← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§234.35-236.3

自愿性与正义及不公正行为的界定

尤斯特拉提乌斯注解了《尼各马可伦理学》卷五第八章开头(1135a15),阐明正当行为与不公行为是如何通过自愿性来界定的,并详述了这与卷三中关于自愿与不自愿行为之定义(不受强迫且不因对个别情况的无知)的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.32#1

" Ὄντων δὲ τῶν δικαίων καὶ ἀδίκων." Εἰπὼν περὶ τοῦ ἀδικεῖν καὶ τοῦ δικαιοπραγεῖν νῦν προσδιορίζεται αὐτά, ἅμα δὲ καὶ διορίζει περὶ τοῦ προβλήματος ὃ ἐκίνησε πρὸ ὀλίγου εἰπὼν “ἐπειδὴ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν ἤδη ἄδικός ἐστιν ἑκάστην ἀδικίαν;”1 τὸ δὲ ἀλλ’ ἢ κατὰ συμβεβηκὸς τοῦτο τί ποτέ ἐστι δι’ ὧν ἐπάγει δηλοῖ. ὅταν γὰρ πράττων τὰ δίκαια ἄκων κατὰ συμβεβηκὸς δικαιοπραγῇ, ὁμοίως δὲ καὶ ὁ τὰ ἄδικα πράττων εἰ ἄκων πράττοι, † ταῦτα δὲ καὶ τῷ ἑκουσίῳ. ὄντων δὲ δικαίων καὶ ἀδίκων τῶν εἰρημένων, τουτέστι τοῦ νεμητικοῦ καὶ ἐπανορθωτικοῦ, ὁμοίως δὲ καὶ τῶν ἐναντίων αὐτοῖς. λέγω δὲ ἑκούσιον μὲν ὥσπερ καὶ πρότερον εἴρηται. εἰπὼν τῷ ἑκουσίῳ ὁρίζεσθαι τό τε δικαιοπράγημα καὶ τὸ ἀδίκημα, εἰκότως ἡμᾶς ὑπομιμνήσκει τῶν εἰρημένων αὐτῷ περὶ ἑκουσίου τε καὶ ἀκουσίου ἐν τῷ τρίτῳ. ὄντος γὰρ διττοῦ τοῦ ἀκουσίου, τοῦ τε βίᾳ καὶ τοῦ δι’ ἄγνοιαν γινομένου, τὸ ἑκούσιον ἦν ὃ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γίνεται, ὃ ἔστιν οὐ βίᾳ μέν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ, οὐ δι’ ἄγνοιαν δέ, εἰ μὴ τὰ καθ’ ἕκαστά τις εἴη ἀγνοῶν δι’ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις· ὁ γὰρ τῷ τὸ καθόλου ἀγνοεῖν ἁμαρτάνων οὐ δι’ ἄγνοιαν ἁμαρτάνει, ὡς ἔδειξεν ἐν τῷ τρίτῳ. διὰ τούτων δι’ ὧν γίνεται τὸ ἑκούσιον, οὗ ἡ ἀρχὴ ἐπ’ αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις, τοῦτο δὴ καὶ νῦν τὸ ἑκούσιον λέγει εἶναι· ὃ γὰρ ἄν τις τῶν ἐπ’ αὐτῷ ὄντων, τουτέστιν ὧν ἡ ἀρχὴ ἐπ’ αὐτῷ· τῶν γὰρ βίᾳ γινομένων οὐκ ἐν τοῖς πράττουσιν ἡ ἀρχή· ὃ δὴ ἄν τις τούτων τῶν ἐπ’ αὐτῷ ὄντων, ἃ ἔστιν ὧν ἡ ἀρχὴ ἐπ’ αὐτῷ, εἰδὼς καὶ μὴ ἀγνοῶν πράξει, τοῦτ’ ἔστι τὸ ἑκουσίως γινόμενον· ἐπεὶ δὲ ἦν τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον ἀκούσιόν τε καὶ δι’ ἄγνοιαν γινόμενον, τότε φησὶ τοῦτο τοιοῦτον εἶναι, ὅταν τις μηδὲν τῶν καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ἀγνοῇ· τὰ δὲ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ὧν ἀγνοήσας τις ἐποίει δι’ ἄγνοιαν ἦν ταῦτα, ὁ πράττων, περὶ ὃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, οὗ ἕνεκα πράττει, ὡς πράττει. ὧν τὸν μὲν πράττοντα οὐδεὶς δύναται ἀγνοεῖν·2 οὐδεὶς γὰρ ἂν αὑτὸν ἀγνοήσαι “μὴ μαινόμενος”, ὡς εἶπεν ἐκεῖ. συνέστειλε δὲ καὶ τὰ ἄλλα εἰς τρία, ὧν καὶ νῦν μνημονεύει· ὁ γὰρ γνωρίζων τόν τε περὶ ὃν ἡ πρᾶξις γίνεται καὶ τὸ ὄργανον δι’ οὗ καὶ τίνος ἕνεκα γίνεται, οὗτος ἑκουσίως ποιεῖ. καὶ γὰρ τὸ δι’ ἄγνοιαν γινόμενον, παρά τινος ἀγνοίας τῶν τριῶν τούτων γίνεται. ἐδείχθη γὰρ ὑπαγόμενα καὶ τὰ ἄλλα τούτοις. καὶ εἴη ἂν διὰ τοῦτο μήτε οὗ λέγων τὸ τίνος ἕνεκα.3 ὥσπερ γὰρ ἐπεξηγούμενος τὰ προειρημένα προσέθηκε τὸ τίνα τύπτει· ἢ καὶ τίνων ἕνεκε. μὴ κατὰ συμβεβηκὸς δὲ τούτων ἑκάτερόν φησι τῶν ἐν οἷς δηλονότι τὸ ἑκούσιον ἦν, ὧν τὸ μὲν ἦν τὸ ἐπ’ αὐτῷ ἐστι † τὸ συμβεβηκός· μηδὲ βίᾳ, τουτέστι μὴ τὸ μὲν αὐτῷ κατὰ συμβεβηκός, τὸ δὲ βίᾳ· οὐ γὰρ ἀμφότερα μὴ κατὰ συμβεβηκὸς καὶ ἀμφότερα μὴ βίᾳ, ἀλλ’ ἐπὶ μὲν τούτου τῷ τὴν ἀρχὴν μὴ ἐπ’ αὐτῷ εἶναι τὸ μὴ βίᾳ ἁρμόζοι ἄν. δύναται γὰρ δι’ αὑτοῦ τις οὗ τὴν ἀρχὴν μὲν ἐν αὑτῷ ἔχει, βιασθείς τι ποιῆσαι, ὡς αὐτὸς παρατίθεται τὸ ἐπὶ τῶν χειρῶν, τὸ δὲ ἐπὶ τοῦ εἰδέναι τὰ καθ’ ἕκαστα, τὸ μὴ κατὰ συμβεβηκός.

