← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§219.11-220.29

损害的差异与矫正正义中的算术均等

本节注解亚里士多德《尼各马可伦理学》1132a2关于矫正正义的讨论,阐明法律不问当事人的德行身份而只着眼于损害差异,并指出即使在侮辱与暴行中,只要对受损加以评估,不公正是如何通过算术比例的均等得到矫正的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.19

" Οὐδὲν γὰρ διαφέρει εἰ ἐπιεικὴς φαῦλον ἀπεστέρησεν." Οἷον ἐπὶ τῆς κατ’ ἀξίαν νομῆς κατὰ τὰς τοιαύτας ὑπεροχὰς μετρουμένη κατ’ ἀξίαν γίνεται, ἀλλὰ πρὸς τοῦ βλάβους τὴν διαφορὰν μόνον ἐπιβλέπει ὁ νόμος· καὶ γὰρ εἰ δοκεῖ τῷ ὑβρίσαντι τὸν ἄρχοντα πλείων ὡρίσθαι ἡ ζημία, ἀλλὰ καὶ ἐνταῦθα1 ἁπλῶς καὶ καθόλου ἐστίν· οὐ γὰρ τῷ μὲν τόνδε τὸν ἄρχοντα, τὸν εὐγενῆ φέρε εἰπεῖν, ὑβρίσαντι, ἄλλο τι πρόστιμον, τῷ δὲ τὸν μὴ οὕτως εὐγενῆ ἄλλο, ἀλλ’ ἐπὶ πᾶσι κοινὴ καὶ ἡ αὐτὴ ζημία τῷ πάντως τὸν ἄρχοντα ὑβρίσαντι. ἐπεὶ δὲ τῶν εἰς ζημίαν τεινόντων φανερὰ ἡ πλεονεξία τοῦ βλάψαντος, ἐπὶ δὲ τῶν εἰς ὕβριν καὶ βίαν οὔ, παρατίθεται τὰ τοιαῦτα καὶ δείκνυσι πῶς καὶ ἐν τούτοις ἡ διόρθωσις κατὰ τὸ ἴσον γίνεται. ἄν τε γὰρ ὁ μὲν πλήξῃ ὁ δὲ πληγῇ καὶ κατὰ ταῦτα ἤ τι τοιοῦτον ἡ ἀδικία γένηται, διῄρηται καὶ ἐπὶ τούτων τὸ τοῦ παθόντος πάθος καὶ τὸ ἔργον τοῦ ποιήσαντος. διῄρηται τὸ πάθος, τοῦ παθόντος δηλονότι, καὶ τὸ ἔργον τοῦ ποιήσαντος εἰς ἄνισα καὶ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔχει. ταύτην δὲ τὴν ἀνισότητα πειρᾶται δεῖξαι ἐξισοῦσαν τῇ ζημίᾳ ἣν ἐπιτίθησιν αὐτοῖς τοῦ κέρδους ὃ ἐκέρδανε καὶ ἐπλεονέκτησε, τοὺς ἴσους ἀναφέρων ὅσον ὑπερεῖχεν αὐτοῦ τοῦ ὃν ἠδίκησεν. ἰστέον δὲ ὅτι ὡς ἔχει ἡ συνεισφορὰ τῶν χρημάτων τοῦδε πρὸς τὴν τοῦδε, οὕτω καὶ ὁ συνενεγκάμενος πρὸς τὸν συνεισενεγκάμενον ὑπὲρ τῆς πόλεως, καὶ ὡς οἱ κίνδυνοι πρὸς τὸν κίνδυνον τῶν ἐν πολέμῳ στρατηγούντων καὶ ὁ κινδυνεύσας πρὸς τὸν κινδυνεύσαντα, καὶ ἁπλῶς ὡς τὸ εὖ πρὸς τὸ εὖ καὶ ὁ τούτου αἴτιος πρὸς τὸν αἴτιον. ἐπεὶ οὖν τοῦτο ἐν τῇ νεμήσει τῆς τιμῆς ἤ τινος ἄλλου τοιούτου, κατὰ τὸ ἀνάλογον τιμήσονται. κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος,2 τουτέστιν ἐπεὶ τὸ κέρδος καὶ ἡ ζημία κυρίως ἐπὶ χρημάτων δοκεῖ λέγεσθαι καὶ ὅλως ἐπὶ κτημάτων· ὁ μὲν γὰρ πλέον ἐπὶ τούτοις προσκτησάμενος ἐκέρδανεν, ὁ δὲ ἐπὶ τούτοις ἔλαττον ἔχων ἐζημιώθη. ἐπεσημήνατο τοῦτο ὅτι κοινῶς καὶ ἁπλῶς τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ τούτων λέγεται, οὐκ ἐπὶ τῆς εἰς χρήματα ὑπεροχῆς ἢ ἐλαττώσεως μόνον ἀλλὰ καὶ ὕβρεως καὶ τῶν τοιούτων· καὶ διὰ τί προστίθησιν ἀλλ’ ὅταν γε μετρηθῇ τὸ πάθος; τὸ γὰρ μετρεῖσθαι τὸ πάθος καὶ τιμᾶσθαι τοῦτο καὶ ἡ ζημία καὶ τὸ κέρδος ἐπὶ τούτων λέγεται· τιμηθέντος γὰρ τοῦ γινομένου, ὅσουπερ ἄξιον ἔπαθεν ὁ παθών, τοσοῦτον ζημιοῦται ὁ ποιήσας. δείξας δὲ κοινῶς τὴν κατ’ αὐτὴν ἀδικίαν εἰς κέρδος καὶ ζημίαν διαιρουμένην, συλλογίζεται πάλιν καὶ τὸ ἐν τούτοις δίκαιον ἴσον, ἐν οἷς κέρδος καὶ ζημία μέσον ἐστί. τὸ ἴσον μέσον· ἐπὶ τοῦ πλείονος καὶ ἐλάττονος τὸ ἴσον μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία ἐν οἷς τὸ ἄδικον, ταῦτα πλέον καὶ ἔλαττόν ἐστι, πλέον μὲν τὸ κέρδος ἔλαττον δὲ ἡ ζημία. δῆλον δὲ ὡς καὶ κέρδους καὶ ζημίας τὸ ἴσον μέσον ἐστί, τουτέστι τὸ δίκαιον. ἐπεὶ δὲ πολλάκις καὶ ὁ τοῦ κακοῦ ἔλαττον λαβὼν ἀδικεῖ τε καὶ κερδαίνει, περὶ τούτων διορίζει μεταξὺ καὶ τοὺς λογισμοὺς καί φησιν ἐναντίως τὸ κέρδος καὶ τὴν ζημίαν τὸ πλέον καὶ τὸ ἔλαττον ἔχειν. τὸ δὲ ἔλαττον ἐναντίως, κατὰ τὸ κακοῦ εἶναι καὶ ἀγαθοῦ πλεονεξίαν, ἀγαθοῦ μὲν πλεονεξία κακοῦ δὲ μειονεξία τὸ κέρδος, κακοῦ δὲ πλεονεξία ἀγαθοῦ δὲ μειονεξία ἡ ζημία, ὧν ἦν μέσον τὸ ἴσον, ἐπεὶ ταὐτόν ἐστιν ἐπανορθωτικὸν δίκαιον ἴσον· μεταλαβὼν τὸ δίκαιον ἴσον εἶπε. διὰ δὲ τοῦτο, φησί, τὸ εἶναι τὸ δίκαιον τὸ ἐπανορθωτικὸν μέσον ζημίας καὶ κέρδους, ὅταν ἀμφισβητῶσί τινες πρὸς ἀλλήλους ὡς οὐκ ἔχοντες τὸ ἴσον ἀλλὰ ζημιούμενοι ἐπὶ τὸν δικαστὴν καταφεύγουσι, τουτέστιν ἐπὶ τὸν δίκαιον καὶ ἴσον, ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη. τοῦτο ὥσπερ συμπέρασμα τοῖς εἰρημένοις ἐπήνεγκε. τὸ δ’ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ ἐλάττονος. τὴν ἀριθμητικήν φησι μεσότητα, ἧς καὶ ἔμπροσθεν ι̅δ̅ ἐμνήσθη· αὕτη δὲ ἐν ἴσῃ ἐστὶν ὑπεροχῇ τοῦ μείζονος καὶ ἐλάττονος· ᾧ γὰρ ὑπερέχει τὸ ἔλαττον, τούτῳ ὑπερέχεται ὑπὸ τοῦ μείζονος, ὡς ἐπὶ τῶν † δέκα· εἰ γὰρ τὰ δέκα ὀλίγα, τὰ δὲ ἕνδεκα πολλά, τὰ ἑπτὰ μέσα. ἐν ἰσότητι γὰρ ἡ ὑπεροχὴ τοῦ τε μείζονος καὶ ἐλάττονος κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ὁ γὰρ μέσος ὅρος ἐπὶ ταύτης ἴσῳ ὑπερέχει τε τὸ ἕτερον ἄκρον καὶ ὑπὸ τοῦ ἑτέρου ὑπερέχεται.

