- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:233.29-234.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐释了亚里士多德关于普遍正义与具体行动、不公事物与不公行为、正当行为与矫正行为之间的概念区分,并借助种与个别事物的逻辑关系加以说明。
τῶν δὲ δικαίων καὶ νομίμων. φησὶν ἔχειν τὰ νόμιμα καὶ δίκαια πρὸς τὰ κατ’ αὐτὰ πρασσόμενα οὕτως ὡς ἔχει τὰ καθόλου πρὸς τὰ καθ’ ἕκαστα. ὡς γὰρ ἄνθρωπος εἷς ὢν τῷ εἴδει καὶ κοινόν τι καὶ καθόλου εἴδει ἐννοήσει οὐκ ἐν ὑποστάσει ὄν, καθὸ κοινῶς κατὰ πλειόνων τῶν καθέκαστα ἀνθρώπων κατηγορεῖται, οὕτω καὶ τὰ μὲν δίκαια ἢ νόμιμα καθόλου ἐστὶ τοιαῦτα ὑπὸ τῶν νόμων ὡρισμένα, τὰ δὲ πρασσόμενα καθέκαστά τε καὶ ὑπ’ ἐκεῖνα. κοινὸν γὰρ δίκαιον καὶ νόμιμον τὸ παρακαταθήκην φέρε εἰπεῖν ἀποδιδόναι, καθ’ ἕκαστα δὲ καὶ ὑπ’ ἐκεῖνο πρασσόμενον τὸ ὑπὸ τοῦδε ἀποδοθῆναι ἢ ὑπὸ τοῦδε· αἱ γὰρ πράξεις ἐν τούτοις, ὧν πάντως κοινὸν ἐν τούτῳ κατηγορεῖται, ἐν τούτοις τὸ εἶναι ἔχον.1 ἐκείνων δὲ ἕκαστον ἕν. περὶ τῶν καθόλου φησί· καθόλου γὰρ καὶ κοινὸν ὡς εἶδος. τὰ γὰρ ὑπὸ τῶν νόμων ὡρισμένα καθόλου ἐστί, τὰ δὲ καθ’ αὑτὰ πρασσόμενα τάδε τινά ἐστι καὶ καθ’ ἕκαστα. διαφέρει δὲ τὸ ἀδίκημα καὶ τὸ ἄδικον. εἰπὼν ἕκαστον τῶν νομίμων καὶ δικαίων καθόλου πως εἶναι πρὸς τὰ κατ’ αὐτὰ πρασσόμενα, νῦν τί μέν ἐστι τὸ καθόλου, τί δὲ τὸ κατ’ αὐτὸ πρασσόμενον καὶ ὅτι κατὰ τοὔνομα διαφέρον λέγει. διαφορὰν γὰρ δείκνυσιν ἀδίκου τε καὶ ἀδικήματος καὶ δικαίου καὶ δικαιώματος ἢ δικαιοπραγήματος. ἄδικον μὲν γάρ ἐστι τῇ τάξει, ὂν καθόλου τε καὶ ὡρισμένον καὶ τεταγμένον τῷ λόγῳ· ὅταν δὲ πραχθῇ καὶ ἐν πράξει γένηται, ἀδίκημά ἐστιν, ὂν ἐν τοῖς καθ’ ἕκαστα. ὁμοίως τὸ δίκαιον ὡρισμένον τε καὶ καθόλου δίκαιον, πραχθὲν δὲ τοῦτο δικαίωμα ἀνάλογον τῷ δικαιώματι. εἰπὼν δὲ δικαίωμα τὸ κατὰ τὸ ὡρισμένον τε καὶ καθόλου δίκαιον πραχθὲν ἐπανορθοῦται αὐτὸ καί φησι·2 καθόλου μὲν τὸ κατὰ τὸ ὡρισμένον δίκαιον πᾶν πραχθὲν δικαιοπράγημα καλεῖται ἀλλ’ οὐ δικαίωμα, ἄν τε ἐν νομῇ ᾖ ἄν τε περὶ τὰ συναλλάγματα, ἰδίως δὲ δικαίωμα τὸ ἐπανορθωτικὸν τοῦ ἀδικήματος, τουτέστιν ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία τε καὶ ζημία. τοιοῦτόν ἐστι καὶ τὸ “δικαιώσει δὲ Κόρινθον”, ἴσον τῷ ἐπανορθώσει καὶ κολάσει· τὸ γὰρ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα τοῦτ’ ἐστὶ τὸ δικαίωμα. ὁ μὲν γὰρ τὴν παρακαταθήκην ἀποδιδοὺς δικαιοπραγεῖ, ὁ δὲ τῷ μὴ ἀποδιδόντι ἐπεξιὼν δικαιοῖ τὸν ἀδικήσαντα, καὶ τὸ τοιοῦτο δικαιοπράγημα δικαίωμα. τίνα δέ ἐστι καὶ πόσα εἴδη δικαιοπραγημάτων τε καὶ ἀδικημάτων καὶ ἐν τίσι καὶ πῶς γινόμενα τοιαῦτά ἐστιν, ὕστερον ἐρεῖν φησι· δοκεῖ δέ μοι δι’ ὧν ἐπιφέρει περὶ τούτων λέγειν. λέγει γὰρ τῶν τὰ δίκαια ἢ ἄδικα ποιούντων τινὲς μέν εἰσιν οἱ δικαιοπραγοῦντες ἢ ἀδικοῦντες κυρίως, τινὲς δὲ οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός· καὶ δείκνυσι τῶν ἀδίκως γινομένων τὰ μὲν ὄντα ἀτυχήματα, τὰ δὲ ἁμαρτήματα, τὰ δὲ ἀδικήματα, τὰ δὲ ἤδη καὶ μετὰ κακίας γινόμενα. ἔστι γὰρ ταῦτα προσαρμόζειν ἃ ἴσως ἐρεῖν ὑπερτίθεται. [ἄδικον μὲν γάρ ἐστι τὸ φύσει ἢ τῇ τάξει ἀντὶ τοῦ καθόλου καὶ τεταγμένον, καὶ ὡρισμένον τῷ λόγῳ, ὅτι ὅταν πραχθῇ ἀδίκημά ἐστιν, ἀντὶ τοῦ ἐν πράξει γένηται. ὁμοίως δὲ καὶ δικαίωμα, τουτέστι τὸ διορθούμενον μεταλήψει δικαιοπράγημά φησι λέγεσθαι μᾶλλον εὔλογον ἂν εἴη δικαίωμα τὸ ἐπανόρθωμα τοῦ ἀδικήματος, ὅ ἐστιν ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία καὶ ζημία. τοιοῦτον δὲ τὸ “δικαιώσει δὲ Κόρινθον” ἀντὶ τοῦ ἐπανορθώσει καὶ κολάσει. τὸ γὰρ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα, τοῦτό ἐστι δικαίωμα.]
