← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§231.15-232.22

家政公正的限度与自然正义和法律正义的划分

厄斯特拉提奥斯注解《尼各马可伦理学》第5卷第6–7章,从平等与统治形式的角度阐明主人的公正、父亲的公正和家政公正为何有别于严格意义上的城邦正义,进而将城邦正义划分为自然正义与法律正义并结合具体事例加以释明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.31#1

" Τὸ δὲ δεσποτικὸν δίκαιον." Ὃ ἀνώτερον εἴρηκε παρὰ τὸ πολιτικὸν δίκαιον καὶ καθ’ ὁμοιότητα τούτου, νῦν διασαφεῖ τοῦτο καί φησιν εἶναι αὐτὸ τὸ δεσποτικόν τε καὶ πατρικόν· ἕτερον γὰρ τοῦτο παρὰ τὸ πολιτικόν· ἐκεῖνο μὲν γὰρ ἐν ἰσότητι θεωρεῖται τῇ πρὸς ἀλλήλους· οὔτε δὲ δούλου ἰσότης ἐστὶ πρὸς δεσπότην, ἔστ’ ἂν ᾖ δοῦλος, οὔτε υἱοῦ πρὸς πατέρα, ὑπὸ τῷ πατρὶ μένοντι· τότε γὰρ ὥσπερ μέρη αὐτῶν εἰσι, τοῦ δεσπότου φημὶ ὁ δοῦλος καὶ τοῦ πατρὸς ὁ υἱός, οὓς οὐχ οἷόν τε βλάπτειν, ὅτι μηδέ τις ἑαυτόν. ἀλλὰ καὶ ἐν οἷς ἐστι νόμος, ἐν τούτοις ἔφασκεν εἶναι τὸ πολιτικὸν δίκαιον· ὁ δὲ νόμος καὶ ἐν οἷς δύναταί τις βλάπτειν· ἐπανορθωτικὸς γὰρ τῶν παρὰ τὸ προσῆκον ὁ νόμος. οὐκ οὖν υἱῷ δίκαιον πρὸς πατέρα, οὐ δούλῳ πρὸς δεσπότην, μέχρις ἂν ὑπὸ τὸ κρατοῦν εἶεν, ὅτι ἐκλείπει τότε ἐν οἷς τῷ πολιτικῷ δικαίῳ, ἰσότης φημὶ καὶ βλάβη,1 ὧν τὸ μὲν κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, τὸ δὲ κατὰ τὸ ἐπανορθωτικόν. ὅταν δὲ ὁ μὲν δοῦλος ἀπολυθῇ τῆς δουλείας, ὁ δὲ υἱὸς τῆς διὰ τὴν ἡλικίαν ὑποταγῆς καὶ γένηται αὐτοῖς ἰσότης πρὸς τὸ τέως κρατοῦν, τότε καὶ ὑπὸ τὸ πολιτικὸν πίπτουσι δίκαιον. πέφυκε γὰρ ὁ νόμος ἐν τούτοις εἶναι, ἐν οἷς ὅλως ἐπεφύκει νέμεσθαι ἰσότητος πρὸς ἀλλήλους ὑπαρχούσης τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι παρὰ μέρος, ὧν οὐδὲν ἐπὶ τῶν ὑπ’ ἐξουσιῶν. διὰ τοῦτό φησι μᾶλλον πρὸς γυναῖκα εἶναι ἢ πρὸς τέκνα καὶ οἰκέτας. τὰ μὲν γὰρ κτήματά φησιν, ἀνδρὶ δὲ πρὸς γυναῖκα ἰσότης, καθ’ ὃ ἐλεύθεροι. καὶ ἔστιν ἐν τούτοις πρὸς ἀλλήλους τὸ οἰκονομικὸν δίκαιον, ἄλλο