- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:223.17-224.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解《尼各马可伦理学》1132b31–1133a19,阐明回报正义在按比例进行时如何维系政治共同体,并解释美惠女神庙宇的象征意义、对角线结合以及不同事物可比性的必要性。
" Ἀλλ’ ἐν μὲν ταῖς κοινωνίαις." Διὰ τούτων νῦν δείκνυσι καὶ πρὸς τίνα ἐστὶ χρήσιμον καὶ πῶς γινόμενον τὸ ἀντιπεπονθὸς δίκαιον ἔσται. εἰ γὰρ μὴ ἁπλῶς πρὸς τὸ πάθος γίνεται ἀλλὰ κατὰ ἀναλογίαν καὶ τὴν κατ’ αὐτὴν ἰσότητα, δῆλον ὡς χρήσιμόν ἐστι πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς· διαβαλὼν δὲ τὸ ἀντιπεπονθὸς δίκαιον λεγόμενον ὅτι μή ἐστι δίκαιον ἁπλῶς γινόμενον, νῦν πειρᾶται δεικνύναι πρὸς τίνα χρήσιμόν ἐστι καὶ πῶς γινόμενον εἴη ἂν δίκαιον. ἄν γὰρ μὴ ἁπλῶς γίνηται, ἀλλὰ κατὰ ἀναλογίαν καὶ τὴν κατ’ αὐτὴν ἰσότητα, ἀλλὰ μὴ ἁπλῶς κατὰ τὸ πάθος, χρήσιμόν ἐστι πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς, ἐν ᾧ καὶ τὸ τὰς πόλεις σώζεσθαί τε καὶ συμμένειν ἐστί· σύμφωνα δὲ ταῦτα τοῖς πρὸ ὀλίγου εἰρημένοις, ὅτε εἶπεν “ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ἀνῃροῦντο γὰρ ἄν”. καὶ γὰρ καὶ νῦν διὰ τούτου δείκνυσι τοῦτο προσθεὶς τὸ τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον συμμένει ἡ πόλις. ἀντιδιδομένων γὰρ τοῖς κακῶς ποιοῦσι τῶν κακῶν καὶ τοῖς καλῶς τῶν καλῶν οὐ δουλεία ἡ πολιτεία εὑρίσκεται ἀλλ’ ἐλευθερία τε καὶ δημοκρατία. γινόμενον οὖν παρὰ τῶν νόμων τὸ κατὰ ἀναλογίαν τε καὶ ὡρισμένον συντηρεῖν παρέχει τὰς πόλεις καὶ οὐκ ἐκπολεμοῦσθαι οὐδ’ ἀνατρέπειν τὴν πολιτείαν τε καὶ κοινωνίαν. ὅτι δὲ καὶ τοῖς εὖ πεποιηκόσι δεῖ ἀντιδιδόναι, σημεῖόν φησι καὶ τὸ ἱδρῦσθαι ἐν ταῖς πόλεσιν ἐμπεδὼν καὶ ἐν μέσῳ Χαρίτων ἱερόν, ὡς δεῖ πάντως τὸν εὖ παθόντα ἀνθυπηρετῆσαι ι̅δ̅ τοῦ προκατάρξαντος καὶ αὐτὸν πάλιν ἄρξασθαι χαριζόμενον. διὰ τοῦτο καὶ ἡ μέση τῶν Χαρίτων