← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§236.3-237.4

出于强迫的行动与非自愿性

尤斯特拉提乌斯通过具体事例阐明了为何出于强迫或对个别情况的偶性知晓而做出的行动并非自愿,并结合自然生理过程,论述了亚里士多德文本中“出于强迫”与“非力所能及”等表述的句法与语义功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.32#2

τὸ γὰρ τὰς χεῖρας κινεῖν τινα τὰς ἰδίας1 ἐν αὑτῷ ἡ ἀρχὴ καὶ ἐπ’ αὐτῷ τούτῳ τὸ εἶναι δοκεῖ· ἀλλ’ ὅταν ἄλλος τις βίᾳ λαβών τινος τὴν χεῖρα τύπτῃ τινά, ὃ ἐπ’ αὐτῷ ἦν καὶ οὗ τὴν ἀρχὴν ἐπ’ αὐτῷ εἶχε, τοῦτο βίᾳ ποιεῖ. δύναται μέντοι λέγειν τις, κατὰ συμβεβηκὸς τότε ἐπ’ αὐτῷ εἶναι τὸ τὰς χεῖρας κινεῖν, ὅτι εἰ διὰ τούτου βιαζόμενος ποιεῖ, οὐ συμβέβηκε τὴν ἀρχὴν τῆς κινήσεως ἐπ’ αὐτῷ εἶναι καὶ † ὃ ἔχει τοῦτο κινῆσαι αὐτὸς καὶ ἐν αὑτῷ τὴν ἀρχήν· καὶ οὕτως ἂν εἴη τὸ βίᾳ γινόμενον κατὰ συμβεβηκὸς ἐπ’ αὐτῷ. κατὰ συμβεβηκὸς δὲ γνωρίζοι ἄν τις ταῦτα, ὧν ἡ ἄγνοια ἀκούσιον ἐποίει τὸ γινόμενον οὕτως ὡς αὐτὸς δείκνυσιν. ὁ γὰρ τὸν πατέρα τύπτων καὶ γνωρίζων μὲν ὅτι ἄνθρωπος, ἀγνοῶν δὲ ὅτι πατήρ, κατὰ συμβεβηκὸς ἂν εἴη γνωρίζων τὸν περὶ ὃν ἡ πρᾶξις. ἀλλὰ καὶ ὁ τὸν ἐλλέβορον γνωρίζων τε καὶ διδούς τινι, οὐκ εἰδὼς δὲ οὗ ποιητικός, κατὰ συμβεβηκὸς ἂν καὶ οὗτος γνωρίζοι τὸ οὗ ἕνεκα. ὁμοίως δὲ καὶ ὁ εἰδὼς τὸ ἀκόντιον ὃ ἀφίησι, μὴ εἰδὼς δὲ ὅτι λελόγχωται, κατὰ συμβεβηκὸς ἂν γνωρίζοι. τὸ δὲ οὗ ἄλλων οὐδὲ τῶν οὕτως γνωριζομένων καθ’ αὑτό. διὸ οὐδὲ ἑκουσίως ἡ πρᾶξις γίνοιτο ἄν, ἐν ᾗ τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις κατὰ συμβεβηκὸς γνωρίζεται. ὧν γὰρ ἡ καθ’ αὑτὸ γνῶσις τὴν πρᾶξιν ἑκούσιον ποιεῖ, τούτων εἰ κατὰ συμβεβηκός τι γνωρίζοιτο, οὐχ ἑκούσιον τὸ γινόμενον. αὐτὸς δὲ αὐτὸ καθόλου εἶπε διὰ τοῦ εἰπεῖν ὁμοίως δὲ τὸ τοιοῦτον διωρίσθω καὶ ἐπὶ τῶν οὗ ἕνεκα καὶ περὶ τὴν πρᾶξιν αὐτήν. τὸ δὴ ἀγνοούμενον τί ἐστι, τὸ ἑκούσιον πρότερον ἀποδούς, νῦν πάλιν τὸ ἀκούσιον τί ποτ’ ἔστι λέγει καὶ φησὶ τοῦτο εἶναι ἀκούσιον τὸ δι’ ἄγνοιαν πραττόμενον ἢ βίᾳ τῶν ἐφ’ ἡμῖν ὄντων. λέγει δὲ τὰ φυσικὰ καὶ ἀγνοούμενα. οὔτε μὴν τῶν δι’ ἡμῶν γενομένων ἐφ’ ἡμῖν δὲ ὄντων, οὔτε ἑκούσια οὔτε ἀκούσια. ἔστι δὲ τοιαῦτα ὅσα κατὰ φύσιν γίνεται, οἷον ἡ τῆς τροφῆς κρίσις καὶ πέψις 〈καὶ〉 ἡ τῶν τρεφομένων αὔξησις. ἐν γὰρ τοῖς ἐφ’ ἡμῖν τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. ὄντα δὲ ἐφ’ ἡμῖν οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἑκούσια· οὐ γὰρ βίᾳ γίνονται· ὡς εἶναι τὸ ἀκούσιον ἐν τοῖς ἐφ’ ἡμῖν, ὅταν ἢ δι’ ἄγνοιάν τι πράττωμεν τούτων καὶ μὴ κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν μηδὲ ἑκόντες. ὅτι γὰρ δεῖ τῷ ἑκουσίῳ ὥσπερ τὸ μὴ ἀγνοεῖν, οὕτως δὲ καὶ τὸ μὴ βίᾳ ἀλλὰ καὶ τὸ ἐπ’ αὐτῷ προσκεῖσθαι ἐδήλωσεν ἐπὶ τῶν φύσει γινομένων ἐν ἡμῖν, ἃ καίτοι εἰδότων ἡμῶν γινόμενα, οὔπω ἐστὶν ἑκούσια, ὅτι μὴ ἐφ’ ἡμῖν ἐστιν ἡ ἀρχὴ τῆς ἐπ’ αὐτὰ κινήσεως. ἢ βίᾳ. τὸ λεγόμενον τοιοῦτόν ἐστι. ταῦτά ἐστιν ἀκούσια ὅσα ἀγνοεῖται ἢ μὴ ἀγνοεῖται μὲν μὴ ἐπ’ αὐτῷ δέ ἐστι, τουτέστι μὴ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν γίνεται ἀλλὰ βίᾳ· ὡς ἀντὶ τοῦ ἢ τὸ ἀλλὰ τίθεσθαι2 καὶ εἶναι ἀλλὰ βίᾳ. ῑε̄ εἰπὼν δὲ μὴ ἐπ’ αὐτῷ δ’ ὄν, πῶς εἶπε τοῦτο, ἐδήλωσεν ἐπενεγκὼν τὸ βίᾳ, ὂν ἴσον ὡς εἰπεῖν τῷ ἀλλὰ βίᾳ· ὡς γὰρ τῷ μὴ ἐπ’ αὐτῷ ἀντὶ τοῦ βίᾳ κεχρημένος ἐδήλωσεν οἷον τὸ ἐγγηρᾶν ἢ ἀποθνήσκειν διὰ τὸ μὴ ἐν ἡμῖν εἶναι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὰ κινήσεως. φύσεως γὰρ ὄντες θνητῆς οὐ κύριοί ἐσμεν τοῦ ἐπὶ τοῦτο μὴ ἐλθεῖν· ἀνάγκῃ γὰρ ἥκομεν.

