- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:232.22-233.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注疏了亚里士多德关于自然正义与法律正义的论述(1134b24–1135a5),运用右手和双手的比喻,阐明了自然正义虽具可变性,但在合乎自然状态的人们中仍是不变的标准,并论证了最好的政制在自然上始终如一。
τὸ δὲ “Βρασίδᾳ θύειν” Ἀμφιπολῖται ποιοῦσιν, ὡς ἥρωϊ τούτῳ θύοντες. τὸ δὲ δοκεῖ δὲ ἐνίοις πάντα εἶναι τοιαῦτα τοιοῦτόν ἐστιν· τινές εἰσι οἳ οὐδὲν οἴονται φύσει δίκαιον εἶναι, ἀλλὰ πάντα θέσει τε καὶ νόμῳ. καὶ τῆς δόξης τὴν αἰτίαν προσέθηκε. τοῦτο δὲ οὐκ ἔστιν οὕτως ἔχον ἀλλ’ ἔστιν ὥς· τοῦτο δὲ εἴρηκεν ἤτοι περὶ τοῦ δικαίου, ὅτι μὴ πᾶν δίκαιον κινεῖται καὶ ὥς τινες λέγουσιν (ἔστι γὰρ ὡς τὸ δίκαιον ἀκίνητον1 καὶ παρὰ τισί, παρὰ γὰρ τοῖς κατὰ φύσιν ἔχουσιν), ἢ πρὸς τὸ ὅτι τὸ φύσει πᾶν ἀκίνητον, οὐ γὰρ ἔστι τοῦτο οὕτως ἔχον. πὼς γὰρ ἀκίνητα τὰ φύσει, οὐχ ἁπλῶς· τῇ γὰρ αὑτῶν φύσει ἀκίνητα, εἰ καὶ μὴ παρὰ τοῖς χρωμένοις αὐτοῖς. ἅμα δὲ διὰ τούτων γνώριμον ἔσται εἰπὼν καὶ τὸ πῶς εἶπε φυσικὸν εἶναι τὸ πανταχοῦ τὴν αὐτὴν δύναμιν ἔχον. ἔστι γὰρ ὡς τὸ φύσει δίκαιον καὶ παρὰ πᾶσίν ἐστι τοιοῦτον· παρὰ γὰρ τοῖς κατὰ φύσιν ἔχουσιν· οὐχ ἁπλῶς παρὰ πᾶσιν, ὥσπερ τὸ πῦρ καυστικὸν καὶ τὸ τῇ αὑτοῦ φύσει ἀγαθὸν ἀγαθόν ἐστιν ὡς πάντας ὠφελεῖν τοὺς κατὰ φύσιν ἔχοντας, ἀλλ’ οὐχ ἁπλῶς πάντας, καὶ τὸ κατὰ φύσιν γλυκὺ γλυκάζον ἐστὶν ὡς πάντας γλυκάζειν τοὺς ὑγιείνοντας. τὸ δὲ καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδαμῶς ἔχον εἶπεν ἔνδοξον· εἰ γὰρ ἔστι τι παρὰ τοῖς θεοῖς δίκαιον, τοῦτο οὐδέποτε μεταπίπτει οὐδὲ ἄλλοις μὲν αὐτῶν ἐστι τοιοῦτον ἄλλοις δ’ οὔ τῷ πάντας αὐτοὺς ὁμοίως ἔχειν. συγχωρῶν δὲ καὶ τὸ φύσει δίκαιον εἶναι μετακινητικὸν καὶ ἐνδεχόμενον καὶ ἄλλως γίνεσθαι παρά τισιν ὁρίζεται αὐτὸ τῷ τοῖς κατὰ φύσιν ἔχουσι δοκεῖν τοιοῦτον· οὕτω