← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§239.8-240.26

出于愤怒的行为与激情的宽恕

注疏者释读1135b27,指出出于血气之怒的行为者争辩的是行为的正当性而非事实的发生与否,以此有别于契约交易中的图谋加害者,并区分了出于选择的不义与出于情感的过错。进而从自然情感与必然欲望的角度探讨“非自愿事项”中出于情感的行为是否可获宽恕,并论证其与《尼各马可伦理学》第三卷的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.34

" Ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μή." Καὶ τοῦτο σημεῖον παρέχεται τοῦ τοὺς διὰ θυμόν τι πράξαντας μὴ ἐπιβούλως μηδὲ ἀπὸ κακίας πεποιηκέναι, ὃ οὐ ποιοῦσιν οἱ ἐξ ἐπιβουλῆς ἀδικοῦντες. ὁμολογοῦντες γὰρ τὸ γεγονέναι διαμφισβητοῦσι περὶ τοῦ δικαίως αὐτὸ πεποιηκέναι. ὡς γὰρ ἠδικημένοι οἱ δι’ ὀργήν τι ποιοῦντες καὶ ἀμυνόμενοι τοὺς πράξαντας ποιοῦσιν. ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ἡ ὀργή ἐστι. διὸ καὶ ἐπὶ τοῦ δικαίως πεποιηκέναι ἀμφισβητοῦσιν. οἱ μὲν γὰρ ἐν τοῖς συναλλάγμασι βλάπτοντες περὶ τοῦ γεγονέναι ἀμφισβητοῦσιν· τὸ γὰρ δρᾶμα ἀμφισβητοῦσιν ἅτε ἐξ ἐπιβουλῆς ποιοῦντες τοιοῦτον, οἱ μὲν ἀποδεδωκέναι τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι, ὧν ἀνάγκη τὸ ἕτερον εἶναι πάντως.1 κακὸν μὲν γάρ τις εἴη διὰ λήθην ποιῶν ἢ δι’ ἄγνοιαν, ἐπὶ δὲ τῶν διὰ θυμὸν παθῶν περὶ μὲν τοῦ γεγονέναι τὸ πρᾶγμα ὁμολογοῦσιν οἱ πεποιηκότες, περὶ δὲ τοῦ δικαίως ἢ ἀδίκως ἢ μὴ δικαίως ἡ ἀμφισβήτησις τῷ πεποιηκότι καὶ τῷ πεπονθότι. οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασιν. οἱ γὰρ ἐν τοῖς συναλλάγμασι βλάπτοντες περὶ τοῦ γεγονέναι ἀμφισβητοῦσιν, οἱ μὲν ἀποδεδωκέναι φέρε εἰπεῖν τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι. ἂν δ’ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ· ὅτι μηδέπω ἄδικος μηδὲ ἀδικεῖ διὰ πάθος τι ποιήσας. διὰ πλειόνων περιστήσας τὸ τοῖς προειρημένοις ἀκόλουθον ἐπιφέρει, ὅτι ὁ ἐκ προαιρέσεως βλάπτων ἀδικεῖ. τὸ δὲ κατὰ ταῦτα ἤδη τὰ ἀδικήματα, τουτέστι κατὰ τὰς τοιαύτας βλάβας βλάπτων ἤδη καὶ ἄδικός ἐστιν· ἀδικήματα γὰρ εἶπε τὰς βλάβας. ὅταν οὖν κατὰ προαίρεσιν βλάπτῃ τις ἢ νέμων αὑτῷ τὸ πλέον παρὰ τὸ ἀνάλογον ἢ πλεονεκτῶν καὶ τὸ ἴσον παραβαίνων, οὗτος ἤδη ἄδικος, ὡς δὲ ἄδικος μὲν καὶ ἀδικεῖ ὁ κατὰ προαίρεσιν βλάπτων· ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ πράττων οὐκ ἀδικεῖ· ἀδίκημα μέντοι τὸ γινόμενόν ἐστιν. οὕτως ἔχει καὶ ἐπὶ τοῦ δικαίου. ὁ μὲν γὰρ πρὸς τῷ εἰδέναι καὶ κατὰ προαίρεσιν δίκαια ποιῶν δίκαιος, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ ποιῶν, δικαιοπραγεῖ μέν, οὐ μέντοι καὶ δίκαιός ἐστι. τῶν δ’ ἀκουσίων. πάντες γὰρ ὅσοι ἐξ ἐπιβουλῆς βλάπτουσιν, ἐπεὶ μὴ ἀγνοοῦντες ποιοῦσιν, ἤδη διὰ κακίαν καὶ μοχθηρίαν οὗτοι βλάπτουσιν. ἀκούσια δὲ νῦν ἔοικε λέγειν πάντα τὰ μὴ κατὰ προαίρεσιν γινόμενα. τὰ γὰρ διὰ πάθος γινόμενα πρὸ ὀλίγου ἑκούσια μὲν εἶπεν, ἀπροαίρετα δέ, νῦν δὲ τοῖς ἀκουσίοις ὑποτάσσει καὶ ταῦτα. καθόσον μὲν γὰρ οὐ δι’ ἄγνοιαν γίνεται ἑκουσίως γίνεσθαι δοκεῖ, καθόσον δὲ οὐ κατὰ προαίρεσιν ἀκουσίως· τῶν δὴ ἀκουσίως γινομένων ὅσα πρὸς τῷ ἀγνοεῖν καὶ δι’ ἄγνοιαν γίνεται, ταῦτα συγγνώμης ἄξια. δι’ ἄγνοιαν εἶπε γίνεσθαι ἐφ’ ὧν τὸ καθ’ ἕκαστά τι ἐν οἷς ἡ πρᾶξις, 〈ἃ〉 ἦν καὶ κυρίως ἀκούσια. ὅσα δὲ οὐ δι’ ἄγνοιαν γίνεται ἀγνοούντων δέ (ἦν δὲ ταῦτα τὰ περὶ τὴν τοῦ καθόλου καὶ τοῦ προσήκοντος ἄγνοιαν ἁμαρτήματα. ταῦτα δὲ ἦν τὰ διά τι πάθος γινόμενα), τούτων φησὶν ὅσα διὰ πάθος γίνεται μὴ ἀνθρωπικὸν μήτε φυσικὸν οὐ συγγνωμονικά. ἐπιζητήσαι δ’ ἄν τις εὐλόγως τί μὲν τὰ φυσικά, τί δὲ τὰ ἀνθρωπικὰ πάθη λέγει. εἰ γὰρ λέγει ταῦτα λύπην ἡδονὴν φόβον ἔλεον καὶ τὰ τούτοις ὅμοια, οὐ μόνον ἄν λέγοι συγγνώμης ἄξια εἶναι τὰ δι’ ἄγνοιαν γινόμενα, ἃ καὶ κυρίως ἦν ἀκούσια, ἀλλὰ καὶ τῶν ἑκουσίων πολλά τε καὶ πολλοὶ τῶν ἐν τοῖς πάθεσι τούτοις ὄντων εἰδότες καὶ ἑκόντες ἁμαρτάνουσιν, ὡς ἔδειξεν ἐν τῷ τρίτῳ. ἢ διαφέροι ἂν καὶ ἐν τούτοις τὸ προαιρούμενον αὐτὰ πράττειν ἢ προαιρούμενον2 καὶ διὰ τοῦτο καὶ ἡ μὲν ἀκρασία οὐκ ἀδικία, ἡ δὲ ἀκολασία κακία; φυσικὰ δὲ καὶ ἀνθρώπινα λέγοι ἂν πεῖναν δίψαν καὶ ὅσα τούτοις ἕπεται, μᾶλλον δὲ περὶ τὰ ἀναγκαῖά ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι. ὁ γὰρ διὰ λιμὸν καὶ τὴν τῶν ἀναγκαίων ἐπιθυμίαν τε καὶ ἀπορίαν ἁμαρτάνων συγγνωστός, ὁ δὲ τοιᾶσδέ τινος ἐπιθυμίᾳ τροφῆς καὶ τοιοῦδέ τινος ἐπιθυμίᾳ οἴνου, οὐκ ἔστι συγγνώμης ἄξιος. οὐκέτι γὰρ ἡ τῶν τοιούτων ἐπιθυμία φυσικὸν πάθος καὶ συνᾴδοι ἂν οὕτως λεγόμενα τοῖς ἐν τῷ τρίτῳ· εἰ δὲ μή, διαφωνίαν ἔχει τινὰ νῦν· τῶν δὲ ἀκουσίων εἶπεν ἀντὶ τοῦ τῶν φύσει γινομένων ἀκουσίων· οὐ γὰρ ἀληθῶς ἀκούσια τὰ διὰ πάθος· δῆλον δὲ ἐκ τοῦ μηδὲ συγγνώμης ἀξιοῦσθαι.

