- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:21.15-22.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯阐明了亚里士多德主张在伦理学与政治学中满足于粗略轮廓性说明的原因,并基于对必然发生、就多数情况发生、等可能发生与极少数情况发生之事物的逻辑与认识论划分进行了剖析。
" Ἀγαπητὸν οὖν περὶ τοιούτων καὶ ἐκ τοιούτων λέγοντας." Ἐπεὶ τοσαύτην φησὶν ἔχει ἀμφιβολίαν τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια καὶ ἀγαθὰ καὶ οὐκ ἔστι βεβαία τις δόξα τούτοις περὶ αὐτῶν καὶ ὁμόνοια, εἰ καὶ ἡμεῖς περὶ τούτων λέγοντες οὐ μετ’ ἀκριβοῦς καὶ λεπτομεροῦς ἐξετάσεως ἀλλ’ ὁλοσχερῶς καὶ παχυμερῶς καὶ οὐ καθαρῶς, ἀλλ’ ὡς ἐν τύπῳ τινὶ τὴν περὶ τούτων ἀλήθειαν ἐνδειξόμεθα, ἀρκεστέον τοῖς λεγομένοις, ὅμως ἐπεὶ οὐκ ἀναγκαῖα τὰ ὑποκείμενα1 οὐδ’ ἀεὶ ὡσαύτως ἔχοντα ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὰς περὶ τούτων δείξεις ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων ἀποτελεῖσθαι· ὥστε καὶ τὰ συμπεράσματα οὐκ ἀναγκαῖα ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἔσονται, εἰ καὶ ἐξ ἀνάγκης τιθεμέναις ταῖς προτάσεσιν ἕπονται.2 ἐπεὶ γὰρ οὔτε τὰ ὄντα οὔτε τὰ γινόμενα ἐξ ἀνάγκης εἰσὶν ἢ γίνεται πάντα, ἀλλ’ ἔστι τινὰ διακοπτόμενα τοῦ εἶναι καὶ τοῦ γίνεσθαι, ἐντεῦθεν καὶ τὸ ἐνδεχόμενον παρεισάγεται καὶ διαιρεῖται εἰς τρία τάδε, εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπίσης τὸ ἐπ’ ἔλασσον. καὶ περὶ μὲν τὸ ἀναγκαῖον ἐπιστήμη καταγίνεται ἀναγκαία οὖσα καὶ ἐξ ἀναγκαίων ἀναγκαῖα περαίνουσα, περὶ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον τέχνη, ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων τὰ ὡς ἐπὶ τὸ πολὺ συνάγουσα συμπεράσματα, περὶ δὲ τὸ ἐπίσης λογισμὸς καὶ προαίρεσις, κριτικαὶ οὖσαι δυνάμεις καὶ ἄμφω τὰ μέρη τῆς ἀντιφάσεως ἑκατέρωθεν ταλαντεύουσαι καὶ ὃ ἂν δόξῃ δέον τοῦτο τοῦ ἀντικειμένου τιθέμεναι προυργιαίτατον.3 περὶ δὲ τὸ ἐπ’ ἔλαττον οὐδεμία δύναμις καταγίνεται, διὸ καὶ τύχῃ καὶ αὐτομάτῳ οἱ παλαιοὶ τὸ τοιοῦτον ἀνέθεντο, τοὺς περὶ τούτου λόγους ἀποδιδόναι μὴ ἔχοντες. ἐπεὶ οὖν τὰ πρακτὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἀποβαινόντων ἐστὶ καὶ οὐ τῶν ἀναγκαίων ὡς ποτὲ καὶ διακοπτόμενα, ὁ περὶ τούτων θεωρῶν εἴτε ὡς καλῶν εἴτε ὡς αἰσχρῶν ἢ ὡς δικαίων ἢ ἀδίκων ἢ ὡς ἀγαθῶν ἢ φαύλων ἐξ ἀνάγκης ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ λαμβάνων τοιαῦτα καὶ συμπεραίνεται. ὥστε καὶ εἴ τίς τι τοιοῦτον ἀγαθὸν εἶναι δεδειχὼς ἢ καλὸν ἢ δίκαιον ὡς ἐπὶ τὸ πολὺ μὲν ἀληθεύει, ἐνίοτε δὲ καὶ ψεύδεται, οὐ παρὰ τοῦτο μεμπτέος, ὅτι μήτε ἐξ ἀναγκαίων μήτε ἀναγκαῖον ὃ δέδειχε. τὸ μὲν οὖν παχυλῶς πρὸς τὸ λεπτομερὲς τῶν ἀναγκαίων ἀποδείξεων ἀντιτέθεικε, τὸ δὲ τύπῳ πρὸς τὸ καθαρῶς καὶ ἐναργῶς, τὸ δὲ ἐνδείκνυσθαι πρὸς τὸ ἀποδείκνυσθαι. ἀπόδειξις μὲν γὰρ καθαρῶς καὶ βεβαίως τὸ ζητούμενον παριστᾷ, ἔνδειξις δὲ διά τινων ἐκτυπώσεων καὶ μιμήσεων καὶ ἐμφάσεων, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ πρὸς τὸ ἀναγκαῖον, ὡς ἐκείνου μὲν ἀδιακόπου μένοντος, τοῦ δὲ διακοπτομένου ποτέ. ἔστι δὲ λεπτομερὴς ἀπόδειξις ἡ μέχρι τῶν πρώτων καὶ ἀμέσων ἀνιοῦσα ἀρχῶν, ἃς ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ εὑρίσκειν ἀδύνατον, ὥστ’ ἐξ ἀνάγκης τοῖς παχυλωτέρως δεικνύουσι λόγοις ἀρκούμεθα, εἰκόσι καὶ τύποις χρώμενοι καὶ ἐμφάσεσι. καὶ αὐτὸ δὲ τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι καὶ ἐνδεχομένων προτάσεων τύπος ἂν εἴη ἀποδείξεως, ἐπεὶ μηδ’ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὑτὸ καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος γίνεται ἀλλ’ οὐδ’ ἐξ ἑτέρων ἃ ἐκ τοιούτων πεπέρανται.
