- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:215.12-216.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯讨论了亚里士多德何以称正义为德性的“部分”而非“种”的疑难及其解答,区分了自愿与非自愿(尤其是出于不知)的交往,并借助逻辑论题证明正义乃均等与中道,进而阐明分配的正义乃是依照各政制中配得标准的几何比例(1130b30–1131a12)。
" Τῆς δὲ κατὰ μέρος δικαιοσύνης." Σημειωτέον ὅτι μέρος τῆς ἀρετῆς τὴν δικαιοσύνην, οὐκ εἶδος πανταχοῦ λέγει, ὡς τῆς ἀρετῆς οὐ γένους ἀλλ’ ὅλου.1 πῶς οὖν ἡ ὅλη ἀρετὴ κατηγορεῖται δικαιοσύνης ἀνδρείας σωφροσύνης καὶ τῶν λοιπῶν συνωνύμως; καὶ γὰρ καὶ ὀνόματος καὶ ὁρισμοῦ τούτοις μεταδίδωσιν, ὃ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοῦ ὅλου· οὐ γὰρ κεφαλὴ λέγεται τὸ οὖς ἢ ἡ ῥίς. ἀλλά φαμεν ὡς ἐπὶ τῶν ὁμοιομερῶν οὐδὲν κωλύει τῷ τοῦ ὅλου ὀνόματι καὶ τὰ μέρη λέγεσθαι καὶ τὸν λόγον ἐφαρμόζειν τοῦ ὅλου τοῖς μέρεσιν, ὡς ἐπὶ σαρκὸς καὶ ὀστέων. ἢ καί φαμεν ὡς καλῶς τοῦτο λέγει. μέρος γὰρ ἡ τὶς ἀρετὴ τῆς ὅλης καὶ οὐκ εἶδος· οὐ γὰρ ὅλη ἡ ἀρετὴ κατηγορεῖται τῆς τινός, ὁμωνύμως αὖ ὡς ἐπὶ τῶν ἀνομοιομερῶν ἡ ὅλη ἀρετὴ τῶν ἑαυτῆς μερῶν κατηγορεῖται· ἀρετὴ γὰρ καὶ ἑκάστη καὶ ὅλη· ὥσπερ καὶ ἡ δικαιοσύνη ἡ μὲν ὅλη κατηγορεῖται ἑκάστης, οὐ μὴν ὡς ὁμοιομερὴς οὖσα, ἀλλὰ διὰ τὴν ἀντακολουθίαν τῶν ἀρετῶν. ἑκούσια δὲ λέγεται· ἑκούσιος μὲν ἡ ἀρχή, βίᾳ δὲ τὸ τέλος, ἐν οἷς ἐπακολουθεῖ ἡ ἀδικία· οὐδεὶς γὰρ ἑκὼν ἀδικεῖται. τῶν δ’ ἀκουσίων. εἶπε γὰρ ἐν τῷ τρίτῳ, ὅτι διττὸν τὸ ἀκούσιον, τό τε ἀγνοούμενον καὶ τὸ βίαιον· τὰ οὖν λαθραῖα δι’ ἄγνοιαν ιγ καὶ ἀκούσια τῶν ἀδικουμένων. λέγει δὲ τούτων εἶναι καὶ τὴν προαγωγίαν, οὐ τὴν τοῦ ἀνδρὸς τῆς αὐτῆς γυναικός, ὃ δοκεῖ σημαίνειν καὶ τὸ ὄνομα, ἀλλ’ ὅταν ἀγνοοῦντος καὶ τοῦ ἀνδρός· διττὴ γὰρ καὶ ἡ προαγωγία· οὐ μόνον δὲ ἐπὶ τῆς προαγωγίας ἀγνοοῦντος τοῦ ἀνδρός, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν λοιπῶν· εἰ γὰρ λαθραίως πάντως ἀγνοοῦντος τοῦ πάσχοντος τὴν βλάβην ταύτην συμβαίνειν καὶ ἔστι τὸ παραίτιον τοῦ ἀκουσίου ἡ ἄγνοια, ὥσπερ ἐν οἷς μετ’ ὀλίγον ἐρεῖ, τὸ αἴτιον τοῦ λοιποῦ ἀκουσίου κατὰ βίον γινόμενον.
