- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:220.30-222.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥通过线段图示与具体数字(3、6、9)详细解释了矫正的公正中的算术比例机制,并论述了这种比例均等同样适用于各种技艺之间的产品交换与补偿。
" Ἐπὰν γὰρ β̅ ἴσα." Δείκνυσιν ἡμῖν καὶ ἐπὶ διαγράμματος ὅτι ἡ διαίρεσις αὕτη κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν γίνεται. ἔστι δὲ τὸ δεδειγμένον ἐπὶ τῆς τῶν γραμμῶν τιμῆς δεῖξαι καὶ ἐπ’ ἀριθμῶν· τῶν γὰρ γ̅ καὶ τῶν θ̅ μέσος ἐστὶν ὁ ἓξ̅ ἀριθμός· ἐὰν δὴ ὅσοις ὁ ἐννέα τῶν ἓξ ὑπερέχει τοσαῦτα ἀφελόντες ἀπ’ αὐτοῦ προσθῶμεν τοῖς τρισί, ἐγένετο ἰσότης αὐτῶν πρός τε ἀλλήλους καὶ τὸ μέσον. ἔστω ἓξ̅ καὶ ἓξ̅· ἀπὸ θατέρου τῶν ἓξ̅ ἀφαιρείσθω τυχὸν τρία καὶ προστεθείσθω θατέρῳ [β̅]· δῆλον ὡς τὸ μὲν ᾧ προσετέθη τὸ ἀπὸ θατέρου τῶν ἓξ ἀφαιρεθὲν γενόμενον ἐννέα τοῦ λοιποῦ τοῦ ἑτέρου τῶν ἓξ ὅ ἐστι τριῶν, τὰ θ δυσὶν ὑπερέχει· δυσὶ δὲ δηλονότι τρισὶ καὶ τρισί· τὸ γὰρ θ πλεονεκτοῦν τὰ τρία τῶν ἓξ εἰς δὶς πλεονεκτεῖν ἔοικε τρισίν. οὐκοῦν εἰ τοσαῦτα ἀφελόντες ἀπὸ τῶν θ, ὅσοις πλεονεκτεῖ τὰ ἕξ, προσθῶμεν τοῖς τρισίν, ἓξ ἔσται γινόμενα. ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει.1 ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἡλίκῳ τὸ μέσον τοῦ ἐλάττονος ὑπερέχει, τηλικοῦτον αὐτῷ δεῖ προστεθῆναι, ἵνα ἴσον τὸ μέσον γένηται. τούτῳ μὲν οὖν τηλικοῦτον δεῖ προστεθῆναι· τοῦ δὲ μεγίστου πάλιν ἀφαιρεθέντος ὅσῳ τοῦ μέσου ὑπερέχει (ἂν γὰρ τοῦ μὲν τηλικοῦτον ἀφαιρεθῇ, τῷ δὲ τηλικοῦτον προστεθῇ), γίνεται ἴσα τὰ τρία. τὸ δὲ δίκαιον καὶ τὸ ἐπανορθωτικὸν καὶ τὸ ἴσον τὴν μέσου χώραν ἔχει καὶ κανών ἐστι καὶ μέτρον τοῦ ἰσωθῆναι τὸν ἠδικημένον τῷ ἀδικήσαντι.
“因为当两个相等之物。” 他还通过图示向我们表明,这种分割是按照算术比例进行的。并且,在线段的量值上所展示的事例也可以在数字上展示;因为六这个数是三与九的中项。如果我们将九超过六的差额从九中减去并加到三上,它们彼此之间以及与中项的均等便得以实现。假定有六和六;姑且从其中一个六中减去三并加到另一个六上。显然,加上从一个六中减去的部分而变为九的那一部分,比起另一个六的剩余部分(即三),超过了两倍;也就是说,显然超过了两个三。因为九比六超出三,似乎就比三多出了两个三。因此,如果我们将六所超过的差额从九中减去并加到三上,所得之数就将是六。“因为中项所超过的量”。他所说的是这样的意思:中项超过较小者多少,就必须向它加上多少,以便使之与中项相等。因此,对于这一个必须加上这么多;而从最大者中再次减去它超过中项的量(因为若从一个减去这么多,而向另一个加上这么多),这三个量就会变得均等。而公正者、矫正者与均等者占据着中项的地位,并且是被侵害人与侵害者得以拉平的准绳和尺度。
"Ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τοῦτο." Δείκνυσι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν καὶ τὴν ἰσότητα ταύτην καὶ τὰς ἀντιδόσεις τὰς γινομένας ἔχειν τῶν ἔργων τῶν γινομένων ὑπὸ τῶν τεχνῶν. ὃ δὲ λέγει διὰ τῆς τάξεως ταύτης τοιοῦτον ἂν εἴη· ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου ὁ δικαστὴς τὴν ὑπεροχὴν τοῦ πλέον ἔχοντος ἀφελὼν τῷ ἐλαττωμένῳ καὶ παθόντι προστίθησιν (ἥτις ὑπεροχὴ πόση τίς ἐστι, γίνεται φανερὰ ἀπὸ τοῦ μέσου καὶ ἴσου), οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τῶν