“因此,在论及如此之事且从如此之前提出发而言说者,当以此为满足”他说,既然人间的诸高尚、正义与善好之事具有如此巨大的不确定性,且人们关于这些事物并无某种稳固的意见与共识,那么,即便我们在言说这些事物时并非伴随着精确而微至的审察,而是粗略而粗疏地、并且非纯全地、而是犹如在某种雏形中指明关于它们的真理,人们也应当对所说之物感到满足。然而,既然所论之客体既非必然亦非始终如一,而是就大多数情况而言,那么关于这些事物的证明亦必然由就大多数情况而言的前提构成;从而结论亦将非必然,而是属于就大多数情况而言者,即便它们在前提设定后是必然相随的。因为既非凡存在之物亦非凡生成之物皆出于必然存在或生成,而是有些事物存在与生成会遭到中断,由此或然者亦被引介进来,并被区分为以下三者:就大多数情况而言者、等可能者、极少数情况发生者。关于必然者,知识专司其事,它本身是必然的,且从必然的前提达成必然的结论;关于就大多数情况而言的或然者,技艺专司其事,它从就大多数情况而言的前提推导出就大多数情况而言的结论;关于等可能者,考量与抉择专司其事,二者作为判断之机能,权衡矛盾两造之各端,并将显见为应当者置于较其对立面更为首要的地位。至于极少数情况发生者,没有任何机能专司其事,古人亦因无法给出关于它的条理说明,遂将此类事物归之于运气与自发。因此,践行之事既属就大多数情况而言之产物,且因其有时亦会遭到中断而非属必然之事,则考查这些事物者——无论视之为高尚或丑陋,或视之为正义或不正,或视之为善或恶——必然从就大多数情况而言者汲取前提,从而亦得出此类结论。因此,若有人证明了某类事物为善、为高尚或为正义,就大多数情况而言虽为真实,有时却亦为假,并不因此受到指责,因为他所证明的既非出自必然,其自身亦非必然。因此,他将“粗疏地”与必然证明的细密相对置,将“雏形地”与“纯全且显然”相对置,将“指明”与“严格证明”相对置。因为严格证明乃纯全且稳固地呈现所探求之物,而指明则是通过某些描摹、摹拟与显相;他将“就大多数情况而言”与“必然”相对置,因为后者保持无间断,而前者有时会遭到中断。而细密的证明乃是向上追溯直至第一且直接的本原之证明,而这些本原在就大多数情况而言的事物中是不可能发现的;因此,我们必然满足于那些更为粗疏地予以指明的言论,使用概然者、雏形与显相。甚至从合乎通见的意见与或然的前提进行推论本身,亦当是一种证明的雏形,因为它既非由本自的、以其自身而言的第一、直接且为结论之原因的前提产生,亦非由从诸如此类者中推导出的其他前提产生。
- 1.20Ἐπεὶ τοσαύτην φησὶν ἔχει ἀμφιβολίαν τὰ παρὰ ἀνθρώποις καλὰ καὶ δίκαια καὶ ἀγαθὰ... ἀρκεστέον τοῖς λεγομένοις, ὅμως ἐπεὶ οὐκ ἀναγκαῖα τὰ ὑποκείμενα...
由句首 Ἐπεὶ 引导的长句构成了多层从属结构:首个原因从句(Ἐπεὶ... εἰ καὶ ἡμεῖς...)由非人称动词形容词句 ἀρκεστέον τοῖς λεγομένοις 作为结句;随后 ὅμως ἐπεὶ 引入第二个原因从句(论题并非必然),进而引向主句 ἀνάγκη καὶ τὰς περὶ τούτων δείξεις...。
- 1.20εἰ καὶ ἐξ ἀνάγκης τιθεμέναις ταῖς προτάσεσιν ἕπονται
分词与格短语 τιθεμέναις ταῖς προτάσεσιν 受 ἕπονται 支配(该动词要求与格):“即使在前提被设定时必然随之而来”。此处区分了形式上的有效推论必然性与结论自身的实质模态(由于前提仅是“就大多数情况而言”,结论在模态上亦非必然)。
- 1.20ὃ ἂν δόξῃ δέον τοῦτο τοῦ ἀντικειμένου τιθέμεναι προυργιαίτατον
具有二重宾格变体的结构。主语为与 δυνάμεις 一致的阴性复数分词 τιθέμεναι。关系从句 ὃ ἂν δόξῃ δέον(被认为应当者)作为宾语并由 τοῦτο 复指,而 τοῦ ἀντικειμένου 则是受比较谓词形容词 προυργιαίτατον(较其对立面更为紧要者)支配的比较属格。
