← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§22.20-23.30

受教听者的态度与作为评判准绳的知识

厄斯特拉齐奥斯阐明了受过教育的听者对待伦理学言论应有的态度(即根据事物本性所容许的程度寻求精确性),通过数学家与修辞学家的对比以及通识评判能力与专业实践的区别加以说明(§1.21);随后解析了亚里士多德关于“人各善断其所知”的原则,指出知识乃是灵魂中用于评判的准绳(§1.22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Τὸν αὐτὸν δὲ τρόπον καὶ ἀποδέχεσθαι χρεὼν ἕως τοῦ καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν." Εἰπὼν ποίους λόγους ἐν τοῖς ὑποκειμένοις ἐνδέχεται γίνεσθαι, ὑποτίθησι καὶ τῷ ἀκροατῇ πῶς πρὸς τοὺς οὑτωσὶ λεγομένους διατίθεσθαι χρή, καί φησιν ὅτι τὸν αὐτὸν τρόπον δεῖ ἀποδέχεσθαι τὰ λεγόμενα, ἤγουν ὡς μὴ ἐξ ἀναγκαίων συλλογιζομένου τοῦ λέγοντος μηδ’ ὡς ἀναγκαῖα δεικνύντος, ἀλλ’ ὡς ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ὡς ἐπὶ τὸ πολύ, καὶ μέχρι τούτου ἡγεῖσθαι καλῶς ἔχοντα τὰ λεγόμενα καὶ μὴ τὸ ἀναγκαῖον ἐπὶ τούτων ἀπαιτεῖν. εἶτα καὶ κανόνα τινὰ παραδίδωσι, μέχρι πόσου ἐπὶ τῶν λεγομένων ἀπαιτητέον τὴν ἀκρίβειαν τῷ λέγειν πεπαιδευμένου εἶναι ἀνδρός,1 ἤτοι πολυπειρίαν ἐν λόγοις καὶ πράγμασιν ἔχοντος, ἐπὶ τοσοῦτον καθ’ ἕκαστον ὑποκείμενον ζητεῖν τὴν ἀκρίβειαν, ἐφ’ ὅσον ἡ φύσις τοῦ πράγματος ἐπιδέχεται· εἰ γοῦν ὁ τοιοῦτος πεπαιδευμένος, ἀπαίδευτος ἂν εἴη ὁ τούτου δρῶν τὸ ἀνάπαλιν· καὶ ἔργον τίθησι τὸ ἐπιφερόμενον, φάσκων παραπλήσιον γὰρ φαίνεται μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. ὁ μὲν γὰρ μαθηματικὸς τοιοῦτον ἔχει τὸ ὑποκείμενον ὡς δύνασθαι τὰ καθ’ αὑτὸ συμβεβηκότα αὐτῷ ἐξ ἀναγκαίων καὶ πρώτων καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ ἀμέσων δεικνύειν προτάσεων, ὁ δὲ ῥητορικὸς ἐξ ἐνδόξων ἢ φαινομένων ἴσως ἐνδόξων τὰ προκείμενα κατασκευάζει, οὐ σφόδρα κινούσας τὸν ἀκροατὴν εἰς κατάνευσιν. διὸ καὶ πιθαναὶ λέγονται, οὐκ ἀναγκαῖαι, ὡς μόνον πρὸς τὸ πείθειν ὁπωσδηποτοῦν ἀφορῶσαι. εἰ οὖν τις τὸν μὲν μαθηματικὸν ἀποδέχεται πιθανολογοῦντα, τὸν δὲ ῥητορικὸν οὐ συγχωρεῖ πιθανολογεῖν ἀλλ’ ἐπιστημονικὰς ἀποδείξεις ἀπαιτεῖν, ἄντικρυς ταῖς τῶν πραγμάτων ἐναντιοῦται φύσεσι καὶ ἑαυτὸν ἐξελέγχει μὴ εἰδότα κρίνειν, καὶ διὰ τοῦτό ἐστιν ἀπαίδευτος· ὅτι δ’ ἕτερός ἐστιν ὁ περί τι πεπαιδευμένος ὥστε κρίνειν τοὺς κατ’ αὐτὸ τεχνίτας ἢ ἐπιστήμονας, δῆλον· τῷ μὲν γὰρ ἱκανόν, εἰ πεῖραν λαβὼν μόνον ὅτι οἱ κατὰ γεωμετρίαν τυχὸν λόγοι ἐκ τοιῶνδε προτάσεων γίνονται καὶ οὑτωσὶ συλλογίζονται καὶ τοιάδε συνάγουσι συμπεράσματα, τὸν γεωμετρεῖν ἐξετάζει ἐπαγγελλόμενον2 εἰ ἐκ τοιούτων καὶ οὕτως συλλογίζεται, τῷ δὲ ἀναγκαῖον καὶ γεωμετρικῶς ἐνεργεῖν καὶ τὰς ἀποδείξεις ποιεῖν ὁποίας τὸ τῆς ἐπιστήμης ὑποκείμενον δέχεται. τὸ αὐτὸ καὶ ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης.

