← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§216.32-218.2

几何比例的性质及其在分配正义中的应用

欧斯特拉提乌斯注解了《尼各马可伦理学》卷五1131a30关于分配正义的讨论,阐明比例不仅适用于单位数,亦适用于连续量以及受分配之人与物,并解释了几何比例的本质、项的互换性与合比性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18#1

" Τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ ἴδιον·" Ἄντι τοῦ ἐκ μονάδων συγκειμένου τε καὶ ὡς μετρουμένου καὶ ἀριθμουμένου.1 καλῶς δὲ τοῦτο ἔλαβεν· οὐ γὰρ μόνου τοῦ ὡς ἀριθμοῦντος καὶ ᾧ ἀριθμοῦμεν ἀριθμοῦ, ὃς καὶ κυρίως ἀριθμός, ἀναλογία τίς ἐστιν, οἷον ὡς ἔχει2 ὁ δ̅ β̅ α̅, ἀλλὰ καὶ τοῦ ὡς ἀριθμητοῦ, τυχὸν ἵππων βοῶν κυνῶν καὶ ἁπλῶς ὧν ἔστιν ἀριθμός, οἷον γραμμῶν ἐπιπέδων σωμάτων ἁπλῶς μεγέθους. καὶ γὰρ καὶ τούτων ἐν τούτοις ἀναλογία τίς ἐστιν· ἔχουσι γὰρ ἀριθμόν. δεῖ γὰρ ἵνα ἀναλογία τις ᾖ, ἀριθμόν τινα εἶναι· τῷ γὰρ ἑνὶ οὐκ ἀναλογία, ἀλλ’, ὡς ἔφη, τὸ ἐλάχιστον ἡ ἀναλογία ἐν τέτρασίν ἐστι. καὶ ἐν τέτρασιν ἐλαχίστοις. τούτων γὰρ ἐλάχιστον λαβεῖν πρὸς τὸ ποιῆσαι ἀνάλογον οὐχ οἷόν τε. λόγος γάρ ἐστι δύο μεγεθῶν ἢ ἁπλῶς τινῶν (καὶ γὰρ καὶ ἀριθμῶν εἶναι δυνατὸν λόγον τινὰ ὁμογενῶν) ἡ πρὸς ἄλληλα ποιὰ σχέσις· εἶναι δὲ τοῦτο ἐπεὶ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης.3 διὰ δὲ τοῦτο τὸ ἐλάχιστον τεττάρων τε καὶ ἐν τέτρασιν ἔσται ἡ ἀναλογία. διῃρημένη δὲ ἡ ἐν ἀριθμοῖς· καὶ γὰρ καὶ αὐτὴ ὁμοίως ἐν τέτταρσίν ἐστι τὸ ἐλάχιστον· συνεχὴς δὲ ἡ ὡς μεγεθῶν καὶ χρόνου κινήσεων ὑποκειμένη. ἢ οὐχ οὕτως ἀλλ’ ὡς ἔχει τὰ τέσσαρα πρὸς β, τὰ β πρὸς ἓν ἔχει. ι̅γ̅ καὶ ὁ λόγος ὁ αὐτός. καὶ πῶς τοῦτο, δείκνυσι λέγων διῄρηται γὰρ ὁμοίως οἷς τε καὶ ἅ4. εἰ δὲ ὁμοίως διῄρηται οἷς τε καὶ ἅ̅, τουτέστιν οἷς τε νέμεται καὶ δίδοται καὶ ἃ νέμεται, ἔστιν ὡς τὸ ἕτερον τῶν νεμομένων πρὸς τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον τῶν ἐν τῇ νεμήσει πρὸς τὸ ἕτερον. ἀλλὰ μὴν τέσσαρα ἄν τινα ἀνάλογα ᾖ καὶ ἐναλλὰξ ἀνάλογά εἰσιν. ἔστιν ἄρα καὶ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον πρὸς τὸ ἑπόμενον. καὶ μέσον τὸ δίκαιον· τουτέστι τοῦ ἀνίσου ἐν ᾧ μὴ κατὰ τὴν προειρημένην ἀναλογίαν ἡ νομὴ γίνεται. ὅτι δὲ τὸ τοιοῦτον δίκαιον καὶ μέσον ἐστί, δείκνυσι διὰ συλλογισμοῦ οὕτως· τὸ δίκαιον τοῦτο ἀνάλογόν ἐστι, τὸ δὲ ἀνάλογον μέσον· συμπέρασμα· τὸ δίκαιον ἄρα μέσον, τὸ γὰρ ἀνάλογον μέσον. καλῶς. ἴσον γὰρ καὶ ὅμοιον καὶ ταὐτὸν κατὰ τὴν τοῦ λόγου ποιὰν σχέσιν, εἴτε διπλάσιός ἐστιν εἴτε ὁστισοῦν· μέσον δὲ δηλονότι καὶ ἴσον. καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν γεωμετρικὴν οἱ μαθηματικοί. γεωμετρικὴ ἀναλογία ἐστὶν ἡ ἐν ἰσότητι λόγων τὴν ὑπεροχὴν ἔχουσα. ἔστι δὲ ἡ ἐν ἰσότητι λόγων ἡ ὡς η̅ δ̅ β̅. ὅμοιος γὰρ ὁ λόγος αὐτῶν καὶ ἴσος· ὡς γὰρ διπλάσιος ὁ τοῦ η̅ πρὸς τὸν δ, οὕτω διπλάσιος καὶ ὁ δ̅ πρὸς τὸν β. ἀριθμητικὴ δέ ἐστιν ἀναλογία ἡ ἐν ἰσότητι ἀριθμῶν· ἀναλογία δέ ἐστιν ἡ τῶν λόγων ὁμοιότης. τὰ γὰρ ἐν διπλασίονι λόγῳ ὄντα ὁπόσα ἂν ᾖ, καθὸ τοιαῦτά ἐστι, τὸν ἴσον τε καὶ τὸν αὐτὸν ὅμοιον ἔχουσι λόγον, τὸν ὡς διπλασίονα ᾗ ἐστι διπλάσια. ἐν γὰρ γεωμετρικῇ. καλῶς· ὡς γὰρ θάτερον τῶν ἡγουμένων πρὸς θάτερον τῶν ἑπομένων τῶν ἐν τῇ ἀναλογίᾳ, οὕτως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ἀμφότερον πρὸς ὅλον ἔχει· οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ λόγου διπλασίου τοῦ ὡς τὰ δέκα ἔχει πρὸς τὰ πέντε, οὕτω τὰ ἓξ πρὸς τὰ τρία· καὶ ὡς τὰ δέκα καὶ ι̅γ̅ ἓξ πρὸς τὰ ὀκτώ, ὁμοίως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ὅ ἐστι τὰ ι̅ϛ̅ ἔχει πρὸς τὸ ὅλον τὸ ἐκ τῶν ἑπομένων, τῶν τε πέντε καὶ τριῶν ὅ ἐστιν ὀκτώ· πάλιν γὰρ τὰ ις τῶν ὀκτὼ διπλάσια.

