← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§224.26-226.3

依几何比例使产品均等化与回报正义

厄斯特拉齐奥斯对《尼各马可伦理学》卷五Bekker 1133a31处进行注解,阐明交换中回报正义得以成立的条件:交易双方与其产品必须在交换之前按照几何比例均等化,否则交易的一方将同时承受“过多”与“不足”的双重差距。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.25

" Ἔσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ." Τουτέστι τότε ἔσται ἀντιπεπονθὸς τοῦτο δίκαιον, ὅταν ἰσασθῇ πρῶτον ταῦτα ἃ ἀντιπεπόνθασιν ἀλλήλοις κατὰ τὴν εἰρημένην ἀναλογίαν, ὡς γενέσθαι γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τὸ τοῦ σκυτοτόμου πρὸς τὸ ἔργον τοῦ γεωργοῦ· εἰ ἴσοι ἐκεῖνοι, ἴσου ἄξια καὶ ταῦτα δεῖ εἶναι· εἰ ἐκείνων ὁ ἕτερος ὑπερέχει τοῦ ἑτέρου, δεῖ καὶ τὸ ἔργον ὃ λήψεται ὁ ὑπερέχων ἐν τῇ κοινωνίᾳ ὑπερέχειν τοῦ ἔργου ὃ λήψεται ὁ ὑπερεχόμενος, καὶ τοσούτῳ ὅσῳ κἀκείνων ὁ τεχνίτης τοῦ τεχνίτου. καὶ ἔσται ἡ κατὰ τὸ ἀντιπεπονθὸς δίκαιον ἀναλογίᾳ, εἰ οὕτως γίνοιτο ἐν τέτταρσιν ὅροις καὶ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, ἥτις ἦν κατὰ τὸ νεμητικὸν δίκαιον· δείξει μέντοι ὕστερον καὶ ἐν τρισὶν ὅροις γινομένην αὐτήν πως καὶ τῇ ἀριθμητικῇ ἀναλογίᾳ κατά τι ἐναγομένην. καὶ εἴη ἂν ἡ μὲν ἀντίδοσις κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν γινομένη, ἡ δὲ εὕρεσις τῆς ἀναλογίας τε καὶ ἰσότητος τῶν ἐν τῇ ἀντιδόσει γινομένη διὰ τῆς ἀριθμητικῆς καὶ ἐκείνῃ προσχρωμένη. εἰς σχῆμα δὲ ἀναλογίας· αὕτη ἡ λέξις εἴρηται μὲν ἀσαφῶς, τὸ δὲ λεγόμενον διὰ τῆς λέξεως τοιοῦτον ἂν εἴη· τὴν ἀναλογίαν δεῖ ποιεῖν τῶν τε ἀλλασσομένων τεχνιτῶν καὶ τῶν ἃ ἀλλάσσονται πρὸ τοῦ ἀλλάξασθαι κατὰ τὸν ὑφηγημένον τρόπον· οὕτω γὰρ γινομένης τῆς ἀναλογίας ἡ ἀντίδοσις καὶ ἡ ἀναλογία ἀλλαγὴ ἴση τε καὶ δικαία ἔσται καὶ εἰς τὸ σχῆμα τῆς ἀναλογίας ἀναχθήσεται· ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον οὕτω καὶ ὁ σκυτοτόμος πρὸς τὸν γεωργὸν μετὰ τῶν ὑποδημάτων ἕξει,1 καὶ ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτοτόμον, οὕτω καὶ ὁ σκυτοτόμος μετὰ τῆς οἰκίας. καὶ γὰρ προεῖπεν ἔσται δὴ ἀντιπεπονθὸς δίκαιον ὅταν ἰσασθῇ· καὶ πῶς