γὰρ λέγομεν καὶ τὴν δεξιὰν χεῖρα φύσει κρείττονα καὶ ἐχυρωτέραν εἶναι, ὅτι ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων οὕτως ἔχει. οὕτω γὰρ καὶ φύσει δίπους ἄνθρωπος καὶ φύσει δύο ὀφθαλμοὺς ἔχει, καίτοι ἐνδέχεται καὶ ταῖς χερσὶν ἀμφοτέραις ἴσον τινὰ ἰσχύειν ὡς τὸν Ἀστεροπαῖον [ὅτι] καὶ τῇ ἀριστερᾷ πλέον καὶ ἕνα πόδα ἢ ἕνα ὀφθαλμὸν ἔχειν. καὶ τὰ ψηφισματώδη, τὰ διὰ ψηφισμάτων κυρούμενα πρὸς καιρόν, ἃ οὐκ ἦν δίκαια πρὶν τεθῆναι, ὡς τὸ τὰς ἀρχὰς ὠνητὰς εἶναι. ἀλλ’ ἔστιν ὥς, τουτέστιν ἔστι τι καὶ ἀκίνητον· κινητὸν μέντοι πᾶν, διότι τῆς τοῦ ἐνδεχομένου φύσεώς ἐστιν, εἴπερ ἄμφω κινητὰ ὁμοίως· παρὰ γὰρ τοῖς ἀδιαστρόφως ἔχουσιν ὄντα ὡς προεῖπεν ἤδη. καίτοι ἐνδέχεται πάντας ἀμφιδεξίους γενέσθαι· τοῦτο οὐκ ἀργῶς προσέθηκεν, ἀλλ’ ὑπὲρ τοῦ τὴν κρίσιν ἡμᾶς μὴ ἀπὸ τοῦ πλήθους ἀλλ’ ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων ποιεῖσθαι. οὐ γὰρ ὅτι τοῖς πλείστοις ὁ πλοῦτος κακόν, διὰ τοῦτο οὐ τῇ φύσει αὐτοῦ ἀγαθόν, ἀλλὰ τοιοῦτος ὅτι τοῖς κατὰ φύσιν ἔχουσιν ἀγαθόν. πῶς δὲ ἔχει τὸ κατὰ συνθήκην δίκαιον, ὃ καὶ συμφέρει, εἶπε τῷ διὰ τὸ συμφέρειν δοκεῖν τῷ κοινῷ τίθεσθαί τε τὴν ἀρχὴν καὶ πάλιν μετατίθεσθαι τοῖς μέτροις, ἃ πρὸς τὸ χρήσιμον ἀλλάσσεται, σαφῶς ἐπεδείξατο. ἐπεὶ οὐδὲ πολιτείας. οὐ γὰρ πανταχοῦ καὶ παρὰ πᾶσιν ἡ αὐτὴ πολιτεία, οὐδὲ παρὰ τοῖς αὐτοῖς ἡ αὐτὴ αἰεί, ὅτι μὴ φύσει αἰεὶ ἀλλὰ νόμῳ τε καὶ κατὰ συνθήκην συνίστανται καὶ τοιούτοις χρῶνται δικαίοις. ἡ μέντοι ἀρίστη αἰεὶ καὶ παρὰ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσιν ἡ αὐτή· φύσει γὰρ αὕτη· καὶ γὰρ εἰ μὴ κατ’ αὐτὰ2 πολιτεύονται ἀλλὰ κατὰ φύσιν τέ ἐστιν αὐτοῖς ὡς καὶ τὸ τὴν δεξιὰν χεῖρα ἔχειν κρείττω τοῖς ἔχουσιν· αὕτη δ’ ἂν εἴη ἐν ᾗ τὰ φυσικὰ δίκαια καὶ νόμιμά ἐστι.