“因为成比例的不仅是单位数的固有性质;”这是用来代替“由单位所组成且作为被度量与被计数者”。他这样理解是恰当的;因为比例不仅属于作为计数者且我们据以计数的数(这才是严格意义上的数,例如 4、2、1 的关系),而且也属于被计数的数,诸如马、牛、狗以及一般而言一切有数可计之物,例如线、面、物体,一般而言〔即〕大小。因为确实在这些事物之中也存在它们的某种比例;因为它们具有数。因为要存在某种比例,就必须存在某种数;在单一者中是没有比例的,相反,正如他所说,比例至少存在于四个项之中。而且是“在至少四个项中”。因为要构成比例,取少于这些项是不可能的。因为比乃是两个大小或一般而言某些事物(因为同类的数之间亦可能存在某种比)相互之间的某种性质上的关系;而之所以如此,乃是因为成比例的即是比的相似性[等同性]。正是为此,比例将至少由四个项组成且存在于四个项之中。数之中的比例是离散的;因为其自身同样至少存在于四个项中;而以大小、时间、运动为底层的比例则是连续的。或者并非如此,而是如同 4 对 2,2 对 1 那样。ι̅γ̅ 而且比是相同的。至于这如何成立,他通过说“因为配分所得者与所配分之物被同样地分割”来予以指明。若配分所得者与所配分之物(即配分和给予的对象与被配分之物)被同样地分割,那么被配分之物中的一者对另一者的关系,便如同配分中的一者对另一者的关系。但是,若有四个项成比例,它们亦交互成比例。因此,前项对前项的关系,亦如同后项对后项的关系。并且公正是中道;即在那未依照前述比例进行配分的不均等之中的中道。至于这种公正是中道,他通过如下三段论予以指明:“这一公正是成比例的;成比例的是中道;结论:因此公正是中道,因为成比例的是中道”。诚然。因为无论比是两倍还是任意一种,依照比的某种性质上的关系而言,它皆是均等的、相似的与同一的;显然它既是中道亦是均等的。数学家们称此种比例为“几何比例”。几何比例乃是在比的均等中具有超额者。而在比的均等中的比例乃是如 8、4、2 这样的比例。因为它们的比是相似且均等的;因为正如 8 对 4 是两倍,4 对 2 亦同样是两倍。而算术比例乃是在数的均等之中的比例;比例即是比的相似性。因为处于两倍比之中的事物,无论有多少,只要它们是此种事物,就具有均等且同一相似的比,即作为两倍的比(或者说它们是两倍)。“因为在几何比例中[整体对整体亦然]”。诚然;因为正如比例中前项之一对后项之一的关系,由两个前项构成的整体对[由后项构成的]整体亦具有同样的关系;正如在两倍比的情形中所见,10 对 5 的关系如同 6 对 3;且 10 与 6[之和]对 8 的关系,亦同样如同由前项构成的整体(即 16)对由后项构成的整体(即 5 与 3 之和,亦即 8)的关系;因为 16 再次是 8 的两倍。