“应当以同样的方式接受……直至向修辞学家要求论证。” 在说明了在这些论题中能够产生何种言论之后,他亦向听者指明应当如何对待这样被表述的言论,并指出必须以同样的方式接受所说之事,即并非当作言说者由必然的前提进行推论,亦非当作他证明必然之事,而是当作他由就大多数情况而言的前提证明就大多数情况而言之事,并且在此限度内认为所说之事处于良好状态,而不对这些事物要求必然性。随后,他亦传授了一条准则,即关于所说之事应当在何种程度上要求精确性,这是通过说明一个受过教育的人——即在言论与事物中具有丰富经验的人——的特征乃是在每个论题中仅在事物之本性所容许的限度内寻求精确性来实现的;因此,若这样的人是受过教育的,则行其相反之事者便当是未受教育的;并且他通过陈述“因为接受数学家运用盖然言论与向修辞学家要求论证似乎是近似的”,提出了作为例证的实际情形。因为数学家拥有这样一种论题,以至于能够由必然的、第一的、本自的、以其自身而言的且直接的前提证明其本自偶性,而修辞学家则是从合乎通见的意见或或许显见为合乎通见的意见来构建摆在面前的论题,这些并不会强烈地促使听者表示赞同。因此,这些言论亦被称为具有说服力的,而非必然的,因为它们仅仅着眼于以任何方式达成劝说。因此,如果有人接受数学家运用盖然言论,却不容许修辞学家运用盖然言论反而要求学理性的论证,他便是公然与事物的本性相对立,并证明了自己不知如何判断,且因此是未受教育的;然而,在某一领域受过教育以至于能够判断该领域的匠人或学者的人,与[专业学者本身]是不同的,这一点显而易见;因为对于前者而言,若仅仅获知例如几何学中的言论是由何种前提出发、如何推论并得出何种结论,从而审察自称研习几何学的人是否从这些前提出发且依此推论,便已足够;而对于后者而言,从事几何学的实际运作并做出该门科学之论题所容许的那类论证,亦是必然的。对于一切技艺与科学亦同此理。