“在部分的正义中[有两种]。” 应当指出,他处处称正义为德性的“部分”,而不称其为“种”,仿佛德性不是属而是整体一般。那么,总体的德性又如何能同名同义地述及正义、勇敢、节制以及其余诸德呢?因为德性将名称与定义两者皆赋予了这些,而在整体的情形中是无法发现这一点的;因为耳朵或鼻子绝不会被称为“头”。但我们主张,在同质部分的事物中,部分以整体之名被称呼,且整体的定义适用于部分,这全无妨碍,正如在骨肉的情形中那样。或者我们亦主张,他这样说是恰当的。因为具体的某种德性乃是总体的德性的部分而非种;因为并非是总体的德性被述及某种具体的德性,相反,如同在非同质部分的事物中那样,总体的德性乃是同名异义地述及其自身的部分;因为个别的德性与总体的德性皆是“德性”;正如总体的正义被述及每一种德性,绝非因其为同质部分的,而是由于诸德性之间的相互伴随。 “被称为自愿的[交往]。”其开端固然是自愿的,但结局却是强制的,在这些交往中不正随之而来;因为无人是自愿遭受不正的。 “至于非自愿的。”因为他在第三卷中曾说,非自愿之事有两种,即出于不知的与出于强制的;因此,暗中进行的交往乃是因不知而对遭受不正者而言是非自愿的。并且他说,在这些交往中亦包括引诱通奸,这并非指丈夫引诱自己的妻子(此词看似亦有此含义),而是指当丈夫亦不知情时发生的情形;因为引诱通奸亦有两种。而且不仅在引诱通奸中丈夫是不知情的,在其余一切[暗中交往]中亦然;因为若是暗中进行的,无论如何皆是在遭受损害者不知情时发生的,而不知乃是引起非自愿的间接原因,正如在不久后他将要论述的事物中,另一种非自愿的原因乃是在生活中[出于强制]发生的那样。
"Ἐπεὶ δ’ ὅ τε ἄδικος ἄνισος." Δείξας διὰ τοῦ ἀδίκου τε καὶ ἀνίσου μέσον τὸ ἴσον, ἐφεξῆς δείκνυσιν ὅτι τοῦτο τὸ ἴσον τὸ μέσον τοῦ ἀδίκου δίκαιόν ἐστιν. ἡ δὲ δεῖξις διὰ τοῦ τόπου τοῦ ἐὰν δύο ἐναντιώσεων οὐσῶν τῷ ἑτέρῳ τῆς ἑτέρας ἐναντιώσεως ἕπηται τὸ ἕτερον τῶν τῆς ἑτέρας ἐναντιώσεως, ἀκολουθήσει τὸ καταλειπόμενον τῆς ἑτέρας ἐναντιώσεως τῷ τῆς ἑτέρας καταλειπομένῳ ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν.2 διὰ τούτου δὴ τοῦ τόπου δείκνυσι καὶ τὴν δικαιοσύνην ἰσότητά τε καὶ μεσότητα. εἰ γὰρ ἀδικία μὲν καὶ δικαιοσύνη ἐναντίαι ἀλλήλοις, ἀνισότης δὲ καὶ ἰσότης πάλιν ἀλλήλοις ἕπεται, τῇ ἀδικίᾳ ἡ ἀνισότης τε καὶ τὸ ἄνισον καὶ τῇ δικαιοσύνῃ ἀκολουθήσει ἰσότης τε καὶ τὸ ἴσον, ἐπεὶ μὴ ἀνάπαλιν· οὐ γὰρ πᾶν ἴσον δίκαιον.
“既然不正者是不均等的[不正之事是不均等的]。” 在通过不正者与不均等者指明了均等者是中道之后,他紧接着指明这作为不正之中道的均等者乃是公正的。该证明乃是通过以下论题进行的:“若存在两组对立,其中第二组对立中的一项伴随第一组对立中的一项,则第二组对立中剩下的一项亦将直接地或逆向地伴随第一组对立中剩下的一项。”正是通过这一论题,他指明了正义既是均等亦是中道。因为,若不正与正义彼此相反,而不均等与均等亦再次彼此〔相反〕,且不均等与不均等之事伴随不正,则均等与均等之事亦将伴随正义,既然它并非逆向相伴;因为并非一切均等之事皆是公正的。
"Εἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον." Εἰ ἡ ἀδικία καὶ ἡ δικαιοσύνη ἐναντία ἀλλήλοις, ὁμοίως δὲ καὶ ἡ ἰσότης καὶ ἡ ἀνισότης, δῆλον ὡς εἰ τῇ ἀδικίᾳ ἕπεται ἡ ἀνισότης, ἐπεὶ ὁ ἄνισος ἄδικος καὶ τὸ ἄνισον ἄδικον, ὁμοίως καὶ ἡ δικαιοσύνη ἀντικείμενον τῇ ἀνισότητι ὃ ἔστιν ἡ ἰσότης καὶ διὰ τοῦτο καὶ τὸ δίκαιον. τὸ δίκαιον μέσον τί ἂν εἴη, εἴ γε ἴσον ἐστί, τῷ γένει δηλονότι. τὸ δ’ ἴσον μέσον ἐν ἐλαχίστοις δυσίν, ὡς ἐπάγει. δύο γάρ εἰσι τὰ ἴσα τοὐλάχιστον. τὸ γὰρ ἴσον ἴσῳ ἴσον ἐστὶ καὶ τισὶ καὶ πρός τι· πρὸς ἕτερον