- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:222.5-223.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德1132b21,批评毕达哥拉斯学派将回报(同态报复)定义为正义的做法,阐明这种无条件的回报欠缺比例,既不符合分配的正义也不符合矫正的正义。
" Δοκεῖ δέ τισι τὸ ἀντιπεπονθὸς δίκαιον." Δύο εἴδη διδάξας τῆς δικαιοσύνης τῆς ἐν μέρει ἀρετῆς ἀλλ’ οὐ τῆς κοινῆς τῆς ὡς νομιμότητος λεγομένης τό τε διανεμητικὸν καὶ τὸ διορθωτικόν, ἑκάτερον ἐν ἀναλογίᾳ ὄν, τὸ μὲν διανεμητικὸν ἐν τῇ γεωμετρικῇ καὶ ἐν τέτρασιν ὅροις. ὁρᾶται γὰρ νεμόμενα δύο, ἐν οἷς ἐνέμοντο δύο, οἷς δὲ ἐγίνετο ἡ νέμησις κατὰ ἀναλογίαν τῶν εἰσενεχθέντων ὑπ’ αὐτῶν· τῷ γὰρ πλείω εἰσφέροντι ἢ ὁπωσοῦν συντελοῦντι πλεῖόν τι εἰς τὸ κοινὸν πλείω ἐν τῇ νομῇ ἔνεμον, τῷ δ’ ἐλάττω ἔλαττον, τὸ δέ γε διορθωτικὸν ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ ἐδείχθη ὂν καὶ ἐν τοῖς τρισὶν ὅροις, τῶν ἄκρων τοῦ πλεονεκτήσαντος καὶ τοῦ πλεονεκτηθέντος ἐξισουμένων πρὸς κανόνα τὸ μέσον· ὅσον γὰρ ὁ πλεονεκτήσας ὑπερέχει τοῦ μέσου τοῦτο ἀφαιροῦντες αὐτοῦ καὶ προστιθέντες τῷ πλεονεκτηθέντι ἴσους αὐτοὺς ἐποιοῦντο· ταῦτα δὴ δείξας νῦν μνημονεύει τοῦ ἀντιπεπονθότος δικαίου1 καὶ ὃν ὅρον οἱ Πυθαγόρειοι τοῦ δικαίου ἐποιοῦντο, περὶ οὗ τί ποτέ ἐστιν ἐν τῷ πρώτῳ τῶν Μεγάλων Ἠθικῶν σαφέστερον εἶπεν· ἐκεῖνοι γὰρ ᾤοντο δίκαιον εἶναι ἅ τις ἐποίησε ταῦτα ἀντιπαθεῖν. τὸ δὴ τοιοῦτον οὐκ ἔστι πρὸς ἅπαντας· οὐ γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον ταὐτόν· οἰκέτης γὰρ ἐὰν πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστι δίκαιον πληγῆναι ἅπαξ ἀλλὰ πολλάκις. καὶ νῦν δ’ αὐτὸς σαφῶς ἐδήλωσε παραθέμενος τὸ τοῦ Ῥαδαμάνθυος· τὸ μέντοι ἔπος ἐστὶ παρ’ Ἡσιόδῳ ἐν τοῖς Μεγάλοις Ἔργοις οὕτως ἔχον “εἰ κακά τις σπείραι, κακὰ κέρδεα ἀμήσειεν· εἴ κε πάθοι τά κʹ ἔρεξε, δίκη δ’ ἰθεῖα γένοιτο.” αἰτιᾶται δὴ ὁ Ἀριστοτέλης καὶ ἐνταῦθα τῶν Πυθαγορείων τὸ ἁπλῶς εἰπεῖν τὸ ἀντιπεπονθὸς δίκαιον καὶ μὴ διορίσαι μηδὲ προσθεῖναι τὸ κατ’ ἀναλογίαν. τὸ γὰρ ἁπλῶς ἀντιπεπονθὸς ὡς ἕκαστον ὃ ἐποίησεν ἀντιπαρέχειν οὐδαμῶς δίκαιον· οὗ σημεῖον τὸ μὴ ἐφαρμόζειν αὐτὸ μήτε τῷ διανεμητικῷ δικαίῳ μήτε τῷ διορθωτικῷ, εἰς ἃ τὸ δίκαιον διῄρηται. οὐδετέρῳ δὲ ἐκείνων λέγοι ἂν αὐτὸς ἐφαρμόζειν, ὅτι ἐκείνων μὲν ἑκάτερον 〈ἐν〉 ἀναλογίᾳ ἐστί, τὸ μὲν ἐν τῇ γεωμετρικῇ, τὸ δὲ ἐν τῇ ἀριθμητικῇ. τοῦτο δὲ ἐν οὐδετέρᾳ ἐστὶ τῶν ἀναλογιῶν ἁπλῶς λαμβανόμενον. ὅτι μὲν οὖν οὐκ ἔστι τῷ διανεμητικῷ ταὐτὸν οὐδὲ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν γνώριμον (ἐν μὲν γὰρ ἐκείνῃ τὸ ἴσον ἐν τῷ κατ’ ἀξίαν) ἀλλ’ οὐδὲ τῷ διορθωτικῷ· τὸ μὲν γὰρ ἐπανορθωτικὸν οὐ τὰ αὐτὰ ἀξιοῖ παρέχειν τοὺς ποιήσαντας ἃ ἐποίησαν ἀλλὰ τιμᾶσθαι τὴν ἀξίαν αὐτῶν εἰς ὅσον διαφέρει τῷ παθόντι καὶ ταύτην δίδοσθαι τοῖς πάθεσιν. ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος ὅταν ἁπλῶς καὶ χωρίς τινος ἀναλογίας λαμβάνηται, δεῖ ἁπλῶς παθεῖν τὸν δράσαντα. τοιοῦτον γὰρ τὸ εἴ κε πάθοι τά κʹ ἔρεξε. τοῦτο δ’ οὐδαμῶς δίκαιον. καὶ αὐτὸς δὲ δείξει τῇ παραθέσει τῶν παραδειγμάτων οἷον εἰ ἀρχὴν ἔχων καὶ τὰ λοιπά. τὰ γὰρ αὐτὰ οὐκ ἴσην ποιεῖ τὴν βλάβην ἄρχοντί τε καὶ ἀρχομένῳ· ὁ γὰρ ἄρχων πλέον τι ἢ κατὰ τὸν πολίτην ἐστί, διὸ οὔτε πλήξας ἀντιπλήσσεται, ὅτι μηδὲ ἀδικεῖν δοκεῖ, καίτοι ι̅δ̅ πέπονθεν ὁ πληγείς,2 μήτε πληγεὶς τοῖς ἴσοις ἀμύνεται· τὸ δὲ ἁπλῶς ἀντιπεπονθὸς τὸ αὐτὸ ἀντιγίνεσθαι βούλεται. ἔτι οὔτε αἱ ζημίαι οὔτε αἱ πλεονεξίαι ἴσαι ἐπί τε τῶν ἀκόντων καὶ τῶν ἑκόντων πλημμελησάντων, ὃ ἐν μὲν τῷ διορθωτικῷ δικαίῳ ἐξετάζεται ἐν τῇ ἐξετάσει τοῦ μέρους τῆς ζημίας· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος οὐδὲν τοιοῦτον ἐξετάζεται.