§1.22

"Ἕκαστος δὲ κρίνει καλῶς." Τρίτον τοῦτο προοίμιον ἐν ᾧ δείκνυσιν ὁποῖον εἶναι δεῖ τὸν ἀκροατὴν τῶν ἐνταῦθα ῥηθησομένων· ὅτι πεπαιδευμένον τὰ λεγόμενα. εἰ γὰρ μὴ οἶδεν, οὐκ ἂν ὀρθῶς κρινεῖ· εἰ δὲ μὴ κρίνει ὀρθῶς, οὐδ’ ὀρθῶς ἀποδέξεται. μέχρι δὲ τίνος εἰδέναι ἀναγκαῖον τὸν ἱκανὸν κριτὴν τῶν λόγων ἐσόμενον, εἴρηται. ποιεῖται δὲ τὸν λόγον καθόλου λέγων, ἕκαστος ἐκεῖνα κρίνει καλῶς ἃ γινώσκει. ἡ γὰρ γνῶσις ἑκάστου πράγματος γνώμων τίς ἐστι τῆς κατ’ αὐτὸ ὀρθότητος ἐν τῇ ψυχῇ τοῦ γινώσκοντος κείμενος, ᾧ παρατιθεὶς τὸ κρινόμενον εὑρίσκει αὐτὸ εἴτε κατ’ ἐκεῖνό ἐστιν εἴτε παραβαίνει τὴν ἐκείνου ἀκρίβειαν. καὶ εἰ μὲν εὑρίσκει ἐκ τῆς παραβολῆς ἐφαρμόζον ἐκεῖνο τῷ γνώμονι, ἐπαινεῖ ὡς ἔχον εὖ, εἰ δὲ μή, καταμέμφεται αὐτὸ προσηκόντως ὡς μὴ τῷ κανόνι ἐφαρμοζόμενον. ὁ τοίνυν εἰδὼς ὡς ἔχει φύσεως τὸ κρινόμενον ἔχει γνῶσιν τοῦ κρινομένου· ὁ τοῦτο, ἔχει τὸν κανόνα αὐτοῦ καὶ τὸν γνώμονα· ὁ τοῦτο, ἔχει ᾧ ὀρθῶς τὴν κρίσιν ποιήσεται·3 ὁ ἄρα γινώσκων ὡς ἔχει φύσεως τὸ κρινόμενον, ἔχει ᾧ ὀρθῶς κρινεῖ, ὁ δὲ μὴ γινώσκων, ἀνάπαλιν. διὸ ἐκεῖνος μὲν ἀγαθὸς κριτής, οὑτοσὶ δὲ φαῦλος.

“每个人都能很好地判断”这是第三个序言,在其中他表明在此处将被言说之事的听者应当是怎样的人:即他应当在所说之事上受过教育。因为他若不知晓,便不能正确判断;若不能正确判断,亦不能正确接受。而对于将成为言论的合格评判者的人而言,必须知晓到何种程度,前文已然说明。但他将这一言论普遍化,说道:每个人皆能很好地判断自己所认识的事物。因为对每一事物的认识乃是关于该事物正确性的一种规矩,安居于认识者的灵魂之中,他将受评判之物与此规矩相并置,便能发现它是合乎此规矩还是违背了其精确性。若由对比发现其符合规矩,他便赞许其状态良好;若非如此,他便适当地指责其不合于准则。因此,知晓受评判之事物本性处于何种状态的人,便拥有对受评判之物的认识;拥有此认识的人,便拥有其准则与规矩;拥有此规矩的人,便拥有依凭何者做出正确判断的手段;因此,认识受评判之事物本性处于何种状态的人,便拥有依凭何者正确判断的手段,而不知晓的人则适得其反。因此,前者是优良的评判者,而后者是拙劣的评判者。

语法注3 条
  1. 1.21τῷ λέγειν πεπαιδευμένου εἶναι ἀνδρός

    带冠词不定词与格 τῷ λέγειν 作为手段与格修饰主动词 παραδίδωσι。在 λέγειν 所引出的间接引语中,属格短语 πεπαιδευμένου... ἀνδρός 作为特征属格作 εἶναι 的表语,而后接的不定词短语 ἐπὶ τοσοῦτον... ζητεῖν τὴν ἀκρίβειαν 则为其主语。

  2. 1.21τὸν γεωμετρεῖν ἐξετάζει ἐπαγγελλόμενον

    此处出现倒装(hyperbaton):不定词 γεωμετρεῖν 是分词 ἐπαγγελλόμενον 的补足语(“自称研习几何学的人”),与冠词 τὸν 一同构成动词 ἐξετάζει 的直接宾语。其主语对应于前文的与格 τῷ μὲν(具备通识教养的评判者)。

  3. 1.22ὁ τοῦτο, ἔχει τὸν κανόνα αὐτοῦ καὶ τὸν γνώμονα· ὁ τοῦτο, ἔχει ᾧ ὀρθῶς τὴν κρίσιν ποιήσεται

    此处为一个连环推理的省略句式(sorites)。ὁ τοῦτο 需补出分词 ἔχων,理解为“拥有此物[前一步骤之结果]的人”。关系代词与格 ᾧ 为手段与格,其先行词指代前文的“准则与规矩”(κανὼν καὶ γνώμων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:22.20-23.30