- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:237.5-238.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德1135b2,讨论公正与不公正行为中的“偶性”状态,基于是否有选择区分自愿行为,并阐明三种损害(不幸、过错、不义)的初步划分。
" Ἔστι δὲ ὁμοίως ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων." Εἰπὼν πρὸ ὀλίγου τὸ ἀδικεῖν καὶ τὸ δικαιοπραγεῖν ἐν τοῖς ἑκουσίως γινομένοις εἶναι καὶ διὰ τούτων τί ποτέ ἐστι τὸ ἀκούσιον ὑπομνήσας ἡμᾶς καὶ εἰπὼν ὅτι κατὰ συμβεβηκὸς γίνεται, ὃ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν ποιήσας τις ἢ γνωρίζων τι τούτων ἐν οἷς ἐστιν ἡ πρᾶξις οὐχ ἑκὼν ποιεῖ, τοῦτο λέγεται καὶ ἐπὶ τῶν δικαίων καὶ ἐπὶ τῶν ἀδίκων εἶναι τὸ κατὰ συμβεβηκός. ὁ γὰρ ποιῶν τι τῶν δικαίων ἄκων καὶ διὰ φόβον κατὰ συμβεβηκὸς δικαιοπραγεῖ· ὅτι γὰρ οἷς συμβέβηκε δικαίοις εἶναι ταῦτα ποιεῖν λέγει, οὐ μὴν ἁπλῶς οὐδὲ κυρίως καὶ μὴ ἑκών. οὐ γὰρ ἐν τούτῳ τὸ δικαιοπραγεῖν· ὁμοίως καὶ ὁ μὴ ἐκ τῶν ἀδίκων τι ποιήσας1 ὡς ὁ ἀναγκασθεὶς μὴ ἀποδοῦναι τὴν παρακαταθήκην, κατὰ συμβεβηκὸς ἀδικεῖ (ὅτι γὰρ συμβέβηκε τῷ ὑπ’ αὐτοῦ πρασσομένῳ ἀδίκῳ εἶναι), οὐ μὴν ἁπλῶς· τὸ γὰρ ἁπλῶς ἦν ἐν τῷ ἑκόντα ποιεῖν αὐτά. λαβὼν δὲ ὅτι ἐν τοῖς ἑκουσίως γινομένοις ἐστὶ τό τε δικαιοπραγεῖν καὶ ἀδικεῖν, ὥσπερ καὶ τὸ ἑκουσίως ἢ ἀκουσίως τι ποιεῖν ἐν τοῖς ἐφ’ ἡμῖν, ἑξῆς τῶν ἑκουσίως γινομένων διαφοράς τινας δείκνυσι. τῶν γὰρ ἑκουσίως πρασσομένων τὰ μὲν προελόμενοι καὶ μετὰ προαιρέσεως ποιοῦμεν, τὰ δὲ οὐ προελόμενοι, ὥσπερ τὰ διὰ θυμόν. καὶ ὅτι γε ἔστι τινά, ἃ ἑκόντες ποιοῦμεν, οὐ προελόμενοι δέ, ἐνεδείξατο διὰ τὸ ὑπομνῆσαι ἡμᾶς ὅτι ἔνια ὧν ἑκόντες ποιοῦμεν οὐ προβουλευόμενοι ποιοῦμεν ἀλλ’ ἀπροβουλεύτως· ἦν δὲ ἡ προαίρεσις τῇ βουλῇ· ὄρεξις γάρ ἐστιν αὕτη βουλευτική, ὥστε οὐδὲ κατ’ ἀρετὴν καὶ κακίαν ταῦτα ἄν γένοιτο. τριῶν δὲ οὐσῶν βλαβῶν. διελὼν πρὸ ὀλίγου καθ’ ἑκάστας γε αὐτῶν ὁποῖά τε εἴδη καὶ ὁπόσα καὶ περὶ ποῖα ὄντα τυγχάνει ὕστερον ἐπισκέπτεσθαι, νῦν τοῦτο ποιεῖ. διελὼν γὰρ τὸ ἑκούσιον εἴς τε τὸ κατὰ προαίρεσιν καὶ εἰς τὸ χωρὶς προαιρέσεως, ἐπεὶ τῶν γινομένων τὰ μὲν ἀκουσίως γίνεται, τὰ δὲ ἑκουσίως, ἔστι δὲ ἡ ἀδικία βλάβη τις, ἀποδίδωσι νῦν ἡ πῶς γινομένη βλάβη ἀδικία.2 τῶν γὰρ βλαβῶν αἱ μὲν μετ’ ἀγνοίας τοῦ γινομένου γίνονται καὶ εἰσὶν ἀκούσιοι, αἱ δὲ ἑκουσίως καὶ εἰδότων, καὶ τῶν μετ’ ἀγνοίας αἱ μὲν παράλογοι καὶ ἐκ παραδόξου γίνονται, αἱ δὲ τὸ μὲν ἀκούσιον ἔχουσιν, οὐ μὴν καὶ κατὰ 〈τὸ〉 παράλογον καὶ παράδοξον γίνονται. τὰς δὲ κατὰ ἄγνοιαν γινομένας βλάβας κοινῶς εἶπεν ἁμαρτήματα. μετὰ δὲ ταῦτα ὑποδιαιρέσεις αὐτῶν ποιεῖ· τὰς μὲν παραλόγως αὐτῶν γινομένας ἀτυχήματα καλῶν, τὰς δὲ μὴ παραλόγως ἁμαρτήματα ὁμωνύμως τῷ κοινῷ. εἴη δ’ ἂν παραλόγως γινόμενα τὰ σπάνια καὶ ἀπροσδόκητα, οἷον εἰ τὴν θύραν ἀνοίξαντος ἄφνω τινὸς ὁ πατὴρ παρεστὼς ἐπλήγη ἢ εἰ γυμναζομένου ἐν τῷ τοιούτῳ χωρίῳ καὶ ἀκοντίζοντος ἐν ᾧ οὐδεὶς ἐτύγχανεν ὤν, εὑρέθη τις τῶν οἰκετῶν ἀπὸ τύχης ὢν ἐν αὐτῷ καὶ περιπίπτων τῷ ἀκοντίῳ. τὰ γὰρ τοιαῦτα παράλογά τε καὶ ἀπροσδόκητα. ὅσα δὲ μὴ ἔχει μὲν τὸ παράλογον, ἀγνοοῦντος μέντοι γίνεται, ταῦτα ἁμαρτήματα.
