀπορεῖ εἰ ἔστι καὶ ἑκόντα ἀδικεῖσθαι, καὶ τὰ τοῦ Εὐριπίδου παρατίθεται ἰαμβεῖα ἐκ τοῦ Βελλεροφόντου μαρτυρίαν· ὁ μὴ ἀποδεχόμενος προσέθηκε τὸ ἀτόπως·1 παρὰ λόγον γὰρ τὸ εἰρημένον καὶ ἄτοπον τὸ ἢ θέλουσαν ὑπὸ ἑκόντος ἀνῃρῆσθαι τοῦ παιδὸς ἢ [μὴ θέλουσαν ἢ] θέλουσαν ἀναιρεθῆναι ὑπὸ ἄκοντος [ἀναιρεθῆναι] τοῦ παιδός· τοῦτο δὲ ἢ ἰδίως τῷ Εὐριπίδῃ εἰρημένῳ ἐπιφέρει (παντελῶς γὰρ ἄτοπον τὸ ἢ θέλουσαν οὐκ ἑκών) ἢ καθόλου προδιορθούμενος2 ὡς ἄτοπον τὸ λέγειν ἑκόντα τινὰ ἀδικεῖσθαι, ὅτι αἰτία οὐκ εὔλογος συνέστηκε. διὰ δὴ τοῦτο αὐτὸ τὸ εἰρημένον ὑπεύθυνόν ἐστι. ζητεῖ δὲ ὅλως εἰ ἔστιν ἑκόντα ἀδικεῖσθαι ἢ ὥσπερ τὸ ἀδικεῖν ἑκούσιόν ἐστι (τούτῳ γὰρ ὁ ἀδικῶν ὁρίζεται τῷ ἑκὼν καὶ κατὰ προαίρεσιν βλάπτειν), οὕτω καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον ἀντικείμενόν τε τῷ ἀδικεῖν ἢ καὶ τὸ αὐτὸ πᾶν ἑκούσιον καὶ τὸ ἀδικεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι τὴν αὐτὴν ἀπορίαν φησὶ καὶ ζήτησιν εἶναι ἥνπερ ἐπὶ τοῦ ἀδικεῖσθαι. καὶ διὰ τί, λέγει· ἐπεὶ γὰρ τὸ δικαιοπραγεῖν πᾶν ἑκούσιον, ὥσπερ καὶ τὸ ἀδικεῖν ἀντικείμενον (ἀντίκειται δὲ ὡς τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι, οὕτω τὸ δικαιοπραγεῖν τῷ δικαιοῦσθαι, ὁμοίως δ’ ἂν καὶ τὸ ἀδικεῖσθαι ἔχοι ἂν ἑκάτερον αὐτῶν), ἢ ὡς ἀκούσιον εἴη ἀντικείμενον τούτῳ ὡς ἀντίκειται ὄντι ἑκουσίῳ ἢ ὡς ἑκούσιον ἑκουσίῳ. ἔστι δὲ δικαιοῦσθαι τὸ ὑπὲρ τοῦ δικαίου ἀνισοῦσθαι κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. αὐτὸς μὲν οὖν φησιν, ὁμοίως ἔχει τὸ ἀδικεῖσθαι πρὸς τὸ ἀδικεῖν καὶ τὸ δικαιοῦσθαι πρὸς τὸ δικαιοπραγεῖν· καὶ γὰρ ἐν τούτῳ ὁ μέν τίς ἐστι τὰ ἀλλότρια λαμβάνων καὶ πλεονεκτῶν, ὃς οὐκ ἄκων ἔχει ταῦτα, ὁ δὲ ἐλαττούμενος, ἐφ’ οὗ τὸ ἑκούσιόν τε καὶ τὸ ἀδικεῖσθαι κατηγορεῖται.3 εἰ δὲ ἰδίως δικαιοῦσθαι λέγοιεν οἱ ἠδικηκότες ἐπανορθούμενοι καὶ ἐξισούμενοι τῇ ἀφαιρέσει οὗ ἐπλεονέκτησαν καὶ ὥσπερ κολαζόμενοι, καὶ οὕτως ἂν ὅμοιον εἴη τὸ ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι· ἄμφω γὰρ ἀκούσια. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι. ἡ αὐτή φησι ζήτησις καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι εἰπεῖν ἔστιν ἀκούσιον ἢ οὔ ἢ μᾶλλον ἑκούσιον, ἐπεὶ τὸ δικαιοπραγεῖν πᾶν ὃ ἔστιν ἀντικείμενον αὐτῷ ἑκούσιον εἶναι λέγει.

