← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§230.12-231.14

法律统治的依据与统治者的报酬

厄斯特拉齐奥斯注解了亚里士多德的文本(1134a30起),阐明城邦正义仅存在于能够彼此行不义的自由公民之间;他探讨了选择的意义以及作为潜能的善物,并解释了为何应当由理性(法律)而非人来统治,以及统治者应得的报酬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.30

" Ἔστι γὰρ δίκαιον, οἷς καὶ νόμος." Ὅτι πλεοναχῶς τὸ δίκαιον καὶ οὐ περὶ παντὸς δικαίου τὰ εἰρημένα εἴρηται. προστίθησι δὲ καὶ προσκατασκευάζει, ὅτι κυρίως δίκαιόν ἐστι τὸ πολιτικὸν τὸ περὶ οὗ εἴρηκε. τούτοις γάρ φησιν εἶναι δίκαιον πρὸς ἀλλήλους καὶ κοινωνεῖν, τούτοις δὲ νόμοι πρὸς ἀλλήλους, οἳ καὶ ἀδικεῖν ἀλλήλους δύνανται. καὶ γὰρ ὁ νόμος τηρητικὸς τῆς ἰσότητος τῆς κατὰ τὴν κοινωνίαν ἧς ἀδικία φθαρτική· ἐπεὶ μὴ ἐφ’ οἷς ἀδικῆσαι οἷόν τέ τινα μηδὲ γίνεται ἀδικία, οὗτοι οὔτε νόμου δέονται οὔτε τι ἔστιν αὐτοῖς δίκαιον ἢ νεμητικὸν ἢ ἐπανορθωτικόν·1 ἡ γὰρ δίκη ἡ γινομένη κατὰ τοὺς νόμους κρίσις ὥς φησι τοῦ δικαίου καὶ ἀδίκου ἐν οἷς ἐστι τὸ ἀδικεῖν οὐ πᾶσιν ἀδικία·2 τὸ γὰρ κατὰ προαίρεσιν τοῦτο δίκαιόν τε καὶ ἄδικον· ἐπεὶ ἔστι καὶ ἐν ἀγνοίᾳ καὶ ἐν ἄλλῳ τινὶ τρόπῳ ἀδικοῦντα ἢ δικαιοπραγοῦντα οὔτ’ ἀδικεῖν οὔτε δικαιοπραγεῖν. αἱ γὰρ κατὰ προαίρεσιν ὁρμαὶ κύριαι τῶν ἐπαίνων ἢ ψόγων, ὡς καὶ ἀνωτέρω ἐπὶ τοῦ μοιχείας ἐργαζομένου μὴ μέντοι μοιχείας κρινομένου ὑπέμνησεν. εἰπὼν δὲ ταῦτα προστίθησι· τὸ γὰρ πλέον αὑτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν κακῶν. ἁπλῶς δὲ λέγει ἀγαθὰ καὶ κακὰ τὰ τῇ αὑτοῦ φύσει τοιαῦτα, ἐν οἷς ἐστι καὶ τὰ ὡς δυνάμεις λεγόμενα ἀγαθὰ καὶ κακά, οἷον πλοῦτος εὐγένεια πενία δυσγένεια ἀγαθὰ ἢ κακά ἐστι· συντελεῖ γὰρ καὶ τῷ σπουδαίῳ ἢ τῷ φαύλῳ πρὸς τὰς προηγουμένας κατ’ ἀρετὴν ἢ κακίαν ἐνεργείας, ἐν αἷς καὶ τὸ εὐδαιμονεῖν ἢ κακοδαιμονεῖν ὁρᾶται, εἴ γε ἐν μὲν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις ἡ εὐδαιμονία τῷ σπουδαίῳ· τούτων δὲ ἐν ταῖς αἱρετωτέραις αἱρετώτεραι τῷ σπουδαίῳ αἱ προηγούμεναι τῶν περιστατικῶν,3 ἃς ἀδύνατον ἄνευ τῶν τοιούτων ἀγαθῶν γίνεσθαι. περὶ ἃ γὰρ ὡς ὕλην καὶ δι’ ὧν ὡς ὀργάνων αἱ προηγούμεναι κατ’ ἀρετὴν ἐνέργειαι γίνονται, ταῦτά ἐστι τὰ ὡς δυνάμεις ἀγαθά. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ ἀδικεῖν, διὰ τοῦτο, φησίν, οὐκ ἐῶμεν ἄνθρωπον ἄρχειν, ὡς τῶν ἀνθρώπων ἀδικεῖν δυναμένων καὶ νέμειν τῶν ἀγαθῶν τὸ πλεῖον ἑαυτοῖς, τῶν δὲ κακῶν τὸ ἔλαττον καὶ ὑπὲρ τοῦ ἀκώλυτον τούτους τὴν ἐξουσίαν ἔχειν ἐπιτιθεμένων τῇ τυραννίδι, ἀλλ’ ἀντὶ ἀνθρώπου τὸν λόγον, τουτέστι τὸν ἄρχοντα καθίσταμεν, ὃς οὐκέθ’ οἷός τέ ἐστιν ἀδικεῖν. ὁ γὰρ ἄρχων φύλαξ ἐστὶ τοῦ δικαίου, τοῦ ἴσου κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν ἐν κοινωνίᾳ βίου ἐλευθέρων γινομένῃ ὑπ’ αὐταρκείας. διὰ δὲ τούτων ἀποδίδωσι τὴν αἰτίαν τοῦ ῥηθέντος τοῦ διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον ἀλλὰ τὸν λόγον. λέγει γὰρ δι’ ἣν αἰτίαν δοκεῖ ἡ δικαιοσύνη ἀλλότριον εἶναι ἀγαθόν· ἐπεὶ γὰρ ὁ δίκαιος ἄρχων καὶ φύλαξ τοῦ δικαίου καὶ ἴσου, τούτων δὲ ὁ φύλαξ οὐδὲν πλέον νέμει αὑτῷ εἰ μὴ ἀνάλογον αὐτῷ πλειόνων τυχεῖν, ἃ καὶ ἄλλου νέμοντος ἦν ποιεῖν· ὁ δὲ τῆς δικαιοσύνης φύλαξ ἀλλότριον ἀγαθὸν συντηρεῖ καὶ ἐργάζεται· διὰ τοῦτο μισθὸς αὐτῷ ὡρίσθη. καὶ τίς οὗτος λέγει, ὅτι τιμὴ καὶ γέρας.