“关于公正和合法的事项”。他说,合法与公正的事项相对于依它们所行之事的关系,正如普遍者相对于个别者的关系一样。因为正如人就种而言虽是一,作为种在思想中是某种共同者与普遍者,并非存在于具体自存之中,因其共同地述说于多数个别的人,同样,公正或合法的事项也是被法律如此规定的普遍者,而所行之事则是个别的且从属于前者。例如,退还寄托物是共同的公正与合法事项,但由这人退还或由那人退还,则是属于前者之下的个别行动;因为行为存在于这些个别事物之中,并且在所有情况下,共同者都被述说于这些个别事物,在其自身之中拥有其存在。 “而那些事物中的每一个都是一。”他是就普遍者而言的;因为作为种,它是普遍的和共同的。因为由法律所规定的事项是普遍的,而就其自身所行之事则是具体某物与个别的事项。 “不公的行为与不公的事物有所不同。”在说明了每一合法与公正的事项相对于依其所行之事在某种意义上是普遍者之后,现在他说明何为普遍者,何为依其所行之事,以及它们在名称上有所不同。因为他指出了不公的事物与不公的行为、公正的事物与矫正性行为或正当行为之间的区别。因为不公的事物就位阶而言是如此,它作为普遍者,经由定义而被规定和排列;但一旦它被付诸实行且在行动中生成,它就是一种不公的行为,存在于个别事物之中。同样,公正的事物是被规定的普遍公正之物,但付诸实行时,它就是对应于不公行为的矫正性行为。而在将依照被规定的普遍公正之物所行之事称为矫正性行为之后,他纠正了自己并说道:普遍而言,凡依照被规定的公正之物所行的一切,无论是在分配中还是在涉及交往中,都被称为正当行为,而不被称为矫正性行为;而在特定义涵上,矫正性行为是不公行为的矫正者,也就是对不公行为的惩罚与罚金。 “他将公正地处治科林斯”这句短语也是这一类,等同于“他将矫正并惩处”;因为针对行不义者而实施的正当行为,这才是矫正性行为。因为退还寄托物的人行了正当之事,而起诉不退还者的人则是惩处了行不义者,这等正当行为才是矫正性行为。至于正当行为与不公行为有哪些、有几个种类,以及在什么事项中、以何种方式发生才是如此,他说他将在后面论述;但在我看来,他是通过随后所补充的内容来论述这些的。因为他说,在行公正或不公正之事的人中,有些人是在本义上行正当之事或行不义,有些人则不是在本义上而是偶性地如此行事;并且他指出,在不公正地发生的事情中,有些是不幸,有些是过失,有些是不公的行为,有些则已是带着邪恶而行的。因为人们完全可以将这些内容与他也许推迟说明的内容相契合。[因为不公的事物是出于本性或就位阶而言的,其意指普遍且有秩序的、通过定义而被规定的,因为一旦被付诸实行,它就是不公的行为,意即在行动中生成。同样,对于矫正性行为,即通过更替而被纠正者,他说被称为正当行为;如果矫正性行为是不公行为的矫正,即对不公行为的惩罚与罚金,那会更为合理。而“他将公正地处治科林斯”也是此类,用来代替“他将矫正并惩处”。因为针对行不义者而实施的正当行为,这才是矫正性行为。]
- 5.31αἱ γὰρ πράξεις ἐν τούτοις, ὧν πάντως κοινὸν ἐν τούτῳ κατηγορεῖται, ἐν τούτοις τὸ εἶναι ἔχον.
句首的 αἱ γὰρ πράξεις ἐν τούτοις 省略了存在动词 εἰσί。关系代词 ὧν 的先行词是 τούτοις(诸个别事物/行动),在从句中 πάντως κοινόν 作主语,与被动动词 κατηγορεῖται 连用(“在所有情况下,共同者都被述说于这些个别事物”)。句末的分词短语 ἐν τούτοις τὸ εἶναι ἔχον 为中性单数主格分词,修饰主语 κοινόν,表明普遍者乃是在这些个别事物之中拥有其存在。
- 5.31εἰπὼν δὲ δικαίωμα τὸ κατὰ τὸ ὡρισμένον τε καὶ καθόλου δίκαιον πραχθὲν ἐπανορθοῦται αὐτὸ καί φησι
分词 εἰπών 采用双重宾格结构,其中 τὸ ... πραχθέν(“所行之事”)为直接宾语,δικαίωμα(“矫正性行为”)为宾语补足语(谓语性宾格)。主句动词 ἐπανορθοῦται 的宾语 αὐτό 代指他刚才做出的陈述或用词。