语法注4 条
  1. 5.18Ἄντι τοῦ ἐκ μονάδων συγκειμένου τε καὶ ὡς μετρουμένου καὶ ἀριθμουμένου.

    介词短语 ἀντὶ τοῦ 后接中性单数分词短语,是注疏家用来解释引文(lemma)中“μοναδικοῦ ἀριθμοῦ”(单位数)的标准释义句式。主句动词被省略,意为“[这是]用来代替‘由单位构成且被度量和计数之物’[而言的]”。

  2. 5.18ὡς γὰρ θάτερον τῶν ἡγουμένων πρὸς θάτερον τῶν ἑπομένων τῶν ἐν τῇ ἀναλογίᾳ, οὕτως καὶ τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ἀμφότερον πρὸς ὅλον ἔχει·

    用于表述数学比例论中等比定理的句式。关联词 ὡς... οὕτως... 使原比与和之比形成平行对应。主句主语是实体化的中性名词短语 τὸ ὅλον τὸ ἐκ τῶν ἡγουμένων ἀμφότερον(由两个前项构成的整体),动词为 ἔχει,搭配介词短语 πρὸς ὅλον(对[后项之]整体)。

  3. 5.18εἶναι δὲ τοῦτο ἐπεὶ ἀνάλογόν ἐστιν ἡ τῶν λόγων ὁμοιότης.

    不定式 εἶναι 用作引出前文比(λόγος)之定义推论的结果或补充叙述,依赖于省略的支配动词(如 συμβαίνει),说明比例之所以如此。其原因则由从属从句 ἐπεὶ ἀνάλογόν ἐστιν... 给出。

  4. 5.18διῄρηται γὰρ ὁμοίως οἷς τε καὶ ἅ̅.

    引用自亚里士多德原文(1131a31–b1)。与格关系代词 οἷς(接受分配者)与宾格/主格代词 ἅ(被分配的财物)由连词 τε... καί 连接,紧凑地表达了动词 διῄρηται 所述的“向谁分配”与“分配何物”的结构。下文注疏中随即以“τουτέστιν οἷς τε νέμεται... καὶ ἃ νέμεται”明确了其句法功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:216.32-218.2