“在不公正的事项与公正的事项上也是同样。” 在不久前说了行不义与行公正存在于自愿发生的事项之中,并通过这些使我们记起非自愿究竟是什么,且说了某人虽依于自身之中的始因来行动、或者知晓行为所涉及的这些个别情况中的某项,却并非自愿地做出,此种情况乃是偶性地发生的之后,他说这一偶性也同样存在于公正的事项与不公正的事项上。因为违背意愿且出于恐惧而做出某件公正之事的人,乃是偶性地行公正;因为他说此人所做的事恰巧是公正的事,但这绝非绝对地亦非本义上的,且并非自愿。因为行公正并不在于此;同样,并不是[自愿]出于不公正的事项而做出某事的人,正如受强迫而不归还寄托物的人那样,乃是偶性地行不义(因为恰巧他所做出的事是不公正的),但这绝非绝对地;因为绝对意义上的行不义乃在于自愿地做出它们。在确立了行公正与行不义存在于自愿发生的事项之中——正如自愿或不自愿地做某事存在于我们力所能及的事项之中那样——之后,他接下去指明了自愿发生的事项中的若干差异。因为在自愿做出的事项中,有些是我们通过预先选定并伴随选择而做出的,另一些则不是通过预先选定而做出的,如出于血气之怒而做出的事项。至于确实存在某些我们自愿做出、却非通过预先选定的事项,他乃是通过提醒我们注意这一点而表明的:即我们自愿做出的某些事情并不是通过预先深思熟虑而做出的,而是未加深思熟虑的;而选择是伴随深思熟虑的,因为选择乃是深思熟虑后的欲求,以致于这些事项也不会是依照德性与恶行而发生的。“损害既有三种。”在不久前区分了稍后考察它们每一项究竟是何种形式、数量有多少、以及围绕什么发生之后,现在他便进行此项考察。因为在将自愿划分为依照选择的和不伴随选择的之后,既然在发生的事情中有些是非自愿发生的,有些是自愿发生的,且不义乃是一种损害,他现在便阐明了以何种方式发生的损害是不义。因为在损害中,有些是伴随着对发生之事的无知而发生的,因而是非自愿的,有些则是自愿地且在知情的情况下发生的;而在伴随无知的损害中,有些是反乎常理且出乎意料地发生的,有些虽然具有非自愿性,却并非反乎常理且出乎意料地发生。而依无知而发生的损害,他统称为过错。在这之后,他对其做出了进一步的细分:将其中反乎常理发生的称为不幸,而将非反乎常理发生的按与统称同名的方式称为过错。而反乎常理发生的当是稀有且不可预料之事,例如某人突然推开门,站在旁边的父亲被撞击,或者某人在空无一人的场所锻炼并掷标枪,仆人中的某人被发现恰巧在场并撞上了标枪。因为此类事项乃是反乎常理且不可预料的。至于那些虽不具反乎常理性、却在不知晓的情况下发生的事,这些则是过错。
- 5.33ὁ μὴ ἐκ τῶν ἀδίκων τι ποιήσας
否定词 μὴ 修饰分词 ποιήσας,指“并非[出于自愿而]由不公正的动机做出某事的人”,如下文受强迫不归还寄托物的例子所示。否定词虽置于整个短语之前,但在语义上是否定主体的自愿意图。
- 5.33ἀποδίδωσι νῦν ἡ πῶς γινομένη βλάβη ἀδικία
间接疑问副词 πῶς 被嵌在冠词 ἡ 与分词 γινομένη 之间,与述谓名词 ἀδικία 一同构成紧缩的间接疑问从句结构,充当 ἀποδίδωσι 的整体宾语:“以何种方式发生的损害[是]不义”。
