← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§227.38-228.29

作为均等之中道以及正义定义的总结

厄斯特拉提奥斯解释了正义之所以被称为中道,并非如其他德性那样居于两种恶德之间,而是因为其对象本身是中项(均等),并结合配分与矫正的正义总结了正义的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.27#2

αἱ μὲν γὰρ δύο κακιῶν τῆς τε κατὰ τὴν ὑπερβολὴν καὶ τῆς κατὰ τὴν ἔνδειαν ἦσαν μέσαι, τοῦ μέσου οὖσαι πρακτικαί τε καὶ προαιρετικαί, οὗ καὶ ἐκείνων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἡ δὲ κατὰ τὴν ἔνδειαν ἦν,1 ἡ δὲ δικαιοσύνη οὐκέτι δύο κακιῶν ἐστι μέση· μία γὰρ αὐτῇ ἐστι κακία ἐναντία, ἡ ἀδικία, καὶ ἔστι μεσότης τούτου· ἐν οἷς γάρ ἐστιν ἡ ἀδικία, τὸ μέσον αἱρεῖται· ἔστι γὰρ ἡ ἀδικία τῷ πλείονι καὶ τῷ ἐλάττονι· ἐν γὰρ ἀδικοῦντι καὶ ἀδικουμένῳ ἡ ἀδικία· ὧν ὁ μὲν ἀδικῶν πλέον ἔχει, ὁ δὲ ἀδικούμενος ἔλαττον, μέσον δὲ τοῦ πλείονος καὶ τοῦ ἐλάττονος τὸ ἴσον· οὗ ἡ δικαιοσύνη οὖσα πρακτικὴ κατὰ τοῦτο καὶ μεσότης ἐστίν. οὐ τὸν αὐτὸν δὲ τρόπον. οὐ γὰρ δύο κακιῶν ἐστι μεταξύ· μία γὰρ ἡ ταύτῃ ἐναντία, ἡ ἀδικία, ἣ ἐν ἀδικοῦντι καὶ ἐν ἀδικουμένῳ θεωρεῖται, ἐν τῷ πλείονι καὶ ἐλάττονι τὸ εἶναι ἔχουσα. ἀλλ’ ὅτι μέσου ἐστί. τοῦ γὰρ ἴσου τοῦ ὅ ἐστι μέσον τοῦ πλείονος καὶ ἐλάττονος. οὗ μέσου, λέγω δὴ τοῦ ἴσου, ἐπεί ἐστιν ἡ δικαιοσύνη πρακτική, κατὰ τοῦτο ἔστι μεσότης· οὐ γὰρ ᾗ δορυφορεῖται ὑπὸ κακῶν.2 καὶ ἡ μὲν δικαιοσύνη καθ’ ἣν ὁ δίκαιος λέγεται πρακτικός. τὸ κατὰ προαίρεσιν εὐλόγως προσέθηκε· τούτῳ γὰρ μάλιστα ἀναφαίνεται χαρακτηρίζων τὸ τῇ προαιρέσει καὶ κατὰ ἀρετήν τι ἐνεργεῖν. τότε γὰρ λέγεται τὸ κατ’ ἀρετήν, ὅταν μετὰ προαιρέσεως τὰ κατ’ ἀρετὴν πράττῃ. ὑπογράφει δὲ δι’ ὧν λέγει καὶ τὸν τῆς δικαιοσύνης ὅρον· ἕξιν γὰρ αὐτὴν λέγει καθ’ ἣν πρακτικοὶ κατὰ προαίρεσιν γίνονται τῶν ἐν ταῖς κοινωνίαις ἴσων. τὸ γὰρ τοῦ δικαίου ἴσον τῷ τοῦ ἴσου. τί δέ ἐστι τὸ ἴσον τὸ ἐν κοινωνίᾳ, δι’ ὧν προστίθησι δηλοῖ. λέγει γὰρ καὶ διανεμητικὸν καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον καὶ τὰ λοιπά. διὰ γὰρ τούτων μνημονεύει μὲν φανερῶς τοῦ ἐν ταῖς νομαῖς ἴσου. ἐνδεικνύοιτο δ’ ἂν καὶ περὶ τοῦ ἐν ταῖς ἐπανορθώσεσιν, ἅμα δὲ καί πως τίνων καὶ διὰ τί ἡ δικαιοσύνη μεσότης ἐστὶ φανερὸν ποιεῖται. καὶ εἴη ἂν ἡ δικαιοσύνη συνελόντα εἰπεῖν ἕξις ἀφ’ ἧς πρακτικοὶ καὶ προαιρετικοὶ γίνονται τοῦ ἐν ταῖς διανομαῖς καὶ ταῖς ἐπανορθώσεσιν ἴσου. ἡ δὲ ἀδικία τοὐναντίον τοῦ ἀδίκου· ἐλλείπει τὸ πρακτική τε καὶ προαιρετικὴ τοῦ ἁπλῶς ὠφελίμου,3 δηλονότι τοῦ πλείονος καὶ ἐλάττονος.