“因为无论是一个品德高尚者剥夺了一个卑劣者,都没有什么区别。” 正如在按应得的分配中,按照此类优异性来衡量便成为按应得的,但法律仅仅着眼于损害的差异;因为即使对侮辱长官者似乎规定了更重的惩罚,但在这里也是单纯且普遍适用的;因为并不是说,对侮辱了这位长官(比方说出身显贵者)的人处以某种罚款,而对侮辱了并不如此显贵的人处以另一种罚款,而是在所有情况下,对于无论如何侮辱了长官的人,都有共同且相同的惩罚。然而,由于在涉及金钱损失的事项中,造成损害者的非法所得是显而易见的,而在涉及侮辱和暴力的事项中则并非如此,因此他列举了此类事例,并表明在这些事项中矫正也是如何根据均等而发生的。因为无论是一方施击而另一方受击,抑或不公正依照这些或类似方式发生,在这些事项中,受害者的受损与施害者的作为同样被分开了。受损——显然是指受害者的受损——与施害者的作为被分成了不均等的两部分,一方所占较多,另一方所占较少。他试图表明,这种不均等是通过施加给他们的损失来与行为者所赚取并过度占有的利益持平的,通过追回相等的数额,使其达到他超出被侵害者本人的那个程度。应当知道的是,正如这一个人的金钱分摊对那一个人的分摊的关系,为城邦共同出资者对其共同出资者的关系也是如此;战时统军将领们的危险对危险的关系,冒风险者对冒风险者的关系也是如此;简言之,善举对善举的关系,导致善举者对导致善举者的关系也是如此。因此,既然这存在于荣誉或某种其他类似事物的分配中,他们就将按照比例受到尊崇。“即使对某些事物来说这不是一个本义的名称,利益”,也就是说,因为利益和损失严格来说似乎是就金钱以及总的来说就财产而言的——因为在这些方面获得更多的人赚取了利益,而在这些方面拥有较少的人遭受了损失——他指出了这一点:利益和损失通常且单纯地适用于这些事项,不仅适用于金钱上的过多或减少,也适用于侮辱及类似情况;那么,为什么他又补充道“但只要受损受到衡量”呢?因为受损受到衡量并被评估,损失与利益也是就这些事项而言的;因为一旦所发生的事情受到评估,受害者遭受了多少价值的损害,施害者就会遭受同等程度的惩罚。在表明了本身的不公正普遍地分为利益与损失之后,他又推论出在存在利益与损失的这些事物中,均等的公正是中间。均等是中间;在较多与较少之间,均等是中间,而不公正所在的利益与损失,它们正是较多与较少——利益是较多,而损失是较少。显然,均等,即公正,也是利益与损失之间的中间。然而,由于承受较少恶事的人也往往既行不公正又获得利益,因此他在其间区别了关于这些事项的推理,并指出利益与损失以相反的方式具有较多与较少。而较少是以相反的方式产生的,这是根据存在对恶和对善的过度占有:利益是善的过多与恶的过少,而损失则是恶的过多与善的过少,这两者的中间便是均等,因为矫正的公正与均等是同一回事;他替换了用语,把公正说成均等。他说,“正是由于这个原因”,由于矫正的公正居于损失与利益之间,当人们彼此发生争执,认为自己未获得均等而是遭受了损失时,他们便求助于审判官,也就是说求助于公正均等的人,从而使矫正者成为公正。他把这一点作为对前述内容的结论引出。“而均等是较大者与较小者之间的中间。”他指的是算术中项,此前在第14节中他也曾提到过这一点;而这存在于较大者与较小者的等量差额之中;因为它超过较小者多少,它就被较大者超过多少,正如在†十†的例子中;因为如果十是少,十一是多,那么七就是中间。因为在算术比例中,较大者与较小者的超额处于均等之中;因为在这种比例中,中项以均等的量超过一个极端,并被另一个极端所超过。

语法注2 条
  1. 5.19καὶ γὰρ εἰ δοκεῖ ... ἀλλὰ καὶ ἐνταῦθα

    这是归结句中的 ἀλλά(apodotic ἀλλά)用法,即在让步条件从句(εἰ...)之后,主句开头使用连词 ἀλλά 来引导。它在承认潜在异议的同时强烈反驳并强调主句论点:“因为即使似乎……,但在这里也……”。

  2. 5.19κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος

    化用了亚里士多德原文(1132a10–11)的句式。κἂν εἰ 引导让步分句(“即使……”),整个句子的主干延续至后文的 ἐπεσημήνατο τοῦτο。其中的 τὸ κέρδος 作为主语(“‘利益’这一名称”),用以论述“利益”一词从狭义的金钱财产扩展至暴行或侮辱等一般侵权行为。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:219.11-220.29