- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:228.30-230.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《尼各马可伦理学》卷五的注解中,欧斯特拉提乌斯阐释了涉及他人配分时不正义的不规则特征、实践论述中普遍概括的局限性以及依据目的判定行不义之事与不正之人的区别,进而考察了作为严格意义上正义的城邦正义及其与诸政体的对应关系。
" Ἐπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως." Εἰπὼν τὴν ἀδικίαν ἕξιν εἶναι ἐναντίαν τῇ δικαιοσύνῃ (τοῦ γὰρ ἀνίσου τοῦ ἐν ταῖς κοινωνίαις ὅ ἐστι πλέον τε καὶ ἔλαττον τοῦ ὠφελίμου. † γὰρ ἔλαβε τοῦ παρὰ τὸ ἀνάλογον), προαιρετικήν τε αὐτὴν καὶ πρακτικὴν εἶναι καὶ τὸν ἄδικον ὁμοίως φησὶ τὸν ἐφ’ ἑαυτοῦ μὲν οὕτως ποιοῦντα ὡς τῶν ἀγαθῶν τὰ πλείω νέμειν ἑαυτῷ, τῶν δὲ κακῶν τὰ ἐλάττω. ἐπὶ τῶν ἄλλων φησί,1 λέγει δὲ τῶν παρ’ ἑαυτῷ, οἳ καὶ κοινωνοὶ αὐτῷ· τὸ μὲν ὅλον ὁμοίως ἀντὶ τοῦ ἀνίσως· οὐ γὰρ ὡρισμένως, ὥσπερ ἐφ’ ἑαυτῷ τῶν ἀγαθῶν τὸ πλεῖον ἐκείνοις, τῶν δὲ κακῶν τὸ ἔλαττον, ἀλλ’ ἀνίσως, ὡς εἴρηται. ὅλον δὲ τὸ διανεμόμενόν φησιν ἀγαθὸν καὶ κακὸν καὶ τοῦτο δὲ ὡς πολλάκις εἴρηκεν ἀνίσως καὶ ὁποτέρως ἔτυχε, τοῖς μὲν τῶν κακῶν τὰ πλείω, τῶν ἀγαθῶν δὲ τὰ ἐλάττω, τοῖς δὲ τὸ ἀνάπαλιν, καὶ οὐκ ἀφωρισμένως ὥσπερ ἐφ’ ἑαυτοῦ, ὡς ἤδη λέλεκται· ὡς εἶναι τοῦ ἀδίκου τὴν ἀνισότητα, ἣν καὶ παρὰ τὸ ἀνάλογον ἐκάλεσε, τυχηράν τε καὶ ἀστάθμητον καὶ κυριώτερον εἰπεῖν ἄλογον τὸ παρὰ τὸ ἀνάλογον, ὅτι καὶ ἡ ἀνισότης τοῦ ἀδίκου οὐκ ἀφωρισμένως ὡς ἐφ’ ἑαυτοῦ ἀλλ’ ὡς ἂν τύχοι. τοῦ γὰρ ἀδικήματος τὸ μὲν ἔλαττον. ὑπομιμνήσκει διὰ τούτων, ὅτι ἀνωτέρω ὑπερβολὴν εἶπε καὶ ἔλλειψιν τί ταῦτα εἰσί. περὶ μὲν οὖν δικαιοσύνης ι̅δ̅ καὶ ἀδικίας. εἴρηκε γὰρ ὅτι τὰς ἕξεις ἐκείνας ἔχοντες τοιοῦτοι· τὸ δὲ καθόλου προσέθηκεν, ὅτι μὴ ἐπεξῆλθε τὰ καθέκαστα καὶ ὅτι ἐν τοῖς τῶν πρακτῶν λόγοις τὸ μὲν καθόλου ὁποῖόν τι δεῖ εἶναι ὑπογράφειν οἷόν τε, οὐκέτι μέντοι ἐπεξιόντα τὰ καθέκαστα οἷόν τε ὁρίσαι, μέχρι πόσου ἕκαστον αὐτῶν γινόμενον πλεῖον ἢ ἔλαττόν ἐστιν. οἱ γὰρ περὶ πρακτικῶν λόγοι οὐ δέχονται τὴν τοιαύτην ἀκριβολογίαν τῷ ἐν πλάτει ἕκαστον τούτων τὸ εἶναι ἔχειν. ἐπεὶ δὲ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι. ἀσαφῶς καὶ ὑπομνηματικῶς μέμνηται τοῦ προβλήματος· πλὴν τὸ λεγόμενον σαφές· οὐ γὰρ τὴν πρᾶξιν ἀποσκοποῦντες τὰ πράγματα κρίνομεν ἀλλὰ τὸ οὗ ἕνεκα. ἐπεὶ δὲ μηδὲ κλέπτης ὁ τοῦ μαινομένου κλέψας τὸ ξίφος,2 σωτὴρ δέ, οὐδὲ μοιχὸς ὁ τὴν πλουσίαν διαφθείρας ἀλλὰ φιλόπλουτος, καὶ ὁ παρ’ Ὁμήρῳ Φοῖνιξ πεισθεὶς τῇ μητρὶ ἐμίχθη τῇ τοῦ πατρὸς παλλακίδι, ‘ἵν’ ἐχθήρειε γέροντα’· οὕτως καὶ Ἀβεσαλώμ.