“有些人认为,回报就是正义。” 在阐明了作为部分之德而非作为守法而被称为普遍之德的正义的两个种类,即分配的正义与矫正的正义之后,并且阐明了二者各自都在于比例之中——分配的正义在于几何比例且涉及四个项(因为所分配的两样事物被显现出来,在其中分配给两个人,对他们的分配是按照他们所缴纳之物的比例进行的;因为对于缴纳更多或无论以何种方式为共有财产贡献更多的人,他们在分配中分给更多,而对于缴纳较少的人则分给较少),而矫正的正义被证明是在算术比例中且涉及三个项,过度占有者与被剥夺者这两个极端项依据作为准绳的中项而被拉平(因为过度占有者超过中项多少,他们便从他那里减去多少并加给被剥夺者,使他们均等)——既然阐明了这些事,他现在提到了回报的正义,以及毕达哥拉斯学派对正义所下的定义;关于这究竟是什么,他在《大伦理学》第一卷中说得更为清楚。因为他们认为,一个人做了什么就反过来遭受同样的事,这就是正当的。但这种做法并非对所有人都适用;因为对于奴隶相对于自由人而言,同样的事并非正当;因为如果奴隶打了自由人,让他只被打一次是不正当的,而是应当被打多次。而现在他自己通过引用拉达曼提斯的话也清楚地表明了这一点;不过这句诗见于赫西俄德的《大工作》,内容如下:“若有人播下恶,便当收获恶果;若人遭受其所作之事,正直的裁决便已成就。”因此,亚里士多德在此也指责毕达哥拉斯学派无条件地说回报就是正义,而没有作出规定,也没有加上“按照比例”。因为无条件的回报,即把每人所做之事作为交换回报回去,绝不是正义的;其标志就在于它既不适用于分配的正义,也不适用于矫正的正义——正义已被划分入这两者之中。他会说,它对于这两者都不适用,因为它们各自都在一种比例之中,一者在几何比例中,另一者在算术比例中;而这若被无条件地理解,则不在任何一种比例之中。因此,它与分配的正义并非同一,也不符合几何比例,这是显而易见的(因为在那〔比例〕中,均等是在于按照价值之物中);但它与矫正的正义也非同一。因为矫正者并不要求施事者提供其所做的原样之事,而是要求估算这些事对于受害者的差异有多大价值,并将这种价值补偿给受害者所承受的痛苦。而在回报的场合,当它被无条件地且不带任何比例地理解时,施事者必须单纯地承受其所作。因为“若人遭受其所作之事”就是这个意思。而这绝非正义。他自己也将通过列举实例来表明这一点,例如“如果掌权者”等等。因为同样的事对掌权者和被统治者造成的损害并不均等;因为掌权者高于普通的公民,所以他即使打了人也不会被打回去,因为他甚至不被认为行了不义(即便被打的人承受了严重的损害);而如果他被打,他也不会仅以同等的程度进行报复;但无条件的回报却要求以同样的事回报。此外,在非自愿犯过者与自愿犯过者身上,损失与过度获利也都不均等,这在矫正的正义中是在审查损害部分时予以考察的;而在回报中,任何此类事情都不被考察。
- 5.22Δύο εἴδη διδάξας τῆς δικαιοσύνης ... ταῦτα δὴ δείξας νῦν μνημονεύει τοῦ ἀντιπεπονθότος δικαίου
这是一个长大的前置分词结构:句首分词 διδάξας(在阐明……之后)引导的修饰从句插入了对分配与矫正正义的简要总结,随后由总结性分词 ταῦτα δὴ δείξας(在表明这些之后)重新承接,最终才引出主句谓语动词 νῦν μνημονεύει(现在提到)。
- 5.22καίτοι ι̅δ̅ πέπονθεν ὁ πληγείς
写本中的缩写 ι̅δ̅ 既可读作数字14,亦被校勘者推测为 ἴδια(意为“自身的遭际/严重的痛苦”)的缩写。在由 καίτοι(“尽管/即使”)引导的让步分句中,它构成了语境上的对比,即“即使被打者承受了严重的损害”。
