← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§238.7-239.7

无知所致过错与源于激情的非正义行为

厄斯特拉齐奥斯注疏了亚里士多德《尼各马可伦理学》第五卷关于过错、不幸与不义之举的区分,阐明了因对个别境况(五项要素)无知而导致的过错,以及出于愤怒或自然与必然的情感(饥渴等)而未加深思熟虑和预先选择所做出的不义之举,并解释了为何做出不义行为者尚未必然成为不义之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.33#2

ὁ γὰρ ἐν ὁδῷ ἀκοντίζων, ἐν ᾗ εἰκὸς εἶναί τινα, καὶ τυχών τινος ἡμάρτηκε. καὶ αἱ τοιαῦται τῶν βλαβῶν ἁμαρτήματα καλοῦνται. Θεόφραστος μέντοι τὰ ἀτυχήματα οὐχ ὑπάγει τοῖς ἀδικήμασιν· ἔοικε δὲ μηδὲ Ἀριστοτέλης. τίνα δὲ τὰ μετ’ ἀγνοίας γινόμενά ἐστι; πάλιν αὐτὰ διδάσκει καὶ τίθησι πέντε. οὐ τοῦτο δὲ λέγει, ὅτι τὰ μετὰ ἀγνοίας γινόμενα περὶ τὴν τῶν πάντων τῶν προειρημένων ἄγνοιαν γίνεται, ἀλλ’ ὅτι περὶ τὶ τούτων ἀγνοηθέν· ἱκανὸν γὰρ καὶ ἕν τι τούτων πρὸς τὸ γινόμενον ἐν ἀγνοίᾳ γενέσθαι. ταῦτα δέ, φησίν, ἔστι τό τε ὃν καὶ ᾧ καὶ ὃ καὶ οὗ χάριν καὶ ὡς ἐστι. τὸ μὲν ὅν, περὶ ὃν ἡ πρᾶξις, ᾧ δὲ τὸ ὄργανον, ὃ δὲ ἡ πρᾶξις αὐτή, οὗ δὲ χάριν τὸ τέλος, ὡς δὲ ὁ τρόπος. ὅταν μήτε ὅν, τουτέστι περὶ ὃν ἡ πρᾶξις· ὃ δὲ τῆς πράξεως αὐτῆς· περὶ ὃν μὲν γὰρ τὸν πατέρα τυχόν, ὃ δὲ ἡ πρᾶξις, ἡ τῶν μυστηρίων τυχὸν ἐκφορά, ᾧ δὲ τὸ ὄργανον, τυχὸν τὸ ἀκόντιον ἢ ὁ καταπέλτης, οὗ δὲ τὸ τέλος, τυχὸν φίλτρον ἢ ὑπνωτικόν, ὡς δὲ ὑπνωτικὸν πιὼν τυχὸν λάθοι θανασίμῳ θανάσιμον ἐργασάμενος. ἢ οὐχ ὃν ἢ οὐχ ὡς. ἠρέμα γὰρ οἰόμενος πλήττειν ἔπληξε σφοδρῶς. ὅταν μὲν οὖν παραλόγως, τουτέστιν ἀπροσδοκήτως οὐ περὶ τὴν τοῦ ποιοῦντος ῥᾳθυμίαν γινομένη τὸ ἔξωθεν εἶναι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν,1 ὡς ὅταν τις δισκεύων ἔνθα οὐδεὶς ἦν, εἶτα ἔπληξέ τινα δισκεύων, ἀπὸ τύχης γέγονεν. ἀλλ’ ὀργίσας.2 τὸν θυμούμενόν φησι τῶν ἑκόντων εἶναι. τῶν γὰρ ἑκόντως ποιούντων, οὓς καὶ εἰδότας λέγει, οἱ μὲν καὶ προελόμενοι ποιοῦσιν, οἳ δ’ οὔ. τὰ μὲν οὖν μὴ προβουλευσαμένων γινόμενα ἀδικήματα λέγει. τοιαῦτα δὲ τὰ δι’ ὀργὴν γινόμενά φησι. τὰ γὰρ περὶ τὰς ὀργὰς ἁμαρτανόμενα ἀπροβουλεύτως γίνεται. τὰ δ’ ἄλλα πάθη ὅσα ἀναγκαῖα 〈ἢ〉 φυσικὰ εἶεν ἂν ἔρωτες λῦπαι καὶ φόβοι· φυσικὰ γὰρ πάθη ταῦτα (καὶ πολλὰ διὰ ταῦτα ἀπροβουλεύτως ἁμαρτάνεται), ἀναγκαῖα δὲ δίψα λιμός. καὶ γὰρ φοβηθείς τις μὴ τρωθείη προλαβὼν ἔτρωσε καὶ ἔβλαψε προβουλευσάμενος καὶ ἐρῶν ἐπείσθη κελεύσαντι τῷ ἐρωμένῳ οὐ προβουλευσάμενος καὶ λυπηθεὶς παρ’ αὐτὴν τὴν λύπην, ἐποίησέ τι ὃ εἰ ἐσχόλασε τῷ βουλεύσασθαι οὐκ ἐποίησε. καὶ ἔπιε δέ τις ἀλλότριον πόμα ἢ σιτία ἥρπασε διὰ λιμόν, ὧν εἰ ἐβουλεύσατο οὐδὲν ἐποίησεν. ὁ δὴ τούτων τι πράξας, διότι μὲν εἰδὼς καὶ ἑκὼν ἐποίησεν ἀδικεῖ, ὅτι δὲ μὴ προελόμενος οὐδέπω ἄδικος· ὁ δὲ ἐκ προαιρέσεως βλάπτων οὐ μόνον ἀδικεῖ ἀλλ’ ἤδη μοχθηρὸς καὶ ἄδικος ἔσται· ὡσαύτως καὶ ὁ διὰ θυμόν τι ποιήσας εἰδὼς μὲν ἐποίησε καὶ ἑκών, οὐ προβουλεύσας δὲ οὐδὲ προελόμενος. ὁ γὰρ ὑβρισθεὶς καὶ διὰ τοῦτο τρώσας οὐκ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔσχεν ἀλλ’ ἐν τῷ ὑβρικότι. ὁ γὰρ ὀργίσας τὸ πᾶν εἴργασται. τοῦτο δὲ προσέθηκεν ἐπεὶ προεῖπεν ὅτι τὰ διὰ θυμὸν πραχθέντα ὑπὸ εἰδότων μὲν γίνεται, οὐ μὴν κατὰ προαίρεσιν, οὐδὲ γὰρ προβουλευσαμένων.