“然而有人可能会提出疑难。” 他在前文说明了行不义和受不义是什么以及有几种方式之后,如今提出疑难:是否也可能自愿地受不义,并且他引证了欧里庇得斯在《柏勒洛丰》中的抑扬格诗句作为见证;但作为不予接受的人,[亚里士多德]补充了“乖谬地”。因为所说的话是违背理性的,即[母亲]自愿而被自愿的儿子杀害,或者自愿而被不自愿的儿子杀害,这是乖谬的。而他附加上这个词,要么是专门针对欧里庇得斯所说的话(因为“她自愿,他却并非出于自愿”乃是全然乖谬的),要么是通过全局性的预先纠正,认为说某人自愿受不义是乖谬的,因为并未确立合理的理由。正是为此,所说的话本身才招致责难。而他总括地探讨:究竟是可能自愿受不义,还是正如行不义是自愿的(因为行不义的人被定义为自愿且出于预先选择而加害他人),同样受不义也全都是非自愿的且与行不义相对立,抑或它本身如同行不义一样全都是自愿的。他说,关于受到公正对待同样存在着与关于受不义相同的疑难与探讨。并且他说明了原因:因为既然行公正全都是自愿的,正如作为对立面的行不义也是自愿的一样(而行不义如何与受不义相对立,行公正便如何与受到公正对待相对立,受不义与它们每一方也应有类似的关系),[受到公正对待]要么作为非自愿之物与处于自愿状态的此物相对立,要么作为自愿之物与自愿之物相对立。而受到公正对待,乃是依照矫正的正义为了正义而被拉平。因此他本人说,受不义之于行不义,与受到公正对待之于行公正,情况是相似的;因为在此情形中,也有一方是获取他人之物并谋取非分之利的人,此人并非不情愿地占有这些,而另一方则是利益受减损的人,自愿性与受不义皆归属于此人。但是,如果那些行了不义的人在受到矫正并通过剥夺其非分之利而被拉平且仿佛受到惩罚时,在特异的意义上被称为受到公正对待,即便如此,受不义与受到公正对待也是相似的;因为二者皆是非自愿的。“关于受到公正对待亦同样如此。”他说,〔关于受到公正对待〕有与关于受不义同样的探讨,可以说它是非自愿的还是并非如此,抑或毋宁是自愿的,因为他说作为其对立面的行公正全都是自愿的。

语法注3 条
  1. 5.35ὁ μὴ ἀποδεχόμενος προσέθηκε τὸ ἀτόπως

    带冠词的现在分词 ὁ μὴ ἀποδεχόμενος 用作实体词作为主语(指亚里士多德),含有方式或原因的色彩(“作为不接受[诗人的用语或主张]的人”),支配主谓动词 προσέθηκε。

  2. 5.35τοῦτο δὲ ἢ ἰδίως τῷ Εὐριπίδῃ εἰρημένῳ ἐπιφέρει (...) ἢ καθόλου προδιορθούμενος

    由相关连词 ἢ ... ἤ ... 引导的并列结构。前半句使用了直陈式动词 ἐπιφέρει,而后半句则转为分词 προδιορθούμενος;后半句同样需要补出省略的主动词 ἐπιφέρει。

  3. 5.35ἐφ’ οὗ τὸ ἑκούσιόν τε καὶ τὸ ἀδικεῖσθαι κατηγορεῖται

    介词短语 ἐφ’ οὗ 指向前行动词短语中的先行词 ὁ δὲ ἐλαττούμενος,表示述谓的对象(“在其身上/关于此人”)。被动动词 κατηγορεῖται 的主语是并列的中性名词短语 τὸ ἑκούσιόν τε καὶ τὸ ἀδικεῖσθαι,触及自愿性与受不义能否同时被述谓的核心问题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:240.27-241.22