而“给布拉西达斯献祭”,则是安菲波利斯人所行的,因为他们将他作为英雄来献祭。而“但是在有些人看来,所有事物都是这样的”是这个意思:有一些人认为没有任何事物是本性上公正的,而一切都出于人为规定和法律。并且他[亚里士多德]补充了这种看法的缘由。“然而情况并非如此,而是在某种意义上是如此。”他说这句话,或者是指正义而言,意指并非所有正义都如某些人所说的那样变动(因为在某些人那里,即在处于合乎自然状态的人们那里,正义在某种意义上是不变动的),或者是针对“凡合乎自然者皆不可变动”这一主张,因为这一主张并非如此。因为本性上的事物是在某种意义上不可变动的,而非无条件地如此;因为它们依其自身本性而言是不变动的,即使在运用它们的人们那里并非如此。同时,通过这些论述,他也将通过说明而使人明白,他何以称“在任何地方都具有相同效力者”为自然的事物。因为自然的正义在某种意义上在所有人那里也是这样的——因为在处于合乎自然状态的人们那里[是如此];它并非无条件地在所有人那里如此,正如火具有燃烧性,依其自身本性而言善的事物是善得足以使一切处于合乎自然状态的人获益,而不是无条件地使所有人获益,本性上甜的事物也是发出甜味,足以使一切健康的人感到甜美。而“尽管在众神那里也许绝非如此”,他则是作为广为接受的意见而说的;因为如果神明那里存在某种正义,这正义便绝不会改变,也不会对其中的一些是这样,对另一些却不是这样,因为他们全都处于同样的状态。而他虽然承认即使是本性上公正的事物也是可变动的、在某些人那里可能变成另一番模样,但他还是通过它对处于合乎自然状态的人们显得是这样来给它下定义;因为以这种方式,我们同样说右手生来更强壮、更有力,这是因为在处于合乎自然状态的人身上情况确实如此。因为以这种方式,人也是生来两足的,且生来有两只眼睛,尽管某人完全可能像阿斯忒洛派奥斯那样两手同样有力,甚至左手更有力,或者只有一只脚或一只眼睛。而“法令类的事项”,则是指依时机通过法令所确立的事项,在制定之前它们并不是正义的,比如公职可以通过花钱购买。“然而在某种意义上是如此”,也就是说,也存在着某种不变动的事物;然而一切皆是可变动的,因为如果两者同样是可变动的,它便属于可变事物的本性;因为正如他前面已经说过的,[自然正义]存在于那些未被扭曲的人们之中。“虽然所有人都有可能成为双手灵巧的人”:他附加上这句话并非多余,而是为了让我们不是从多数人那里,而是从处于合乎自然状态的人们那里做出判断。因为并不是由于财富对大多数人来说是坏事,它依其自身本性而言就不是好事,而是由于它对处于合乎自然状态的人们来说是好事,它才具有这等性质。至于约定上的正义——它也是有益的——是怎样一种情况,他说是由于起初因显得对共同体有益而被制定,随后又被修改;他通过依照实用性而变动的度量衡,清楚地证明了这一点。“因为政制也不是[都相同]。”因为相同的政制并非在任何地方和所有人之中都存在,在相同的人们之中也并非始终相同,因为它们并非总是依本性,而是通过法律和约定而建立,并运用这等公正。然而,最好的[政制]却始终是相同的,且在一切处于合乎自然状态的人们之中都是相同的;因为这是出于本性的;因为即使他们并不依照这些准则治理城邦,但这对于他们仍是合乎自然的,正如右手更强对于拥有右手的人来说是自然的一样;而这[最好的政制]就是那存在着自然正义与合法规矩的政制。
- 5.31τοῦτο δὲ εἴρηκεν ἤτοι περὶ τοῦ δικαίου, ὅτι μὴ πᾶν δίκαιον κινεῖται ... ἢ πρὸς τὸ ὅτι τὸ φύσει πᾶν ἀκίνητον
埃乌斯特拉提乌斯针对亚里士多德的省略式表达(“然而情况并非如此,而是在某种意义上是如此”)提出了两种并列的解释路径。通过 ἤτοι... ἤ... 的析取句式,第一种解释认为这是“关于正义而言(περὶ τοῦ δικαίου)”,即并非所有正义都在变动;第二种解释则认为这是“针对……主张(πρὸς τὸ ὅτι...)”,即反驳“凡合乎自然者皆不可变动”这一前提,指出合乎自然之物也并非无条件地不可变动。
- 5.31κατ’ αὐτά
尽管紧接的前文主语是单数阴性的“最好的[政制]”(ἡ ἀρίστη),但中性复数代词 κατ’ αὐτά 在此先导性地指代句末出现的“自然正义与合法规矩”(τὰ φυσικὰ δίκαια καὶ νόμιμα),即构成最善政制的自然原则与法度。