“既然公正和不公的事项存在。” 在论述了行不义与行正当之事以后,现在他更为确切地界定它们,同时也裁决了不久前所提出的难题,当时他曾说:“既然有可能行不公之事却还不是不公正的人,那么他在每一种不义上行了何种不公行为,才已经是真正不公正的人呢?”而至于这“除非是偶性地”究竟指什么,他通过后文所补述的内容予以阐明。因为当做公正之事的人违背意愿时,他是偶性地行正当之事;同样,做不公正之事的人若违背意愿而行,[也是偶性地行不义;]而这些事也通过自愿性[来界定]。“既然所述的公正和不公的事项存在” ——即分配性的与矫正性的,以及与它们相反的事项。“而正如先前也已说过的,我所谓的自愿是指……”在说明了正当行为与不公行为都是通过自愿性来界定之后,他理所当然地提醒我们注意他在第三卷中关于自愿与不自愿所论述的内容。因为既然不自愿有两者,即由于强迫而发生的与由于无知而发生的,自愿的就是既不由于强迫也不由于无知而发生者;这也就是说,非由于强迫者,其始因是在行为者自身之中,而非由于无知者,乃是行为者并非不知道行为由之并在其中发生之个别情况;因为由于不知普遍者而犯错的人,并不是由于无知而犯错,正如他在第三卷中所表明的那样。通过使自愿得以成立的这些条件——其始因在于知晓行为发生所在的个别情况的行为者自身——这正是他现在也称之为自愿的内容;因为人在其力所能及的事项中,即其始因在于自身的事项中——因为由于强迫而发生的事项,其始因不在于行为者自身——凡在这类力所能及的、始因在于自身的事项中,人在知晓而非出于无知的情况下所做的一切,这便是自愿发生之事。既然由于对个别情况的无知而发生的事是不自愿的且是由于无知而发生的,那么他说,只有当一个人对行为发生所在的个别情况无一不知时,这才是如此[自愿]的;而行为所涉及的个别情况,即人若对此无知便由于无知而行动者,乃是这些:行为者、涉及的对象、所行之事、借以行动的工具、行动所为了的目的、行动的方式。在这些当中,没有人会不知道行为者;因为“除非发疯”,否则没人会不知道自己,正如他在那里所说的那样。他也将其他项目归结为三项,现在他也提及了这些:因为知晓行为所涉及的对象、行为所借助的工具以及行为所为了的目的者,此人便是自愿地行动。因为由于无知而发生的事,也是出于对这三者中某项的无知而发生的;因为先前已经证明其他事项也归于这几项之下。因此,他说“也不知为了何者”,可能意指“为了什么目的”;因为他仿佛在解释前述各点一样,补充了“击打了谁,或者为了何目的”。他针对自愿性显然所包含的各项事情中的每一项说“并非偶性地”,其中一项是属于他力所能及的[……];“也不是出于强迫”,即不是指一项对他而言是偶性的而另一项是出于强迫;因为并非两者都不是偶性的且两者都不是出于强迫,而是在这一项上,“不出于强迫”适用于始因不在他自身之内。因为某人在自身握有始因的事上,仍有可能经由自身而在受迫的情况下做出某种行为,正如他本人举出手的例子一样,而“并非偶性地”则[适用于]知晓个别情况。