“在涉及其他人时,总体上是相似的。” 在说明不正义是与正义相反的品质(因为它涉及共同关系中的不均等,即有益之物的多与少;[……]因为他采用了违反比例之物)并且它是出于选择且是实践的之后,他[亚里士多德]说,不正之人同样也是在涉及自身时如此行事者,即把较多份额的好事分给自己,而把较少份额的坏事分给自己。“在涉及其他人时,”他说,指的是那些在他手下之人,他们也就是他的共同体成员;“总体上是相似的”替代了“不均等地”;因为并不像涉及他自身时那样确定地将较多份额的好事分给他们,较少份额的坏事分给他们,而是如前所述,不均等地。他说“总体”是指所分配的好与坏,而这也正如他屡次所说的那样是不均等的且随意的,把较多份额的坏事、较少份额的好事分给某些人,而对另一些人则恰恰相反,并不是像涉及他自身时那样确定的,正如已经指出的;因此不正义者的不均等(他也称之为违反比例)是偶然且不可捉摸的,更严格地说,违反比例即是不合理的,因为不正义者的不均等并不像涉及自身时那样是确定的,而是随意的。“因为不正义行为中较少的部分。”通过这些话,他提醒人们注意他先前所说的过度与不足究竟指什么。“关于正义与不正义,事情便是如此。”(14)因为他说过,具有那些品质的人便是这般模样;而他之所以补充“普遍地”,是因为他并未逐一穷尽各个具体事例,而且在涉及行动之事的讨论中,虽能勾勒出普遍的事物应当如何,但在逐一考查具体事例时,却无法进一步规定它们每一个在达到何种程度的增多或减少时成为如此。因为关于实践之事的讨论不容许这种严密性,乃是由于这些事物中的每一个的存在都具有伸缩余地。“然而,既然做不义之事的人有可能还不是不正义的。”他含糊且以备忘录的方式提到了这一疑难;不过所表达的意思是清楚的;因为我们评判事物并不着眼于行为本身,而是着眼于其目的。既然从疯子手中偷走宝剑者不是盗贼而是拯救者,引诱富妇者不是通奸者而是贪财者,荷马史诗中的福尼克斯听从母亲的劝说与父亲的妾侍同房,“好让她怨恨那老者”;押沙龙也是如此。
"Δεῖ δὲ μὴ λανθάνειν." Εἰπὼν περὶ τοῦ δικαίου καὶ διελὼν αὐτὸ καὶ δείξας τὸ μὲν νεμητικὸν αὐτοῦ τὸ δὲ ἐπανορθωτικόν, ἐπεὶ πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ τὸ δίκαιον, περὶ ποίας δικαιοσύνης καὶ περὶ ποίου δικαίου τὸν λόγον πεποίηται, λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ περὶ οὗ καὶ ἡ ζήτησις. ἐπεὶ καὶ τὸ ἁπλῶς καὶ κυρίως δίκαιον τοῦτό ἐστιν ὃ ὁρίζομεν κατὰ κοινωνίαν αὐτὸ εἶναι βίου πρὸς τὸ εἶναι αὐτάρκειαν ἐλευθέρων καὶ ἴσων ἢ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμόν· κατ’ ἀναλογίαν μὲν ἴσων τῶν νεμομένων, κατ’ ἀριθμὸν δὲ τῶν ἐπανορθουμένων· τοιοῦτον δὲ τὸ πολιτικὸν δίκαιον. συντηρητικὸν γάρ ἐστι καὶ σωστικὸν τῶν κατὰ κοινωνίαν ἐλευθέρων καὶ ι̅δ̅ ἴσων ἢ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν γινόμενον πρὸς αὐτάρκειαν βίου. κατὰ ἀναλογίαν μὲν οὕτως ὡς προείρηται ἐπὶ τοῦ νεμητικοῦ δικαίου, ὃ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν ἔδειξε γινόμενον, ᾗ καὶ κυρίως ἀνάλογον καλεῖται, τὸ δὲ κατ’ ἀριθμὸν ἐπὶ τοῦ ἐπανορθωτικοῦ· τὸ γὰρ κατ’ ἰσότητα τὴν κατ’ ἀριθμὸν κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν φησί· διὰ δὲ τούτων διὰ βραχέων διαίρεσιν τῶν πολιτειῶν ἐποιήσατο. κατὰ μὲν γὰρ ἀριθμὸν ἴσοι οἱ κοινωνοὶ ἐν δημοκρατίᾳ (πάντες γὰρ οἱ ἐν τῇ τοιαύτῃ πολιτείᾳ ἴσους ἑαυτοὺς ὑπολαμβάνουσι), κατ’ ἀναλογίαν δὲ ἴσοι οἱ ἐν ταῖς ὀλιγαρχίαις καὶ οἱ ἐν ταῖς ἀριστοκρατικαῖς πολιτείαις. ὡς εἶναι τὸ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν μὴ περὶ τοῦ δικαίου λεγόμενον ἀλλὰ περὶ τῶν κοινωνῶν.3 καὶ τὸ πολιτικὸν δίκαιον, τουτέστι περὶ οὗ ὁ λόγος, ἢ κατὰ ἀναλογίαν ὡς ἐπὶ τῶν νεμομένων, ἢ κατ’ ἀριθμὸν ὡς ἐπὶ τῶν ἀνορθουμένων, οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους, τουτέστιν ἰσότης καὶ κοινωνία βίου τοιαύτη πρὸς ἀλλήλους διὰ τὸ κυρίως δίκαιον περὶ οὗ ὁ λόγος, ἀλλά τι δίκαιον καὶ καθ’ ὁμοιότητα παρὰ τὸ πολιτικόν, ὃ οὐ διὰ νόμων οὐδὲ διὰ τῆς ἐκ τῶν νόμων δίκης καὶ κρίσεως ἴσου τε καὶ τοῦ ἀνίσου καὶ τοῦ δικαίου καὶ ἀδίκου.
“但是不可忽略。” 在谈论了公正之事、将其区分并指出其中一部分是配分的而另一部分是矫正的之后,由于正义与公正之事具有多种意义,他说到了自己关于何种正义以及何种公正之事进行了论述,即指作为探讨主题的城邦的正义。因为这也就是绝对且严格意义上的公正之事,我们将其界定为:在自由且平等的人们之间,无论依比例还是依数目,以生活的自足为目的而依生存共同关系而存在;依比例平等的即接受配分者,依数目平等的即接受矫正者;城邦的正义便是如此。因为它是为了生活的自足而对共同关系中依比例或依数目自由且平等的成员的保全与维护。依比例,正如先前关于配分正义所说的那样,他表明那是依几何比例产生的,在此意义上也严格地被称为按比例;而依数目则涉及矫正正义;因为他说依数目的平等是指依算术比例。通过这些话,他简短地划分了政体。因为在民主政体中共同体成员依数目平等(因为在这一政体中的所有人均认为自己是平等的),而在寡头政体和贵族政体中则依比例平等。因此,“依比例或依数目”并不是就公正之事而言的,而是就共同体成员而言的。而城邦的正义,也就是所讨论的主题,无论如在受配分者中依比例,还是如在受矫正者中依数目,在这些人彼此之间并不存在,即由于所讨论的严格意义上的公正之事而在彼此之间并不存在这种平等与生活的共同关系,而是存在着某种不同于城邦正义的、依相似性而言的公正之事,它不是借由法律,也不是借由源自法律的审判以及对均等与不均等、公正与不公正的判决而成立的。
- 5.28Εἰπὼν τὴν ἀδικίαν ἕξιν εἶναι... φησί
主句的主动词为 φησί(他说,指亚里士多德),开头的阳性单数主格分词 Εἰπὼν 引出前提。在 Εἰπὼν 所统辖的不定式结构(τὴν ἀδικίαν ἕξιν εἶναι... προαιρετικήν τε αὐτὴν καὶ πρακτικὴν εἶναι)及插入句之后,才接续主句的不定式宾语补足结构 τὸν ἄδικον ὁμοίως[εἶναι],构成长距离的分离句结构(hyperbaton)。
- 5.28ἐπεὶ δὲ μηδὲ κλέπτης ὁ τοῦ μαινομένου κλέψας τὸ ξίφος
在连词 ἐπεί 引导的从句中省略了系动词 ἐστί,以 ὁ τοῦ μαινομένου κλέψας τὸ ξίφος 为主语,κλέπτης 为表语名词。紧接着的 οὐδὲ μοιχὸς ὁ τὴν πλουσίαν διαφθείρας 重复了同样的省略,对照性地例证了外部行为与内在意图及品质规定之间的脱节。
- 5.29ὡς εἶναι τὸ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμὸν μὴ περὶ τοῦ δικαίου λεγόμενον ἀλλὰ περὶ τῶν κοινωνῶν
这是由连词 ὡς 与宾格加不定式(εἶναι)结合构成的结果或说明性推论句。名词化短语 τὸ κατ’ ἀναλογίαν ἢ κατ’ ἀριθμόν 作 εἶναι 的逻辑主语(宾格),分词 λεγόμενον 作表语,表达了注释性的逻辑结论:“‘依比例或依数目’并非用于修饰正义,而是用于修饰共同体成员”。
