- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:227.8-227.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》1133b17及后文,通过字母图式(ᾱ̅ 房屋、β̅ 十明那、γ̅ 床)阐释货币作为约定俗成的共同尺度如何确立交换的可通约性,并论证正义是介于过度与不足之间的中道。
" Οὔτε γὰρ ἂν μὴ οὔσης ἀλλαγῆς." Εἰ γὰρ ἡ συμμετρία ὑπὸ τοῦ νομίσματος γίνεται, δῆλον ὅτι ἀναιρεθέντος τούτου ἀναιρεῖται συμμετρία, ταύτης ἀναιρεθείσης ἰσότης ἀναιρεῖται, ἰσότητος μὴ οὔσης οὐδὲ κοινωνίαν [τε] οἷόν τε εἶναι, ὥστε οὐδὲ πόλιν.1 τῇ μὲν οὖν ἀληθείᾳ ἀδύνατον· οὐ κυρίως φησὶ ταῦτα σύμμετρα. τὰ γὰρ σύμμετρα κοινῷ μορίῳ καταμετρεῖται, τὸ δὲ νόμισμα οὐδὲν τῶν ἐν ταῖς ἀλλαγαῖς ἔχει κοινὸν μόριον, τῆς δὲ κατὰ τὴν χρείαν αὐτῶν συμμετρίας ι̅δ̅ τὸ νόμισμα γίνεται μετρητικόν. ἓν δεῖ δή τι εἶναι. εἰ δεῖ, φησί, σύμμετρα εἶναι τὰ ἐν ταῖς ἀλλαγαῖς, δεῖ ἕν τι εἶναι τὸ μετροῦν αὐτά, τοῦτο δὲ μὴ μόριόν τι εἶναι τῶν μετρουμένων. τοῦτο δ’ ἐξ ὑποθέσεως καὶ κατὰ συνθήκην μέτρον λαμβάνεται, διὸ τὸ κατὰ συνθήκην μέτρον νόμισμα καλεῖται· τούτῳ γὰρ καταμετρεῖται τὰ ὤνια, διὸ νόμισμα καλεῖται. πῶς τὸ νόμισμα μεσότης καὶ πῶς τοῦτο † ἐν αὐτοῖς μεσότητος εὑρίσκει μέσον λαμβανόμενον αὐτῶν, δείκνυσι διὰ τούτων. λαμβάνει γὰρ οἰκίαν μὲν ὅ ἐστιν ἔργον οἰκοδόμου ἐπὶ τοῦ ᾱ̅, δέκα μνᾶς νομίσματα ἐπὶ τοῦ β̅, κλίνην δὲ ἐπὶ τοῦ γ̅· καὶ ἐπεὶ πάντα τετίμηται τῷ νομίσματι, ἡ οἰκία ἔστω πέντε μνῶν, ὅ ἐστιν ἥμισυ τοῦ β̅, τουτέστι δέκα μνῶν, ἡ δὲ κλίνη ἔστω μνᾶς μιᾶς ἀξία· τῷ δὴ νομίσματι γνωρίζομεν, πόσαι κλῖναι ἀντάξιοί εἰσι καὶ ἴσοι εἰσὶν οἰκίᾳ. ἐὰν μὲν γὰρ ἡ οἰκία πέντε μνῶν, πέντε κλῖναι ἔσονται ἴσαι οἰκίᾳ· εἰ δὲ δέκα μνῶν εἴη, δέκα κλῖναι ἴσαι ἔσονται οἰκίᾳ. ἐνδεέστερον δὲ δοκεῖ ἡ λύσις ἔχειν, λείπει γὰρ τῷ ἡ δὲ κλίνη τὸ μιᾶς,2 ἐπειδὴ ἡ κλίνη μιᾶς γίνεται, τὸ γ̅ τοῦ β̅ δέκατον μέρος. οὕτω δὲ καὶ ἐγένοντο πρότερον αἱ ἀλλαγαὶ πρὸ τῆς τοῦ νομίσματος χρήσεως. οὐδὲν δὲ διαφέρει οἰκίαν λαμβάνοντας ἢ πέντε κλίνας δοῦναι ἢ πέντε μνᾶς, εἰ εἴη ἡ οἰκία πέντε μνῶν τετιμημένη. διωρισμένων δὴ τούτων εἴρηκε περὶ τοῦ ὅτι τὸ δίκαιον μέσον ἐστὶ τοῦ πλείονος καὶ ἐλάττονος· τῆς γὰρ πλεονεξίας καὶ τῆς μειονεξίας μέσον τὸ δίκαιον, καὶ τὸ δίκαιον δεῖ πράττειν καὶ τὸ δικαιοπραγεῖν εἴη ἂν μεταξὺ τοῦ πλεονεκτεῖν καὶ τοῦ πλεονεκτεῖσθαι· ἡ δικαιοπραγία ἄρα μέση πλεονεξίας καὶ μειονεξίας. δείξας δὲ καὶ τὸ δίκαιον πῶς μέσον τῇ τοῦ ἐπανορθωτικοῦ παραθέσει εὐλόγως ἐπιφέρει, ὅτι ἡ ι̅δ̅ δικαιοσύνη μεσότης εἴη οὐ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ἀρεταῖς.
