← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§226.4-227.7

作为交换尺度的需要与作为担保的货币

尤斯特拉提乌斯就亚里士多德用字母(ᾱ、γ̄)表示的交换图式展开评述,阐释了需要乃是物品的内在尺度,而货币作为需要的抵押与保证人,其价值亦会发生波动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.26

" Γεωργὸς ᾱ, τροφὴ γ̄." Ὑπογράφει πάλιν τὸ διάγραμμα ἐπὶ στοιχείων, οὗ καὶ πρότερον ῑδ̄ ἐμνημόνευσε1 λέγων περὶ τῆς κατὰ διάμετρον συζεύξεως, καθ’ ἣν ἡ ἀνταπόδοσις τοῖς κοινωνοῖς γίνεται,2 προειπὼν ὅτι δεῖ καὶ συμβλητά πως εἶναι τὰ ἀλλασσόμενα καὶ ἔχειν τι κοινὸν μέτρον, καὶ τοῦτο τὸ μέτρον αὐτῶν καθ’ ὃ συμβλητὰ γίνονται, εἰπὼν κυρίως μὲν τὴν χρείαν εἶναι, ἐπεὶ δὲ οὐκ ἀεὶ τῶν ἔργων ἀλλήλων χρείαν ἔχουσι, τὸ νόμισμά φησιν εὑρῆσθαι τῆς χρείας ἐνέχυρον, οὗ τῇ ποσότητι μετρεῖται ἡ χρεία τῶν ἐν τῇ ἀλλαγῇ. περὶ τούτων γὰρ ἐπέξεισι καὶ δείκνυσι ὅτι οὕτως ἔχει καὶ ὅτι ἥ τε χρεία συνέχει τὴν κατὰ τὴν χρείαν ἀλλαγὴν ἢ ὡς ἔνια παραμετρεῖται ἐκεῖνα, δείκνυσιν ἐκ τοῦ ὅταν μὴ δέηται ἅτερος θατέρου μηκέτ’ αὐτοὺς ἀλλάσσεσθαι· οὐδεὶς γὰρ τὰ αὑτοῦ δίδωσιν ὑπὲρ τοῦ λαβεῖν τι μὴ χρήσιμον. τότε γὰρ ἀλλάττονται ὅταν ὁ ἕτερος αὐτῶν δέηται τούτου οὗ ὁ ἕτερος αὐτῶν ἔχει, οἷον εἰ ὁ μὲν οἴνου δέοιτο ὁ δὲ σίτου, εἴη δὲ ὁ μέν τις αὐτῶν ἐξουσίαν οἴνου ἔχων ὁ δὲ σίτου· καὶ αἱ πόλεις δὲ οὕτω τὰς ἀλλαγὰς ποιοῦνται τῶν παρ’ αὐτοῖς γινομένων ἐξαγωγὴν διδοῦσαι ὑπὲρ τοῦ ἀντεισάγεσθαι αὐταῖς τὰ γινόμενα παρ’ ἀλλήλων. τὴν χρείαν οὖν δεῖ ἴσην εἶναι τῶν ἐν τῇ ἀλλαγῇ τοῖς ἀλλαξαμένοις, εἰ μέλλοιεν ἴσοι εἶναι οἱ ἀλλαξάμενοι, ὁποῖοι ἦσαν καὶ πρὸ τῆς ἀλλαγῆς. ἐπεὶ δὲ μὴ ἅμα πάντες χρείαν ἔχουσι τῶν ἀλλήλων ἔργων, ἀλλ’ ὁ μὲν νῦν ὁ δὲ ὕστερον χρείαν ἔχει, περὶ τοῦ τότε λαβεῖν, ὅταν δεηθῇ παρὰ τούτου τὸ ἐκείνου ἔργον ᾧ δίδωσι τὸ ἴδιον, τὸ νόμισμα ὥσπερ ἐγγυητὴς καὶ ἐνέχυρον γίνεται τῆς μελλούσης ἀλλαγῆς ἀναδεχόμενον ὥσπερ πάλιν τοῦ εἰ χρεία γένηται ἐκείνου τοῦ ἔργου δι’ αὐτοῦ πάντως παρασχεθήσεσθαι αὐτῷ. τούτῳ γὰρ τὰς χρείας τῶν ἀλλασσομένων μετροῦσι διδόντες τὰ ἔργα τότε λαμβάνοντες, ἢ διδόντες πάλιν ὅταν ἐν χρείᾳ γένωνται τοῦ ἀλλοτρίου ἔργου, λήψονται αὐτὸ καὶ ἔστι ῑδ̄ πρὸς τὴν κοινωνίαν καὶ τὴν τῶν ἔργων ἀλλαγὴν χρήσιμον καὶ τὴν ἰσότητα τῆς χρείας. παρέχει μὲν οὖν καὶ τὸ νόμισμα τοῦτο ὅπερ καὶ ἡ χρεία· ὡς γὰρ ἐπ’ ἐκείνης οὐκ ἀεὶ ὁμοίως δεόμεθα καὶ ἐν χρείᾳ ἐσμὲν τῶν ἀλλοτρίων ἔργων, οὕτως οὐδὲ τὸ αὐτὸ νόμισμα ἀεὶ ἴσον δύναται ἀλλὰ μεταπίπτει καὶ τὸ πρότερον πλείω δυνάμενον ὕστερον ἢ ἔλαττον ἢ οὐδὲν ἰσχύει οὕτως συνθεμένων. καὶ γίνεται τούτου κατὰ τοῦτο ζημία τῶν ἀποδιδομένων τὸ ἴδιον ἔργον νομίσματι. μεταπεσόντος γὰρ αὐτοῦ οὐκέθ’ οἷός τέ ἐστιν αὐτῷ χρῆσθαι πρὸς ὠνὴν τοῦ ἔργου, † ὅτε ἐπίπρασκε τοῦ αὐτοῦ ἀντάξιον ἐλάμβανε νόμισμα.3 πλὴν τοῦτό γε μᾶλλον διαμένει. καὶ δεῖ μέτρῳ αὐτῷ χρῆσθαι τῶν ἀλλασσομένων καὶ πάντων προέχειν αὐτὸ καὶ τιμᾶσθαι. οὕτω γὰρ ἀλλαγή τε καὶ ὠνὴ καὶ πρᾶσις ἔσται ἡ ἰσοῦσα καὶ ἡ κοινωνία ἂν διαμένοι, ἐν ᾗ ταῖς πόλεσι τὸ εἶναι. τὸ δὴ νόμισμα ὥσπερ μέτρον γίνεται συμμετρίας· καὶ γὰρ σύμμετρά ἐστι τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. γίνεται δὴ τὰ ἐν ταῖς ἀλλαγαῖς σύμμετρα τῷ ὑπὸ τοῦ νομίσματος μετρεῖσθαι· μέσον γὰρ τοῦτο γινόμενον ὥσπερ ὁ δικαστὴς ἐν τῷ ἐπανορθωτικῷ δικαίῳ ἑκατέρας ἀμετρίας ἀφαιρεῖταί τε καὶ κολάζει.

