- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:218.2-219.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了几何比例中的各项为何必须保持分离,指明不公正乃是对比例的违反,并解释了交易中的矫正正义为何依据算术比例而非几何比例、且不考虑当事人的品格价值。
συμβαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον, τὸ ἐκ τῶν ἡγουμένων δηλονότι τῷ ἐκ τῶν ἑπομένων.1 οὐ γὰρ γίνεται εἷς ἀριθμῷ ὅρος, ᾧ καὶ ὅ. ἐπεὶ γὰρ δύο εἰσὶν οἷς ἡ νομὴ γίνεται, δύο δὲ τὰ ἑπόμενα, καὶ ἀδύνατον ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν εἶναι ᾧ νέμεται, οἷον ἄνθρωπον καὶ τὸ νεμόμενον τούτῳ (τοῦτο δέ ἐστι τὸ πρᾶγμα), διῃρῆσθαι τοὺς ὅρους ἀπ’ ἀλλήλων δεῖ· οὔτε γὰρ ὁ ἄνθρωπος δύναται ἄνθρωπος ὢν τὸ νεμόμενον πρᾶγμα γενέσθαι οὔτε τὸ νεμόμενον πρᾶγμα 〈ἄνθρωπος〉. πῶς γὰρ οἷόν τε τὸν ἄνθρωπον ἢ ἴσον ἢ διπλάσιον πράγματός τινος ληφθῆναι τοῦ νεμομένου; τὸ δ’ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον· τουτέστιν ὃ γίνεται, ὅταν μὴ τηρῆται ἡ προειρημένη ἰσότης, ἀλλ’ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔχῃ τῆς ἀξίας. εἰ γὰρ ἰσότης ἡ ἀναλογία, τὸ ἔξω τῆς ἀναλογίας καὶ τῆς ἰσότητος ἄνισον· ἄνισον δὲ ᾧ τὸ μὲν πλέον τὸ δὲ ἔλαττον. ἐπὶ δὲ τοῦ κακοῦ ἀνάπαλιν. διὰ τί; ἢ ὅτι πλέον μὲν ὁ ἀδικῶν, ἔλαττον δὲ ὁ ἀδικούμενος ἀποφέρεται. πλεονέκτης γὰρ ὢν ὁ ἄδικος τῶν ἀγαθῶν, ἐπεὶ καὶ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον ἀγαθὸν συγκρινόμενον ὡς ἐν κακοῖς ἐστι καὶ αἱρεῖται αὐτὸ ὡς ἀγαθοῦ ὑπεροχήν. ἐν ἀγαθοῦ γὰρ γίνεται λόγῳ τὸ ἔλαττον κακόν· συγκρινόμενον γὰρ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον, ἀγαθόν πώς ἐστιν, ὃ γίνεται ἐν τοῖς συναλλάγμασιν· ἐν τούτοις γὰρ τὸ εἶναί ἐστι τῷ τοιούτῳ εἴδει τῆς δικαιοσύνης καὶ τοῖς ἑκουσίοις. καὶ πῶς ἔσται ἀκούσια συναλλάγματα, ζητήσαι ἄν τις. ἢ οὐ μόνον ἃ πρὸς ἀλλήλους συντίθενταί τινες περὶ ὧν δεῖ ποιεῖν ἑκόντες ταῦτα συναλλάγματα, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν νόμων διηγορευμένα καὶ κελευόμενα καθ’ ἃ χρὴ ζῆν τε καὶ συναλλάσσειν ἀλλήλοις, συναλλάγματα καὶ ταῦτα. κατὰ τοίνυν τοῦτο συνάλλαγμα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν, οὐ κατὰ τὸ ἑκούσιον·2 οὐδεὶς μοιχεύει κατὰ συνάλλαγμα οὐδὲ 〈ὁ〉 ἱεροσυλῶν κατὰ συνάλλαγμα ἱεροσυλᾷ ἢ ὁ ὑβρίζων ὑβρίζει. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον τῶν κοινῶν· καλῶς· παρὰ γὰρ τὴν τῶν κοινῶν νομὴν τοῖς πολίταις ἐκεῖνο τὸ δίκαιον καὶ πρὸς τὴν γεωμετρικὴν ἀναλογίαν ἐστὶ νεμόμενον, ὡς δέδεικται. ἄν τε γὰρ χρήματα ᾖ κοινὰ νεμόμενά τισιν, ἄν τε γῆ ἄν τε ἄλλο τι, πάντως κατὰ τὸν αὐτὸν λόγον διαιρεθήσεται, καθ’ ὃν καὶ συνηνέχθη, τῷ μὲν πλεῖον εἰς ταῦτα συντελέσαντι πλεῖον, τῷ δὲ ἔλαττον ἔλαττον, ἐὰν δικαία ἡ νομὴ ᾖ, κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέλειαν ἰσότητος ἡ ὑπεροχή * * *, ὅνπερ ἔχουσιν εἰς ἄλληλα τὰ εἰσενεχθέντα,3 δηλονότι ὑπὲρ τῶν συνεισενεγκαμένων εἰς τὸ κοινὸν καὶ εἰς τὸ πλέον εἶναι συντελεσθέντων. τὸ δ’ ἐν τοῖς συναλλάγμασι δίκαιον, τουτέστι τὸ διορθωτικόν, ἔστι μὲν ἴσον τι, τουτέστι δίκαιον, ὡς ἀπεδείχθη. ἀλλ’ οὐ κατὰ τὴν ἀναλογίαν ἐκείνην, τὴν γεωμετρικὴν δηλονότι, ἀλλὰ κατὰ τὴν ἀριθμητικήν. ἔστι γὰρ αὐτῶν ὡς προείρηται ἐν ἰσότητι τῇ κατ’ ἀριθμὸν ἢ ποσὸν ὅλον τὸ εἶναι, ἀλλ’ οὐ τῇ κατὰ λόγον, ἥτις ὅπως γίνεται λέγει. ὁ γὰρ νομοθέτης ἐν τοῖς ἀδικήμασιν οὐκέτι τὴν τοῦ ἀδικοῦντος ἀναλογίαν καὶ τοῦ ἀδικουμένου ἣν ἔχουσι πρὸς ἀλλήλους ἐξετάζων οὕτω τὴν ἐπανόρθωσιν τῶν τοιούτων ἀδικημάτων ποιεῖται· οὐ γὰρ ἐξετάζει πότερον ἐπιεικὴς ὁ ἀποστερήσας ἢ φαῦλος, ὁμοίως οὐδ’ ἐπὶ τοῦ ἀδικουμένου, ἀλλ’ ὡς ἴσους τούτους τιθεὶς ἐξετάζει, εἰ ὁ μὲν ἠδίκησεν, ὁ δὲ ἠδικήθη, καὶ τίς ἡ κατὰ τὴν βλάβην διαφορά, καὶ ταύτην τὴν διὰ τὴν βλάβην ἢ τὴν ἀδικίαν ἀνισότητα [λέγει] γινομένην ἐπανορθοῦν πειρᾶται καὶ ἐς τὸ ἴσον ἐπανάγειν σπεύδει ἁπλῶς καὶ οὐ κατὰ τὴν ἀναλογίαν τῶν εἰπόντων προσώπων.