因为在很可能有人的道路上掷标枪而击中某人的人,乃是犯了过错。此类损害被称为过错。然而泰奥弗拉斯托斯并未将不幸归入不义之举,亚里士多德看来亦非如此。但伴随无知发生的事项究竟是什么?他再次予以讲授,并列出五项。他并不是说,伴随无知发生的事项乃是围绕对所有前述事项的无知而发生的,而是说乃是围绕其中未被知晓的某一项发生的;因为即便这些事项中的一项,也足以使发生之事是在无知中发生的。他说,这些事项就是:向谁、用什么、什么、为何目的、以及如何。“向谁”是行为所指向的对象;“用什么”是工具;“什么”是行为本身;“为何目的”是结局;“如何”是方式。“当既不是向谁,即行为所指向的对象”;而“什么”关乎行为本身;因为“所指向的对象”例如父亲,“什么”是行为,例如密仪的外泄,“用什么”是工具,例如标枪或石弩,“为何目的”是结局,例如媚药或安眠药,而“如何”则是例如以为饮下的是安眠药,却误以致死之物造成了死亡。“或者并非向谁,或者并非如何”。即本以为是轻轻击打,却重重击打了。因此,当反乎常理、亦即出乎意料地发生,而非关乎行为者的懈怠,且始因与原因是来自外部时——正如某人在空无一人的地方掷铁饼,随后掷铁饼时击中了某人——这便是由于机运而发生的。“然而激起愤怒的人[才是原因]”。他说发怒的人属于自愿行动者。因为在自愿做出行为的人——他也称之为知情者——之中,有些人是伴随预先选择而做出的,另一些人则不然。因此,他将在未预先深思熟虑的人手中发生的事项称为不义之举。他说出于愤怒而发生的事项就属此类。因为围绕愤怒所犯的过错乃是未经深思熟虑而发生的。至于其他凡属必然或自然的情感,当是情爱、悲痛与恐惧;因为这些是自然的情感(许多过错正是由于这些而在未经深思熟虑下犯下的),而口渴与饥饿则是必然的情感。因为有人惧怕自己受伤害,便抢先伤害并加害于人,这是经过预先深思熟虑的;有人因恋爱而顺从了所爱之人的吩咐,这是未加预先深思熟虑的;有人感到悲痛,正因悲痛本身而做出了某事,若有空暇深思熟虑本不会做出此事的。又有人因饥饿而饮了他人的饮料或抢夺了食物,若曾深思熟虑则绝不会做出其中任何一事。所以,做出此类事情中某事的人,因其知情且自愿地做出而行了不义,但因其并非出于预先选择而做,故尚非不义之人;然而出于选择而加害他人者,不仅行了不义,且已经是卑劣而不义之人;同样,出于血气之怒而做某事的人,虽知情且自愿地做出,却未曾预先深思熟虑亦非出于预先选择。因为受侮辱且因此伤人的人,其始因并不在自身之中,而是在侮辱他的人之中。因为激起愤怒的人促成了这整件事。他之所以补充这一点,是因为他之前说过,出于血气之怒而做出的事项乃是由知情者做出的,但绝非依照选择,因为也不是由预先深思熟虑的人做出的。

语法注2 条
  1. 5.33οὐ περὶ τὴν τοῦ ποιοῦντος ῥᾳθυμίαν γινομένη τὸ ἔξωθεν εἶναι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν

    此处文句结构较为松散(破格文法)。阴性主格分词 γινομένη 在意义上与未明言的主语“损害”(βλάβη)一致,表明该损害的发生并非由于行为者的懈怠或疏忽,而是以“始因与原因来自外部”(τὸ ἔξωθεν εἶναι...)为特征。

  2. 5.33ἀλλ’ ὀργίσας

    此处是对亚里士多德《尼各马可伦理学》卷五第八章(1135b26)文本词句 ἀλλ' ὁ ὀργίσας(“然而激起愤怒的人[才是原因]”)的引述。注疏者以此引语导入对亚里士多德论点的解释,即出于愤怒的行为其真正的始因乃在侮辱者一方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:238.7-239.7