因为前者[其他诸德性]是在过度所致的恶与不足所致的恶这两种恶德之间的中道,是实践并选择中间状态的,相对于该中间状态,那些恶德中的一种处于过度,另一种则处于不足;而正义则不再是两种恶德之间的中道。因为与它相对立的恶德只有一种,即不正义,而正义是此[中项]的中道;因为凡是不正义所存在的事物,正义便选择其中的中项。因为不正义在于多与少;实际上,不正义存在于行不义者与受不义者之中,其中行不义者占有较多,受不义者占有较少,而多与少的中项则是均等;正义既然是实践这一[均等]的,在这方面它也就是中道。“但并不以相同的方式。”因为它并非居于两种恶德之间;因为与它相对立的只有一种,即不正义,它在行不义者与受不义者中被观察到,其存在就在于多与少。“而是因为它属于中项。”因为它是关于均等的,而均等是多与少的中项。既然正义是实践这一个中项——我指的就是均等——的,在这方面它就是中道;因为它并非依被诸恶德所护卫的意义而言是中道。“正义乃是凭此公正之人被称为是实践的[品质]。”他合乎情理地补充了“出于选择”;因为借此他显然尤其将出于选择且依照德性而活动这一特征刻画了出来。因为唯有当一个人带着选择去践行合乎德性的诸事时,这件事才被称为依照德性。他通过所说的内容也描绘出了正义的定义;因为他说正义是一种品质,借此人们出于选择而成为共同关系中诸均等事物的践行者。因为“公正事物的”〔一语〕等同于“均等事物的”。至于共同关系中的均等是什么,他通过所添加的诸内容加以指明。因为他还说“既是配分的,也是对自己相对于他人、他人相对于他人的”以及余下的事。因为通过这些话,他显然提到了配分中的均等。他大概也指出了矫正中的均等,同时他也阐明了正义是如何、属于何事物以及为何是一种中道。概括而言,正义将是一种品质,人们由此出发成为配分与矫正中均等之物的实践者与选择者。“而不正义则相反,〔是关于〕不公正之物的。”此处省略了“实践且选择绝对有益之物,即多与少[的品质]”这一短语。

语法注3 条
  1. 5.27οὗ καὶ ἐκείνων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἡ δὲ κατὰ τὴν ἔνδειαν ἦν

    关系代词属格 οὗ 的先行词是 τοῦ μέσου,在关系节中充当表示基准或关联的属格(“相对于该中间”)。ἐκείνων 是指代 δύο κακιῶν 的部分属格,统辖后文分述的对照结构 ἡ μὲν ... ἡ δὲ。

  2. 5.27οὐ γὰρ ᾗ δορυφορεῖται ὑπὸ κακῶν

    关系副词 ᾗ 意为“在……的意义上/以……的方式”,与前句的 κατὰ τοῦτο(“在这方面”)形成对比并被否定。被动态动词 δορυφορεῖται(“被护卫”)是古代注疏传统中的比喻,指作为中道的德性两旁被过度与不足这两种恶德所夹峙(如被卫士护卫)的状态。

  3. 5.27ἐλλείπει τὸ πρακτική τε καὶ προαιρετικὴ τοῦ ἁπλῶς ὠφελίμου

    动词 ἐλλείπει(“欠缺/省略”)带有一个由中性单数冠词 τὸ 引导的引用短语作为主语(即在亚里士多德原文中应当补足的成分)。注疏者在此指出亚里士多德对不正义的简略定义中存在构词上的省略,并补出了与德性定义相对应的短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:227.38-228.29