语法注3 条
  1. 5.32ἐπειδὴ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν ἤδη ἄδικός ἐστιν ἑκάστην ἀδικίαν;

    引用《尼各马可伦理学》卷五第六章(1134a17–23)提出的难题。同族宾格(内含宾格)ποῖα ἀδικήματα 依存于分词 ἀδικῶν,同时限定(关系)宾格 ἑκάστην ἀδικίαν(意为“就各样不义而言”)与 ἄδικός ἐστιν 结合,构成双重宾格结构。

  2. 5.32ὧν τὸν μὲν πράττοντα οὐδεὶς δύναται ἀγνοεῖν

    部分属格 ὧν(“在这些当中”)指代刚列举的个别情况整体,置于分句之首作为论题,引导宾语 τὸν μὲν πράττοντα。该集合中其余的项目随后在下一句 συνέστειλε δὲ καὶ τὰ ἄλλα εἰς τρία 中被统摄。

  3. 5.32καὶ εἴη ἂν διὰ τοῦτο μήτε οὗ λέγων τὸ τίνος ἕνεκα

    由希求法 εἴη ἂν 与现在分词 λέγων 构成的迂回式潜能表达(“他可能是指……”),表达注解者对亚里士多德简缩用语 μήτε οὗ(表目的的属格)的推论性解释,指明其即等于 τὸ τίνος ἕνεκα(“为了何目的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:234.35-236.3