καὶ αὐτὸ ὂν τοῦ πολιτικοῦ· οὐ γὰρ ἐν τοιαύτῃ ἰσότητί εἰσι πρὸς ἀλλήλους ὡς παρὰ μέρος ἄρχειν τε καὶ ἄρχεσθαι· ἀεὶ γὰρ δεῖ τὸν ἄνδρα ἄρχειν· δεῖ μέντοι τινῶν ἔχειν ἐξουσίαν καὶ τὴν γυναῖκα, ἧς ἡ τῶν εἰσκομιζομένων σωτηρία καὶ φυλακή. ἐρεῖ δὲ πλέον περὶ τούτων ἐν τοῖς Πολιτικοῖς. ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι, δηλονότι παρὰ μέρος, ἥτις ἰσότης ἐν οὐδετέρῳ τούτων ἐστί, διότι ἄμφω ἐλεύθεροί εἰσι, καὶ διὰ τοῦτο ἰσότης τίς ἐστιν ἐν αὐτοῖς, ἕτερον δὲ τοῦ πολιτικοῦ δικαίου. † διότι οὐ γὰρ δὴ παρὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι τοῦ εἶναι καλῶς ἐπὶ τοῦ πολιτικοῦ. τοῦ δὲ πολιτικοῦ δικαίου· διαιρεῖ τὸ πολιτικὸν δίκαιον εἰς τὸ φυσικὸν καὶ νομικόν, ὁριζόμενος τί ἑκάτερον, καί φησι τὸ μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν. πανταχοῦ δέ φησιν ἀντὶ τοῦ παρὰ τοῖς πλείστοις· εἰσὶ γάρ τινα ἔθνη ἃ οὐ κατὰ τοῦτο νομίζει. ἐν γὰρ τοῖς ἀδιαστρόφως καὶ κατὰ φύσιν ἔχουσι· καὶ διὰ τοῦτο τοῖς πλείστοις ὅσιόν ἐστι τὸ θεοὺς σέβειν, γονεῖς τιμᾶν, πλανωμένοις ὁδὸν ἐπιδεικνύειν. πρόσκειται δὲ οὐ τῷ δοκεῖν ἢ μὴ διὰ τὸ νομικόν· οὐ γὰρ τῷ δόξαι τισὶν ἢ μὴ τὸ φυσικὸν δίκαιον, ἀλλὰ τὸ πολιτικόν. τοῦτο γὰρ ἐξ ἀρχῆς μὲν οὐδὲν διαφέρει, τεθὲν δὲ καὶ νομισθὲν πολὺ τὸ διάφορον ἔχει, οἷον τὸ μνᾶς λυτροῦσθαι.2 τοῦτο γὰρ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι ἐν τῷ πρὸς ἀλλήλους συνέθεντο πολέμῳ, τὸ μνᾶς λυτροῦσθαι τοὺς αἰχμαλώτους. μνημονεύει τῆς συνθήκης ταύτης Ἀνδροτίων· “Εὐκτήμων Κυδαθήναιος. ἐπὶ τούτου πρέσβεις ἦλθον ἀπὸ Λακεδαίμονος Ἀθήναζε Μέγιλλος καὶ Ἔνδιος καὶ Φιλοχαρίδας” καὶ ἐπάγει “τῶν δὲ περιγενομένων ἀπέδοσαν μνᾶν ὑπὲρ ἑκάστου λαβόντες.”3 προειπὼν γὰρ ἦν ὅτι τοῦτο συνέθεντο ἐπὶ τῶν ἁλισκομένων. τὸ δὲ αἶγα θύειν ἀλλὰ μὴ δύο πρόβατα οὐκ ἀπὸ ἱστορίας τινὸς εἴρηται.