ἔμπαλιν ἔστραπται καὶ δεξιοῦται τὴν ἑτέραν, τῷ μὲν ἐπεστράφθαι τὸ πρὸς τὸν εὖ πεποιηκότα ὑπηρετικόν, τῷ δεξιοῦσθαι δὲ τὸ πάλιν ἀρχὴν αὐτὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν ἐνδεικνυμένη.1 εἰπὼν δὲ τὸ ἀντιπεπονθὸς δίκαιον γινόμενον κατὰ ἀναλογίαν σωστικὸν εἶναι τῆς πολιτικῆς κοινωνίας (οὐ γὰρ ἄγοιτο ἂν τῷ νεμητικῷ δικαίῳ κατὰ ἀναλογίαν γινόμενον),2 ἑξῆς πῶς γίνεται δείκνυσι καὶ τίς ἡ κατὰ διάμετρον ἐν τῷ διαγράμματι σύζευξις καὶ πῶς οἱ τεχνῖται ἀλλασσόμενοι τὰ ἔργα αὐτῶν τὸ ἴσον καὶ τὸ δίκαιον ἂν ἔχοιεν. ἁπλῶς μὲν οὖν τῆς ἀμείψεως γινομένης οὐκ ἔσται τὸ συνάλλαγμα ἴσον οὐδὲ συσταίη ἂν οὕτως ἡ πόλις· εἰ δὲ ἀνάλογον γένοιτο, τότε καὶ ἴση εἴη. οὐ γὰρ ἴση ἡ οἰκία καὶ τὸ ὑπόδημα. διὰ τοῦτο δεῖ τὸ ἀνάλογον παραλαμβάνειν ἐν τούτοις. καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων. τὸ καὶ οὐκ ἴσων προσέθηκε τῇ τιμῇ ἴσον τὸ μὴ ταὐτὸν λέγων.3 διότι διαφέρουσι κατὰ τὰ ἔργα ἀλλήλων καὶ οἱ τεχνῖται. οὔτε γὰρ πόλις οὔτε ἄλλη τις κοινωνία γίνεται πάντων ταὐτὰ ἐργαζομένων. ἕκαστος γὰρ ἂν οὕτως ἔχοι τὰ ἑαυτοῦ καὶ ἕν τι πάντες ἔσονται, ἡ δὲ χρεία πλειόνων· διὰ τοῦτο δεῖ διάφορα εἶναι τὰ γινόμενα ὑπὸ τῶν κοινωνούντων ἀλλήλοις. ἡ γὰρ χρησίμων καὶ λειπόντων ἑκάστῳ λῆψίς τε καὶ δόσις κοινωνίας αἰτία· ἐπεὶ δὲ μηδὲ οἷός τέ ἐστιν ἕκαστος πάντα ἐργάζεσθαι αὐτὸς ὧν ἐστιν ἐν χρείᾳ, τὰ δὴ διαφέροντα ταῦτα δεῖ πρῶτον ἰσωθῆναι ἀλλήλοις εἶθ’ οὕτως αὐτὰ ἀμείβεσθαί τε καὶ ἀλλάσσεσθαι τοὺς κοινωνούς· οὕτω γὰρ ἂν τὸ ἴσον ἔχοιεν.
“但是在共同体中。” 通过这些话,他现在指明了回报对什么有用,以及在怎样发生时它是正义的。因为如果它不是单纯根据所承受的损害发生,而是根据比例及其均等性发生,显而易见它对于交换的共同体是有用的;在抨击了所谓回报的正义在单纯发生时是不正义的之后,他现在试图指明它对什么有用,以及在怎样发生时它会是正义的。因为如果它不是单纯地发生,而是根据比例及其均等性发生,且非单纯根据所承受的损害发生,它就对交换的共同体是有用的,城邦的保全与维系正在于此;这些话与不久前所说的话是一致的,当时他说:“在其他技艺中也是如此;因为它们本会被废弃的。”