“因为公正存在于那些也有法律的人们之中。” [他指出]公正之事有多重含义,所说的内容并非涉及一切公正之事。他又补充并进一步确立:他所论述的城邦正义乃是严格意义上的公正。因为他说,正义与共同关系存在于那些彼此之间也能做出不义之事的人们中间,而对于这些人,彼此之间才存在法律。因为法律保全共同关系中的平等,而不正义则破坏这种平等;既然在不可能行不义、甚至连不正义都不存在的人们之间,他们既不需要法律,也没有任何公正之事(无论是配分的还是矫正的);因为依法律进行的审判,正如他所说,乃是对于那些具有行不义能力的人们之间公正与不公正的判决,但[其行为]并非在一切人身上都是不正义;因为唯有依选择的行为才是这般,即公正或不公正。既然也可能有人在无知中或以某种其他方式做出不义或公正之事,却既不是行不义也不是行公正。因为依选择的冲动才是赞扬或谴责的决定根据,正如他在上文涉及犯通奸之举却未被判定为通奸者时所提醒的那样。在说了这些之后,他补充道:“因为把较多份额的绝对的善、较少份额的绝对的恶分给自己[即是不正义]。”他所说的“绝对的善与恶”,是指依其自身本性即是如此的事物,其中也包括作为潜能而言的善与恶,例如财富、高贵出身、贫困、卑贱出身是善或恶;因为它们对优秀者或卑劣者而言,均有助于依德性或恶德的主导活动,而在这些活动中也可以看到幸福或不幸——假若对优秀者而言幸福存在于依德性的活动之中的话;而在这些活动中较值得选择的活动之中,对于优秀者来说,主导活动比境遇性的活动更值得选择,而没有此类善物,这些活动便不可能产生。因为依德性的主导活动所围绕的质料以及作为工具所依凭之物,正是这些作为潜能的善物。在说明了行不义究竟为何物之后,他说,正是由于这个原因,我们不允许人来统治,因为人有能力做出不义之事并把较多份额的善物、较少份额的坏事分给自己,且为了不受阻碍地拥有权力而谋求僭主统治;相反,我们树立理性,即树立[不再行不义的]统治者来替代人,那样的统治者不再能做出不义之事。因为统治者乃是公正的守护者,是在因自足而产生的自由人生活共同体中依比例或依数目的平等的守护者。通过这些话,他解释了“因此我们不允许人来统治,而是允许理性统治”这一说法的缘由。因为他指出了为什么正义看起来是“他人的善”的原因;因为既然公正的统治者是公正与平等的守护者,而这些事物的守护者绝不会给自己多分任何东西,除非依比例他理当获得较多份额(即使由他人配分也会如此做);正义的守护者保全并做成的是他人的善,因此为他规定了报酬。而至于这报酬是什么,他[亚里士多德]说乃是荣誉与特权。

语法注3 条
  1. 5.30ἐπεὶ μὴ ἐφ’ οἷς ἀδικῆσαι οἷόν τέ τινα μηδὲ γίνεται ἀδικία, οὗτοι οὔτε νόμου δέονται οὔτε τι ἔστιν αὐτοῖς δίκαιον ἢ νεμητικὸν ἢ ἐπανορθωτικόν

    由 ἐπεὶ 引导的从句包含 μὴ ἐφ’ οἷς...,具有假定或类属意义(“在那些并非……的人们之间”);主句则用指示代词 οὗτοι(“这些人”)来指代前述先行成分。否定词 μή 修饰具有条件或类属性质的介词短语及关系结构。

  2. 5.30ἡ γὰρ δίκη ἡ γινομένη κατὰ τοὺς νόμους κρίσις ὥς φησι τοῦ δικαίου καὶ ἀδίκου ἐν οἷς ἐστι τὸ ἀδικεῖν οὐ πᾶσιν ἀδικία

    该句的骨干为 ἡ γὰρ δίκη... [ἐστὶ] κρίσις τοῦ δικαίου καὶ ἀδίκου ἐν οἷς ἐστι τὸ ἀδικεῖν;紧接着的短语 οὐ πᾶσιν ἀδικία 则构成限定句:“但这并非在所有情况下都是不正义”(后文紧接的 τὸ γὰρ κατὰ προαίρεσιν... 解释其原因)。

  3. 5.30τούτων δὲ ἐν ταῖς αἱρετωτέραις αἱρετώτεραι τῷ σπουδαίῳ αἱ προηγούμεναι τῶν περιστατικῶν

    τούτων 是指代前句中依德性之活动(ἐνέργειαι)的部分属格。核心句式为 αἱ προηγούμεναι [ἐνέργειαι] αἱρετώτεραί [εἰσι] τῶν περιστατικῶν [ἐνεργειῶν](主导活动比境遇性的活动更值得选择),而 ἐν ταῖς αἱρετωτέραις 构成了倒置的限制性介词短语:“在这些活动中较值得选择的活动之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:230.12-231.14