ἰσασθῇ προσέθηκεν εἰπὼν ὥστε ὅπερ γεωργὸς πρὸς σκυτοτόμον, τὸ ἔργον τοῦ γεωργοῦ πρὸς τὸ τοῦ σκυτοτόμου· εἰ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς.2 τῆς ὑπεροχῆς ἡ μέν ἐστι καθ’ ὑπερβολήν, ἡ δὲ κατ’ ἔλλειψιν· γεωργὸς γὰρ καὶ ὑπόδημα καὶ τὴν ὑπεροχὴν ἕξει διότι γεωργὸς καὶ τὴν ἔλλειψιν διὰ τὰ ὑποδήματα· πάλιν σκυτοτόμος μετὰ τῆς τροφῆς ὁμοίως ἄμφω ἕξει, διὰ μὲν τὴν τροφὴν τὴν ὑπερβολὴν ὑπερεῖχεν ὅ τε γεωργὸς καὶ τὸ ἔργον αὐτοῦ τὸν σκυτοτόμον καὶ τὸ ἔργον αὐτοῦ, διὰ δὲ τὸ σκυτοτόμον εἶναι τὴν ἔλλειψιν. ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς· τοῦτο ἴσον ἂν εἴη τῷ εἰ γὰρ πρὸ τοῦ ἀλλάξασθαι μὴ ἀνάλογα γένοιτο αὐτῶν τὰ ἔργα ἁπλῶς ἀλλαξαμένων, ἀμφοτέρας ἕξει τὰς ὑπερβολὰς τὸ ἕτερον τῶν ἄκρων. οὔσης γὰρ ὑπεροχῆς τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν, ἂν ἀμείψωνται ὁ γεωργὸς καὶ ὁ σκυτοτόμος τὰ οἰκεῖα ἔργα πρὸ τοῦ ἐν ἀναλογίᾳ ληφθῆναι, τὸ ἕτερον τῶν συγκρινομένων γεωργὸς σκυτοτόμος ὑποδήματα τροφὴ πρὸς ἄλληλα ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς· ὁ γὰρ γεωργὸς μετὰ τῶν ὑποδημάτων καὶ κατὰ τὴν ὑπερβολὴν ὑπεροχὴν ἕξει. ὑπερεῖχε γὰρ ὁ γεωργὸς τοῦ σκυτοτόμου καὶ κατὰ τὴν ἔλλειψιν· ὑπερείχετο γὰρ διὰ τὰ ὑποδήματα ὑπὸ τῆς τροφῆς· ἔμπαλιν δὲ καὶ τὸ ἕτερον ἄκρον καὶ τὸ αὐτὸ ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς, τήν τε κατὰ τὴν ἔλλειψιν, (ἐλάττων γὰρ ὁ σκυτοτόμος τοῦ γεωργοῦ) τήν τε κατὰ τὴν ὑπεροχήν (ὑπερέχει γὰρ ἡ οἰκεία τροφὴ τῶν ὑποδημάτων). οὔσης δὲ τοιαύτης ἀνισότητος ἐν τῇ οὕτως γινομένῃ ἀναλογίᾳ, ἥτις ἦν ἐν τῷ ἀντιπεπονθότι δικαίῳ, εἰ ἁπλῶς γίνοιτο, οὔτ’ ἂν δικαίως καὶ κατ’ ἰσότητα γίνοιτο, μάταιόν τε καὶ ἀδύνατον τὸ εἰς σχῆμα ἄγειν ἀναλογίας πειρᾶσθαι τοὺς ἁπλῶς ἀλλασσομένους τὰ ἴδια ἔργα καὶ μὴ κατὰ τὴν προειρημένην ἀναλογίαν πρῶτον αὐτῶν διαιρεθέντων καὶ ἰσασθέντων. οὐ γὰρ δύναται εἶναι ὡς γεωργὸς πρὸς σκυτοτόμον οὕτω γεωργὸς μετὰ τῶν ὑποδημάτων πρὸς σκυτοτόμον οὐδὲ σκυτοτόμος μετὰ τροφῆς πρὸς γεωργὸν διὰ τὴν τῶν ἀλλασσομένων ἀνισότητα.