因为甚至现在,他也借此,加上“因为通过按比例的回报,城邦才得以维系”表明了这一点。因为当恶事回报给作恶者、善事回报给行善者时,政制便被显现为不是奴役,而是自由与民主。因此,源于法律的合乎比例且被规定之物,使得城邦得以维持,而不致陷入战争,也不致颠覆政制与共同体。至于也必须对施恩者予以回报,他说这也有一个明证,那就是美惠三女神的庙宇稳固地建立在城邦的正中,这意味着承受恩惠者必须全力报答那首先施恩的人,并且自己再次带头施予恩惠。正因如此,居中的美惠女神也转身向后并与另一位携手,以其转身表明对行善者的效劳,以其携手表明自己再次成为互利互惠的开端。在说明了按比例发生的回报正义能够保全政治共同体之后(因为即使按比例发生,它也不会归于分配的正义),他接下来表明它是如何发生的,图示中按对角线的结合是什么,以及工匠们在交换各自的产品时如何能够拥有均等与正义。因此,若交换是无条件发生的,契约就不会是均等的,城邦也无法这样建立起来;但如果按比例发生,那时它才会是均等的。因为房屋与鞋子是不均等的。正因如此,在这些事物中必须引入比例。“而且总的来说,是在不同且不均等的事物之间。”他加上“且不均等”,意思是“并非同一”,所说的是价值上的均等。因为工匠们彼此之间也因各自的产品而不同。因为如果所有人制作同样的东西,城邦或任何其他共同体都不会形成。因为那样的话每个人都将只拥有自己的东西,所有人都会变成单一的事物,而需求却是多方面的;正因如此,相互交往者所制作的事物必须是多样的。因为各人获取与给予有用且所缺乏之物,乃是共同体的原因;既然每个人都无法独自制作自己所需的一切,这些不同之物首先必须彼此均等化,然后交往者们才能相互调剂并交换;因为只有这样,他们才能拥有均等。
"Διὸ πάντα συμβλητά πως δεῖ εἶναι." Συμβλητόν φησι τὸ ἕτερον ἑτέρου ἀλλασσόμενον· καὶ γὰρ τοιαῦτα καὶ τὰ ἀντεκβαλλόμενα τῆς ὕλης ἀλλήλοις. ἂν δὲ ἀσύμβλητον ᾖ, οὐχ οἷόν τε ἰσότητος μετέχειν οἷον γραμμὴ καὶ χρῶμα.
“因此,所有事物都必须在某种程度上是可以比较的。” 他将一种与另一种相交换的事物称为“可比较的”;因为在质料上彼此互为替代之物也是如此。但如果它是不可比较的,它就无法分有均等,例如线条与颜色。
- 5.23τῷ μὲν ἐπεστράφθαι τὸ πρὸς τὸν εὖ πεποιηκότα ὑπηρετικόν, τῷ δεξιοῦσθαι δὲ τὸ πάλιν ἀρχὴν αὐτὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν ἐνδεικνυμένη
由分词 ἐνδεικνυμένη(修饰居中的美惠女神雕像)支配的平行结构:两个带冠词的与格不定词短语(τῷ μὲν ἐπεστράφθαι 与 τῷ δεξιοῦσθαι δέ)分别表示方式或手段,而带冠词的宾格短语(τὸ ... ὑπηρετικόν 与 τὸ ... ποιεῖσθαι)则作 ἐνδεικνυμένη 的直接宾语。
- 5.23οὐ γὰρ ἄγοιτο ἂν τῷ νεμητικῷ δικαίῳ κατὰ ἀναλογίαν γινόμενον
ἄγοιτο ἂν 取被动意义(“被归入/还原为”),其主语是前文提到的“按比例发生的回报正义”。与格 τῷ νεμητικῷ δικαίῳ 表示所归属的范围,用以说明按比例的回报即使涉及比例,也不会被归并入分配的正义。
- 5.23τὸ καὶ οὐκ ἴσων προσέθηκε τῇ τιμῇ ἴσον τὸ μὴ ταὐτὸν λέγων
引用的短语 τὸ καὶ οὐκ ἴσων 作为 προσέθηκε 的直接宾语,后接环境分词 λέγων。在分词短语内部,τὸ μὴ ταὐτόν 作为主语(“非同一者”),τῇ τιμῇ ἴσον 作为表语补足语(“在价值上均等”)。