因为就一个人活动自己的双手而言,始因似乎是在他自身之内,且此事的成立似乎是在于这个人自己的权能;但是当其他某人强行抓住某人的手去击打某人时,本属于他力所能及的、且他在自己力所能及之列握有其始因的事项,他却是出于强迫而做出的。不过,人也可以说,那时活动双手是偶性地属于他力所能及的,因为如果他在受迫之下通过这个来行动,那么运动的始因便不巧合于是在他力所能及之列,且他自己去活动它并在自身拥有始因也不巧合于此;而这样一来,出于强迫而发生的事便是偶性地属于他力所能及的。而关于那些人若对其无知便使发生之事成为不自愿的事项,某人对其偶性地知晓,乃正如他本人所表明的如下那样。因为击打父亲的人,若知道他是人,却不知道他是父亲,便会是偶性地知晓行为所涉及的对象。不仅如此,知晓黎芦并将其赠予某人、却不知它会产生何种效果的人,此人也是偶性地知晓为了什么目的。同样,知道自己掷出的标枪、却不知道它带有矛尖的人,也会是偶性地知晓。而在以这种方式被知晓的事物中,没有任何一件是按其自身被知晓的。因此,如果行为所涉及的个别情况是偶性地被知晓的,那么该行为也不会是自愿发生的。因为就那些对其按自身的认知能使行为成为自愿的事项而言,如果其中某项是偶性地被知晓的,发生之事便不是自愿的。而他本人通过说“同样,这类规定对于为了什么目的以及对于行为本身也应当做出”,普遍地陈述了这一点。于是,关于不被知晓的是什么,在先前阐明了自愿之后,现在他又说明非自愿究竟是什么,并说在我们力所能及的事项中,由于无知或者由于强迫而做出的事,这便是非自愿的。并且他谈及了自然的事物以及不被知晓的事物。而就通过我们发生且属于我们力所能及的事项而言,它们既非自愿亦非不自愿。而凡依自然发生之事皆属此类,例如食物的分辨与消化,以及受滋养者的生长。因为自愿与不自愿乃存在于我们力所能及的事项之中。虽然属于我们力所能及,但一方面并非自愿,另一方面也绝非就此即是自愿;因为它们并非出于强迫而发生;以致于非自愿存在于我们力所能及的事项中,乃是指当我们由于无知而做出这些事中的某项、且非依于其中的始因亦非出于自愿之时。因为正如不可无知一样,不出于强迫、且属于力所能及也必须附加于自愿性,这一点他在我们体内依自然发生的事情上予以表明;这些事情尽管在我们知晓的情况下发生,却还不是自愿的,因为朝向它们的运动始因并不在我们力所能及之列。“或者出于强迫。”所言之意乃是如此:凡是不被知晓的事,或者虽非不知却不属于力所能及的事——即不是依于自身之中的始因而是出于强迫发生的事——全都是不自愿的;以致于这里是以“但是”代替了“或者”,而成了“但是出于强迫”。ῑε̄ 而在说了“不属于他力所能及”之后,他是如何说出这点的,他通过补述“出于强迫”予以表明,这可以说是等同于“但是出于强迫”;因为他将“不属于他力所能及”用作“出于强迫”的代用,指明了如衰老或死亡之类的例子,这是由于朝向它们的运动始因并不在我们自身之内。因为我们具有必死之本性,便不是不走向这一步的主人;因为我们是由于必然性而走向此处的。

语法注2 条
  1. 5.32τὸ γὰρ τὰς χεῖρας κινεῖν τινα τὰς ἰδίας

    带意义主语宾格的定冠词不定词短语(τὸ ... τὰς χεῖρας κινεῖν τινα)作为悬垂主题置于句首,随后由说明始因在于行为者自身的分句接续承接,构成破格/倒错结构(anacoluthon)。

  2. 5.32ἀντὶ τοῦ ἢ τὸ ἀλλὰ τίθεσθαι

    此为句法说明,指出亚里士多德正文中的选言连词 ἤ(“或者”)在此并非表示单纯的排他选择,而是被解释为代指转折连词 ἀλλά(“而是”、“但是”),用以对前述分句进行限定或修正。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:236.3-237.4