“此外,也并非关于事情发生与否。” 他提出这一点,作为那些出于血气之怒而行事者并非出于图谋亦非出于恶劣而行事的证据,而出于图谋行不义者则不如此做。因为他们在承认事情已经发生的同时,争辩关于他们做出此事是否正当。因为出于愤怒而做某事的人,乃是作为受了不义之人且为防御做出此事的人而行事的。因为愤怒是针对表面上的不义而发的。所以他们争辩关于做出此事是否正当。而在契约交易中加害他人的人,则是关于事情发生与否进行争辩;因为他们既然出于图谋而做出此类事,便对行为本身进行争辩,一方称已经偿还了所欠之物,而另一方称未曾收到,这二人中必有一方无论如何是[卑劣的]。因为一个人可能是由于遗忘或无知而做了坏事,但在出于血气之怒的情感场合,做出行为的人对事情发生的事实予以承认,而关于正当还是不义还是不正当的争辩,则存在于行事者与受害者之间。因为这并不像在契约交易中那样。在契约交易中加害他人的人,关于事情发生与否进行争辩,比如一方称已经偿还了所欠之物,而另一方称未曾收到。但是如果出于预先选择而加害他人,便是行不义;这是因为出于某种情感而行事的人尚非不义之人亦非行不义。他在通过多重论证陈明之后,引出了顺应前述事项的推论,即出于预先选择而加害他人的人乃是行不义。而“已经依照这些不义之举”,亦即依照此类损害而加害他人的人,便也已经是不义之人;因为他把损害称为不义之举。因此,凡出于预先选择而加害他人的人,不论是给自己分配多于依比例的份额,还是谋取非分之利并逾越均等,此人便已是不义之人;至于出于预先选择而加害他人的人既是不义之人又是行不义,而知情却非出于预先选择而行事的人则不行不义;然而所发生的事情乃是不义之举。在正义者身上情况亦然。因为在知情之外且出于预先选择而行正义之事的人是正义之人,而知情却非出于预先选择而行事的人,虽然做着正义之事,却决不也就是正义之人。“在非自愿的事项中”。因为凡出于图谋而加害他人的人,既然不是在无知中行事,便已经是通过恶劣与卑劣而加害他人了。而他现在似乎把一切不依照预先选择发生的事项都称为非自愿的。因为出于情感而发生的事项,他不久前曾称为自愿但非预先选择的,如今却把这些也归入非自愿的事项之中。因为就并非由于无知而发生而言,它们似乎是自愿发生的,但就并非依照预先选择而言,则是非自愿的。因此,在非自愿发生的事项中,凡在处于无知之外且由于无知而发生者,乃是应受宽恕的。他说由于无知而发生,是指其中关乎行为所在的任何个别情形者,这些原本也是严格意义上的非自愿之举。而凡并非由于无知而发生,却是在无知状态下发生的(这些乃是围绕对普遍者和应当之事的无知而犯的过错;并且这些乃是由于某种情感而发生的事项),他说在这些事项中,凡由于既非属于人的亦非自然的情感而发生的,均不可宽恕。但有人或可合理地追问,他所说的自然情感是什么,属于人的情感又是什么。因为如果他把这些说成是悲痛、快乐、恐惧、怜悯及与此类相似的情感,那么他就不仅会说由于无知而发生的事项(它们原本也是严格意义上的非自愿之举)是应受宽恕的,而且许多自愿的事项亦是如此,并且许多处于这些情感中的人是知情且自愿地犯错的,正如他在第三卷中所表明的。抑或在这些事项中,选择去行这些事还是[不]选择亦有所不同,且正因此不能自制并非不义,而放荡则是恶德?但他所说的自然且属于人的情感,当指饥饿、口渴以及随之而来的一切,或者毋宁说是关乎没有它们便不可能存在的必然之物。因为因饥饿以及对必然之物的欲求和匮乏而犯错的人是可宽恕的,但因对某种特定食物的欲求或对某种特定葡萄酒的欲求而犯错的人,则不应受宽恕。因为对此类事物的欲求不再是自然的情感了,若这样论说便可与第三卷中的论述相符合;否则,现在就会存在某种不一致。他说“在非自愿的事项中”,是用来代替“在依本性非自愿发生的事项中”;因为出于情感的事项并非真正非自愿,这一点从它们甚至不被认为应受宽恕中也是显而易见的。

语法注2 条
  1. 5.34ὧν ἀνάγκη τὸ ἕτερον εἶναι πάντως

    关系代词 ὧν 在语境中指做出对立主张(一方声称已偿还,另一方声称未收到)的双方当事人,呼应亚里士多德原文 1135b34 的 ἀνάγκη γὰρ τούτων θάτερον μοχθηρὸν εἶναι。表语补足成分(如 μοχθηρόν)由紧随其后的 κακὸν μὲν γάρ 得出,意指双方当事人中必有一方是虚伪或卑劣的。

  2. 5.34τὸ προαιρούμενον αὐτὰ πράττειν ἢ προαιρούμενον

    在 ἤ 之后的第二个 προαιρούμενον,结合前后文关于不能自制与放荡的区别以及出于选择与不出于选择的对立,在语境上极可能脱落了否定词(即 τὸ μὴ προαιρούμενον)。全句被理解为探讨“出于选择做出这些事与不出于选择做出这些事之间是否存在差异”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:239.8-240.26