τεχνιτῶν καὶ τῶν κατ’ αὐτὰς κοινωνιῶν τε καὶ ἀποδόσεων. εἰ γὰρ ἐν τοῖς ἔργοις τοῖς διαφέρουσι μὴ ἦν τοῦ καλλίονος πρὸς τὸ χεῖρον ὑπεροχὴ ὡρισμένη καὶ μεμετρημένη (ὡς γὰρ ἐπὶ τοῦ ποιοῦντος καὶ πλεονεκτοῦντος καὶ τοῦ πάσχοντος καὶ πλεονεκτουμένου), οὐκ ἂν ἠδύνατο κοινωνεῖν ἀλλήλοις. ἢ οὕτως· εἰ μὴ κατ’ ἀξίαν τῶν γινομένων ὑπὸ τῶν τεχνιτῶν κατά τε τὸ μέγεθος καὶ τὴν ποιότητα ἦν ἡ χρεία τῶν δεομένων αὐτῶν, οὓς πάσχοντας διὰ τὴν χρείαν εἶπεν, ἀνῃροῦντο ἂν αἱ τέχναι. οὐ γὰρ ἂν εἰργάζοντο, μὴ μέλλοντές γε τὸ ἴσον ἀνταπολήψεσθαι. εἰ μὴ οὖν ἐποίει τὸ ποιοῦν, τουτέστιν εἰ μὴ ἡ τοῦ καλλίονος πρὸς τὸ χεῖρον ὑπεροχὴ ὡρισμένη τε καὶ μεμετρημένη, ὡς ἐπὶ τοῦ πλεονεκτοῦντος καὶ πάσχοντος καὶ πλεονεκτουμένου. τῶν παρὰ τὸ ἑκούσιον, τὸ ἴσον ἔχειν πρότερον καὶ ὕστερον. τοῦτο ἀσαφῶς εἴρηται, δηλωτικὸν δέ ἐστι τοῦ τὸ δίκαιον κέρδους καὶ ζημίας παρὰ τὸ ἑκούσιον γινομένων μέσον εἶναι ἐν τῷ ὃ πρότερον μέσον εἶχεν ὅ τε πλεονεκτῶν καὶ ὁ πλεονεκτούμενος πρὸ τῆς πλεονεξίας, τοῦτο καὶ ὕστερον αὐτοῖς γίνεσθαι παρὰ τοῦ δικαίου.2 τὸ ἴσον ἔχειν· εἰ προστεθείη τὸ ὅ, λυθείη ἂν ἡ ἀσάφεια, ἵν’ ᾖ οὕτως ‘τὸ ἔχειν ἴσον, ὃ καὶ πρότερον τοῦτο καὶ ὕστερον.’ τὸ δὲ ἔχειν ἀντὶ τοῦ αὐτὸ ἔχειν ἑκάτερον ὃ καὶ πρὸ τῆς πλεονεξίας εἶχον καὶ μετὰ τὴν πλεονεξίαν τοῦ δικαστοῦ ἐπανάγοντος πρὸς τοῦτο.
“而在其他技艺中也是如此。” 他表明,按照算术比例和这种均等,技艺所生产的成果之间的交换也是如此成立的。他通过这种安排所说的内容大致如下:正如在矫正的公正中,审判官减去占有多者的过量部分,并将其加给被削减和受损的一方(这一过量部分究竟有多大,从中项与均等者中显现出来),他说在技艺工匠以及依据技艺形成的交往与交换中也是如此。因为在不同的成果中,如果较优者对较劣者的优势没有被规定和衡量(正如在行事且过度占有者与受损且被剥夺者的例子中一样),他们就无法彼此交往。或者可以这样理解:如果根据技艺工匠所造之物在规模和品质上的价值,没有那些需要它们的人的实际需求(由于这种需求,他称这些人是处于受动地位者),技艺就会消亡。因为如果他们不会得到均等的回报,他们就不会劳作。“因此,如果施事者不制作”,也就是说,如果较优者对较劣者的优势没有被规定和衡量,正如在过度占有者与受损且被剥夺者的例子中一样。“在非出于意愿的事项中,在之前和之后具有均等。”这句话说得不够明晰,但它表明的是,公正之所以是非自愿产生的利益与损失之间的中项,在于过度占有者与被剥夺者在过度占有之前原初作为中项所具有的东西,在之后也通过公正而重新赋予他们。“具有均等”:如果加上关系词“凡……者”,这种不明晰性就可以消除,从而成为:“具有均等,即凡此前所有的,此后亦具有此物。”而“具有”则代表在过度占有之前他们各自所具有的原物,在过度占有之后由审判官促成复归,使他们再次具有。
- 5.20ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει
引自亚里士多德原文(1132a33)。关系代词 ᾧ 是表示差额程度的与格(dative of measure of difference),意为“中项超过[较小者]的量”。紧随其后的解释用相关词 ἡλίκῳ... τηλικοῦτον 进行了对应改写,表明它表示的是超出的数量而非手段或原因。
- 5.21δηλωτικὸν δέ ἐστι τοῦ τὸ δίκαιον κέρδους καὶ ζημίας παρὰ τὸ ἑκούσιον γινομένων μέσον εἶναι ἐν τῷ ὃ πρότερον μέσον εἶχεν ὅ τε πλεονεκτῶν καὶ ὁ πλεονεκτούμενος πρὸ τῆς πλεονεξίας, τοῦτο καὶ ὕστερον αὐτοῖς γίνεσθαι παρὰ τοῦ δικαίου
复合嵌套结构:谓语形容词 δηλωτικόν 支配带冠词的属格不定式短语(τοῦ... εἶναι),而在其内部,介词短语 ἐν τῷ 又支配着另一个不定式 γίνεσθαι。从句 ὃ πρότερον... 是带有先行词 τοῦτο 的关系从句;整体结构表示“通过在事后由公正将双方在过度占有前作为中项所拥有的事物重新赋予他们,公正才成为中间”。