同样会得出整体对整体的关系,显然是由前项构成的整体对由后项构成的整体。因为“所得者”与“所配之物”在数目上绝不会成为单一的项。因为既然配分所得的人是两个,而后项也是两个,且配分所得者(例如人)与配分给他之物(这便是物件)在数目上成为同一者是不可能的,所以诸项必须彼此分离;因为人作为人既不可能成为被配分的物件,被配分的物件亦不可能成为人。因为一个人怎可能被当作与某种被配分的物件相等或两倍呢?“而不公正则是违反比例的”;这就是说,每当前述的均等未被维持,而一人所得多于其配得、另一人所得少于其配得时所发生的情况。因为若比例是均等,那么比例与均等之外的事物便是不均等的;而不均等便是其中一者较多而另一者较少。“在恶的事物上则反之”。为什么?乃是因为行不公正者掠走较多,遭不公正者带走较少。因为不公正者是善的事物的贪得者,既然较小的恶与较大者相比,就恶之中而言亦是善,他也将其作为善的超额来选取。因为较小的恶具有善的地位;因为较小的恶与较大的恶相比,在某种意义上乃是善,这便发生在交易之中;因为此种正义形式的所是在于这些事物以及自愿的事物之中。有人可能会探究:怎么会有不自愿的交易?或者不仅是某些人就应做之事彼此自愿达成协议的事物才算这些“交易”,而且由法律所规定并命令、人们据以生活并相互交往交易的事物,这些亦是交易。因此,正是在其关涉他者而具有存在这一方面,它被称为“交易”,而非依照自愿与否;没有人通过交易而通奸,盗庙者亦非通过交易而盗庙,施暴者亦非通过交易而施暴。“因为分配的正义关涉共有事物”。诚然;因为那种正义关涉共有财物向公民的配分,且正如已被表明的那样,是依照几何比例进行配分的。因为无论配分给某些人的是共有金钱、土地还是其他任何事物,若配分是公正的,它都必定按照这些财物被汇聚时的同一比率来予以分割:向这些事物出资较多者得多,出资较少者得少,依照按出资比例的均等之比率其超额……,即如同所缴纳的财物彼此所具有的比率那样,这显然是代表那些向公库共同出资并促成其增长的人。而在交易中的公正,即矫正的公正,确实是某种均等者,即公正者,正如已被证明的那样。但这并非依照前述比例(即几何比例),而是依照算术比例。因为正如前述,它们的全部所是均在于数目或数量上的均等,而不在于比率上的均等;他说明了这如何发生。因为立法者在不法行为中,不再通过考察行不义者与遭不义者彼此之间的比例来以此对这类不法行为进行矫正;因为他并不考察侵占者是良善还是卑劣,对遭不义者亦同样不作考察,而是将他们置于同等地位,考察是否一者行了不义而另一者遭了不义,以及依照损害而定的差异是什么,并试图矫正这种因损害或不公正而产生的不均等,力图将其单单引回到均等状态,而非依照上述人物的比例。
- 5.18συμβαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον, τὸ ἐκ τῶν ἡγουμένων δηλονότι τῷ ἐκ τῶν ἑπομένων.
承接上一区段末尾关于几何比例性质的论述,动词 συμβαίνει 之后省略了语境中的谓述成分(即比率保持相同)。与格词组 τῷ ἐκ τῶν ἑπομένων 作为介词短语 πρὸς τὸ ὅλον 的同位或变体,指由后项组成的整体。
- 5.18κατὰ τοίνυν τοῦτο συνάλλαγμα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν, οὐ κατὰ τὸ ἑκούσιον
注解者对“非自愿交易”这一难题的解答。他主张“交易”(συνάλλαγμα)一词的界定不在于当事人的自愿合意,而在于其行为是在关涉他者的关系中具有实在性(πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν)。
- 5.18κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέλειαν ἰσότητος ἡ ὑπεροχή * * *, ὅνπερ ἔχουσιν εἰς ἄλληλα τὰ εἰσενεχθέντα
底本在此标有脱文( *)。在句法上,关系代词 ὅνπερ 的先行词为 λόγον;句子的基本骨架是说明超额乃依照基于出资的均等之比率而确定,即所出资额彼此之间所具有的比率。