“至于主人的公正。” 他早先谈到的有别于城邦正义且依其相似性而说的公正,现在他予以澄清,并说这本身就是主人的公正和父亲的公正;因为这有别于城邦正义。因为后者见于彼此之间的平等;但只要奴隶仍是奴隶,对主人就没有平等,只要儿子仍留在父亲支配下,对父亲也没有平等。因为在那时他们犹如他们的一部分——我是指奴隶之于主人,儿子之于父亲——既然没有人伤害自己,也就不可能伤害他们。但不仅如此,他还说过,城邦正义存在于那些有法律的人们之中;而法律也存在于那些能够施加伤害的人们之中;因为法律是对违背适宜之事的矫正。因此,只要儿子和奴隶仍在支配者的权下,对父亲或对主人便没有公正,因为那时城邦正义所赖以存在的基底缺席了——我是指平等与伤害,其中前者依照算术比例,后者依照矫正。但只要奴隶脱离了奴役状态,儿子脱离了因年龄而产生的顺从,且他们与先前支配他们的人之间产生了一种平等,那时他们也就归入城邦正义之下了。因为法律本性上存在于那些依彼此之间的平等、本性上整体地分担轮流统治与被统治的人们之中,而这些在处于统治权下的人身上全都不存在。正因如此,他[亚里士多德]说[公正]更多是针对妻子而言,而不是针对孩子和家仆;因为他说后者是财产,而丈夫与妻子之间则在他们皆为自由人这一点上存在平等。在这些人彼此之间存在着家政正义,而这本身也有别于城邦正义;因为他们彼此之间并不处于轮流统治与被统治的那种平等之中;因为丈夫必须始终处于统治地位;然而妻子也必须对某些事务拥有权力,她的职责在于守护和保全运入家中的物资。关于这些事情,他将在《政治学》中谈得更多。统治与被统治的平等显然是轮流的,这种平等在这两者中都不存在,但因为两者皆为自由人,正因如此在他们之中存在某种平等,但它又有别于城邦正义;因为在城邦事务中,轮流统治与被统治乃是良善存在的条件。至于城邦正义:他将城邦正义区分为自然的与法律的,定义了各自为何物,并说其中一种在任何地方都具有相同的效力。而他说“在任何地方”,是用来代替“在大多数人之中”;因为有一些部族并不依此建立习惯。因为[这一效力存在于]那些处于未被扭曲且合乎自然的状态的人们之中;正因如此,敬奉神明、孝敬父母、为迷路者指路对大多数人来说都是虔敬之举。而附加上“并不在于人们以为如此还是不以为如此”,是因为法律正义的缘故;因为自然的公正并不取决于对某些人而言看似如此或不看似如此,而城邦的[法律]公正才是如此。因为这种公正起初并没有差别,但一旦制定并确立为法律,便具有极大的差别,例如“以一米纳赎回”。因为雅典人和拉刻代蒙人在彼此的战争中商定了此事,即以一米纳赎回战俘。安德罗提翁提到了这一条约:“屈达特奈昂区人尤克泰蒙。在他的任期内,使节从拉刻代蒙来到雅典,包括梅吉卢斯、恩迪乌斯和菲洛哈里达斯,”接着他又写道,“在为每个人收取了一米纳之后,他们交还了幸存者。”因为他之前已经说过,他们在被俘者的问题上达成了这项协议。而“献祭一只山羊而不是两只绵羊”,则并非根据任何历史事实而说的。

语法注3 条
  1. 5.31ἐκλείπει τότε ἐν οἷς τῷ πολιτικῷ δικαίῳ, ἰσότης φημὶ καὶ βλάβη

    关系代词短语 ἐν οἷς 包含了其先行词,意指“城邦正义所赖以存在的条件/领域”。紧随其后的主格短语 ἰσότης φημὶ καὶ βλάβη(“我是指平等与伤害”)作为同格成分,解释了 ἐν οἷς 所指的具体内容。

  2. 5.31τὸ μνᾶς λυτροῦσθαι

    不定词短语 τὸ λυτροῦσθαι(“赎回”)所搭配的 μνᾶς 是价格属格(单数 μνᾶ 的属格)。此处直接引证亚里士多德原文(1134b21),用以说明法律规定中“按一米纳的价格赎回”的约定俗成之例。

  3. 5.31τῶν δὲ περιγενομένων ἀπέδοσαν μνᾶν ὑπὲρ ἑκάστου λαβόντες

    引自历史学家安德罗提翁。属格短语 τῶν περιγενομένων(“幸存者之中的”)作为部分属格,限定了动词 ἀπέδοσαν(“交还、引渡”)所省略的宾语,即交还了幸存者当中的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:231.15-232.22