“因为倘若没有交换,[共同体便不可能存在]。” 因为如果通约性是通过货币而产生的,显而易见,一旦取消了货币,通约性便被取消;取消了通约性,平等性便被取消;而不存在平等性,共同体也就不可能存在,从而城邦也就不可能存在。因此,依实情而言这是不可能的;他说这些事物并非严格意义上的可通约。因为可通约的事物是由一个共同的部分度量尽的,而交换中的诸事物没有任何一个以货币为共同的部分,但货币却(看哪!)成为了度量它们基于需要的通约性的尺度。“因此必须有某种单一之物。”他说,如果交换中的诸事物必须是可通约的,就必须有某种度量它们的单一之物,而且这一事物绝不能是被度量之物的某个部分。这是出于假定并依照约定而被采纳为尺度的,因此依照约定的尺度被称为货币;因为适销商品正是借此被度量尽的,所以它被称为货币。货币如何是一种中道,以及货币作为它们的中项被采纳时如何在其间找到中道,他通过这些进行了展示。因为他在 ᾱ̅ 上设定房屋(即建筑工人的产品),在 β̅ 上设定十个明那的钱币,在 γ̅ 上设定床;既然一切事物都已由货币定价,假设房屋值五个明那(即 β̅ 的一半,也就是十个明那的一半),而床值一个明那;于是借助货币我们便知晓多少张床与一所房屋等价且均等。因为如果房屋值五个明那,五张床就将等于一所房屋;而如果它值十个明那,十张床就将等于一所房屋。然而,这一解答(文本)似乎有所欠缺,因为在“而床”这一短语中缺少了“一个[明那]”,因为当床值一个[明那]时,γ̅ 就成为 β̅ 的十分之一部分。在货币的使用之前,过去的交换也正是这样进行的。如果房屋定价为五个明那,获得房屋的人究竟是付出五张床还是付出五个明那,并无任何分别。在界定了这些之后,他就关于正义是多与少之间的中项作了论述;因为正义是过度与不足的中项,人们必须践行正当之事,而行正义之事当居于得益过多与受损过多之间;因此行正义是过度与不足的中道。在通过提出矫正的正义展示了正义如何也是一种中道之后,他合乎情理地补充道,正义(看哪!)是一种中道,但并不以与先前所述诸德性相同的方式。
- 5.27ἀναιρεθέντος τούτου ἀναιρεῖται συμμετρία, ταύτης ἀναιρεθείσης ἰσότης ἀναιρεῖται, ἰσότητος μὴ οὔσης οὐδὲ κοινωνίαν [τε] οἷόν τε εἶναι, ὥστε οὐδὲ πόλιν
一系列独立属格结构(ἀναιρεθέντος τούτου、ταύτης ἀναιρεθείσης、ἰσότητος μὴ οὔσης)构成了连锁推理(sorites),前一条件的消除依次导致后一概念的消除。第三分句以非人称结构 οὐδὲ κοινωνίαν οἷόν τε εἶναι(省略了 ἐστί)为核心,最终引向 ὥστε 引导的结果从句。
- 5.27ἐνδεέστερον δὲ δοκεῖ ἡ λύσις ἔχειν, λείπει γὰρ τῷ ἡ δὲ κλίνη τὸ μιᾶς
动词 λείπει 与带定冠词的与格短语 τῷ ἡ δὲ κλίνη(表示所引文本位置“而床”)以及中性单数短语 τὸ μιᾶς(指代脱落的字词“一个[明那]”)连用,意为“在‘而床’这一句中缺少了‘一个’”。ἡ λύσις 指解答或解释(若校改为 ἡ λέξις 则指文本措辞),是指出亚里士多德原文存在文字脱落的考据性句式。