γὰρ ὡς προειρήκαμεν ἄμφω αἱ δικαιοσύναι εἰσί. δύο ἐστὶ δηλονότι ἐν ἐλαχίστοις, ἐν οἷς τὰ πράγματα3 τὰ ἐκείνοις πεπραγμένα· ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς, δηλονότι ἐστὶ τὰ πράγματα. ἀλλ’ ἐντεῦθεν αἱ μάχαι, τῷ μὴ ἴσα ἔχειν. ἀλλ’ οἱ μὲν δημοκρατικοὶ ἐλευθερίαν· ἐλευθερίᾳ γὰρ μετροῦσι τὴν ἀξίαν καὶ τὸ ἴσον· τοὺς γὰρ ὁμοίους ἐλευθέρους καὶ ἴσους ὑπολαμβάνουσιν. οἱ δ’ ὀλιγαρχικοὶ πλοῦτον· τούτῳ γὰρ μετροῦσι τὴν ἀξίαν· οἱ δ’ εὐγένειαν· ὁμοίως φησὶ καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν· οἱ δ’ ἀριστοκρατικοὶ ἀρετήν· ἀρετὴν γὰρ οὗτοι μέτρον τίθενται τῆς ἀξίας. διὸ οὐ ταὐτὸν ἴσον τε καὶ δίκαιον ἐν πάσαις ταῖς πολιτείαις κατ’ ἀναλογίαν λαμβάνομεν. ἔστιν ἄρα τὸ δίκαιον ἀνάλογόν τι. δῆλον γὰρ καὶ ἀπὸ τοῦ κατ’ ἀξίαν, ὃ παρὰ πᾶσιν ὁμολογεῖται δίκαιον εἶναι, διότι τὸ δίκαιόν ἐστιν ἀνάλογόν τι καὶ ἐν ἀναλογίᾳ.
“因此,若不正是不均等的,公正便是均等的。” 若不正与正义彼此相反,均等与不均等亦同样如此,显然,若不均等伴随不正(既然不均等的人是不正的且不均等的事物是不正的),同样地正义亦与不均等相对立(此即均等),且因此公正亦是均等的。公正将是某种中道,只要它确实是均等的,这显然是在属的层面上而言。但他补充道,均等乃是至少在两者之中的中道。因为均等的事物至少有两件。因为均等物乃是相对于均等物而言均等,且是对于某些人并相对于某物而言的;因为正如我们前文所述,两种正义皆是针对另一人的。显然至少有两个主体,在其中存在着由他们所行的事情;因为这其间的诸主体处于何种状态,显然事物亦处于何种状态。然而争端正由此而起,即由于他们未能享有均等之物。 “然而民主派以自由[为标准]”;因为他们用自由来衡量配得与均等;因为他们认为同为自由人者便是均等的。“寡头派以财富[为标准]”;因为他们以此衡量配得;另有人则以高贵的门第为标准;他说在其他政制中亦同样如此;“贵族派以德性[为标准]”;因为他们将德性设定为配得的尺度。因此,在一切政制中我们并非取同一的均等与公正,而是依照比例来取。由此可见,公正是某种成比例的事物。因为从人皆公认是公正的“依配得”这一原则中亦可明见,公正是某种成比例的事物,且存在于比例之中。
- 5.15ὡς τῆς ἀρετῆς οὐ γένους ἀλλ’ ὅλου
连词 ὡς 表述主观认定或理由,其后接省略了分词 οὔσης 的属格独立结构(τῆς ἀρετῆς οὐ γένους ἀλλ’ ὅλου),意为“仿佛德性不是属而是整体一般”。
- 5.16ἡ δὲ δεῖξις διὰ τοῦ τόπου τοῦ ἐὰν δύο ἐναντιώσεων οὐσῶν τῷ ἑτέρῳ τῆς ἑτέρας ἐναντιώσεως ἕπηται τὸ ἕτερον τῶν τῆς ἑτέρας ἐναντιώσεως, ἀκολουθήσει τὸ καταλειπόμενον τῆς ἑτέρας ἐναντιώσεως τῷ τῆς ἑτέρας καταλειπομένῳ ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν
此处将一个逻辑论题(topos)的命题公式通过带冠词的句式(τοῦ ἐὰν...)作为介词短语 διὰ τοῦ τόπου 的同格说明嵌入句中。它表述的形式推理规则为:两对相反项中,若第二对之一项伴随第一对之一项,则第二对所余之项必直接或逆向地伴随第一对所余之项。
- 5.17δύο ἐστὶ δηλονότι ἐν ἐλαχίστοις, ἐν οἷς τὰ πράγματα τὰ ἐκείνοις πεπραγμένα· ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς, δηλονότι ἐστὶ τὰ πράγματα
此处阐释分配正义的四项比例(两个当事主体与两份分配物)。前句中的 ἐν οἷς 指涉及的当事人,句中省略了系动词;后句中的 τὰ ἐν οἷς 同样指“事物处于其间的当事主体”,整体结构表达的是“事物(份额)之间的比例关系与承载它们的当事人之间的比例关系相对应”。