“农夫 ᾱ,粮食 γ̄。” 他在谈到对角结合——共同体成员间的相互回报正是依此发生——时,再次用字母勾勒了先前(看哪!)也提到过的图式;他事先说明了交换的事物也必须在某种程度上具有可比性,并拥有某种共同的度量,并且说明了事物赖以成为可比的这一尺度严格而言就是需要;然而,由于人们并非始终彼此需要对方的产品,他说货币便作为需要的抵押而被发明出来,通过它的数量来度量交换中诸事物的需要。因为他详述了这些事情,并表明事实确是如此;而需要维系着依需要而进行的交换,或维系着那些事物相互度量的方式,这一点他通过“当一方不需要另一方时他们便不再交换”展示出来;因为没有人为了获得无用之物而交出自己的东西。因为只有当他们中的一方需要另一方所拥有的东西时,他们才会交换,例如一人需要酒而另一人需要谷物,且他们中的一人拥有对酒的支配权,另一人拥有对谷物的支配权;各城邦也是以这种方式进行交换,准许输出自身出产的物品,以便换取输入彼此之间出产的物品。因此,如果交换的双方要保持像交换之前那样的平等,交换中诸物对于交换双方的需要就必须是均等的。但是,既然并非所有人都在同一时间需要彼此的产品,而是一人现在需要,另一人后来才需要,为了在需要时从接受自身产品的人那里获得后者的产品,货币就充当了未来交换的保证人与抵押品,就仿佛担保了如果对那件产品产生需要,定会通过货币向他提供该产品。因为他们正是借此度量交换之物的需要,给出产品而在那时接受[货币],或者当他们需要他人的产品时再次给出货币,从而获得它;这对于共同体、对于产品的交换以及对于需要的均等,都是(看哪!)有用的。因此,货币也提供了正是需要所提供的东西;因为正如在需要方面我们并非始终同样匮乏和需要他人的产品,同样,同一枚货币也并非始终拥有相等的购买力,而是会发生波动,原先拥有更大购买力的东西,在人们如此约定时,后来却功效更小甚至毫无功效。在这方面,对于为了货币而卖出自身产品的人而言,就产生了损失。因为当货币发生波动时,他便不再能够用它来购买产品,[当他出售产品时曾收取与该产品等值的货币]。不过,这至少留存得更为持久。人们必须将其用作交换之物的尺度,使其凌驾于一切事物之上并受到重视。因为唯有这样,交换以及买卖,才会成为促成均等之事,而城邦存在之所系的共同体也才能长存。因此,货币仿佛成了通约性的尺度;因为被同一尺度度量的事物是通约的。交换中的诸事物正是通过被货币度量而成为通约的;因为货币居于中间,如同矫正正义中的法官一样,除掉并遏制双方的不合度量。

语法注3 条
  1. 5.26οὗ καὶ πρότερον ῑδ̄ ἐμνημόνευσε

    抄本中的“ῑδ̄”在拜占庭时期的抄本惯例中通常被视为“ἰδού”(看哪)或“ἴδε”(参见)的缩写,亦或是交叉引用的标记。在此作插入性的呼告词(“看哪!”)解,提醒读者注意前文的提及。

  2. 5.26περὶ τοῦ τότε λαβεῖν, ὅταν δεηθῇ παρὰ τούτου τὸ ἐκείνου ἔργον ᾧ δίδωσι τὸ ἴδιον, τὸ νόμισμα ὥσπερ ἐγγυητὴς καὶ ἐνέχυρον γίνεται

    主句的主干为“τὸ νόμισμα... γίνεται”(货币成了……),其前置有表示目的的介词短语“περὶ τοῦ τότε λαβεῖν”(为了那时获得……)。不定式“λαβεῖν”的宾语为“τὸ ἐκείνου ἔργον”,关系从句“ᾧ δίδωσι τὸ ἴδιον”则修饰先行词“τούτου”。

  3. 5.26† ὅτε ἐπίπρασκε τοῦ αὐτοῦ ἀντάξιον ἐλάμβανε νόμισμα

    正如底本中短剑符(†)所标示的,该从句存在文本损坏或语句紧缩(如缺少关系代词)。在句法上,它被视为修饰“τοῦ ἔργου”的解释性或插入性从句,描述当工匠最初出售产品并换取等值货币时的情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:226.4-227.7