“因此,当它被均等化时,回报就会发生。” 也就是说,当他们彼此相互承受的这些产品,首先按照上述比例被均等化,从而农夫对鞋匠正如鞋匠的产品对农夫的产品时,这种回报的正义那时才会发生;如果他们是均等的,这些产品也必须具有均等的价值;如果他们中的一方胜过另一方,在共同体中处于优越地位者所获得的产品,也必须胜过处于劣势地位者所获得的产品,而且胜过的程度正如他们中的工匠胜过另一位工匠一样。按照回报正义的关系如果这样在四个项之间并按照几何比例发生,就会是合乎比例的,这种几何比例正是存在于分配的正义中的;然而他随后会表明,它在某种方式下也是在三个项之间发生,并在某种程度上被归入算术比例。回报的付出是按照几何比例发生的,而对回报付出中诸事物的比例与均等性的发现,则是通过算术比例发生并利用算术比例的。“纳入比例的图式”:这个用语虽然表达得晦涩,但通过该用语所说的意思会是这样的:必须按照所指示的方式,在交换之前,在交换的工匠与他们所交换的事物之间确立比例;因为如果这样形成比例,回报的付出与按比例的交换就会是均等且正义的,并且会被归入比例的图式中;以致正如农夫对鞋匠,鞋匠对带有鞋子的农夫也会具有同样的关系;正如建筑师对鞋匠,带有房屋的鞋匠〔对建筑师〕也会具有同样的关系。因为他确实事先说过:“因此,当它被均等化时,回报的正义就会发生”;并且他补充说明了如何被均等化,说道:“从而农夫对鞋匠,正如农夫的产品对鞋匠的产品;否则,它将拥有两种差量。”在差量中,一种是由于过多而产生的,另一种是由于不足而产生的;因为农夫与鞋子在一起,既会因身为农夫而拥有过多的差量,又会因鞋子而拥有不足的差量;反之,鞋匠与粮食在一起同样会拥有两者:因粮食而拥有过多——农夫及其产品原先胜过鞋匠及其产品——因身为鞋匠而拥有不足。“它将拥有两种差量”:这相当于说,因为如果在他们交换之前各自的产品没有合乎比例,而他们只是单纯地进行了交换,那么两端之一将拥有两种极度。因为既然差量一方面表现为过多,另一方面表现为不足,如果农夫和鞋匠在产品按比例被考量之前就交换各自的产品,那么相互比较的事物之一——农夫、鞋匠、鞋子、粮食——就会拥有两种差量;因为带有鞋子的农夫既会在过多方面拥有差量(因为农夫原先胜过鞋匠),也会在不足方面拥有差量(因为因鞋子的缘故而弱于粮食);相反,另一端作为一个相同之物也会拥有两种差量:既拥有不足方面的差量(因为鞋匠劣于农夫),又拥有过多方面的差量(因为各自的粮食胜过鞋子)。既然在这样形成的比例中存在着这种不均等——这正是若单纯发生时在回报的正义中存在的不均等——它既不能正义地也不能依照均等性发生,而且若不对自有的产品首先按照上述比例加以区分和均等化,就试图将单纯交换自有产品的人引入比例的图式,乃是徒劳且不可能的。因为由于所交换之物的不均等,绝不可能农夫对鞋匠,正如带有鞋子的农夫对鞋匠,也不可能带有粮食的鞋匠对农夫。

语法注2 条
  1. 5.25ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον οὕτω καὶ ὁ σκυτοτόμος πρὸς τὸν γεωργὸν μετὰ τῶν ὑποδημάτων ἕξει

    短语 ὡς εἶναι 代替 ὥστε 用以引出结果或解释,其后接比例句式结构(ὡς... οὕτω...)。谓语动词 ἕξει 作不及物用法表示关联(“对……具有某种关系”),随后的建筑师从句亦承袭了这一省略结构。

  2. 5.25ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς

    名词 ὑπεροχή 通常指“优越”或“过剩”,但在此处,正如注解者紧接着解释的(“差量中,一种是由于过多产生的,另一种是由于不足产生的”),该词被统称性地用以指代偏离均等的“差距”或“差量”。因此解释为同时具有两种极端的差距(过多与不足)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:224.26-226.3